← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§275.24-277.8

机遇原因的不定性与通俗观念的契合

承接亚里士多德关于思想与机遇关涉同一目标的论述(197a6),斐洛庞奴斯根据机遇的原因必然是不定的这一命题(197a8),论证了人们关于机遇不明、不可理喻、不稳固且非严格原因的通俗观念如何与其本质界说完全相符。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.82

" Διὸ περὶ τὸ αὐτὸ διάνοια καὶ τύχη." Περὶ τὸ αὐτό, οἷον περὶ τὴν κομιδὴν τοῦ ἀργυρίου· ἀλλ’ ἡ μὲν διάνοια καθ’ αὑτό, ἡ δὲ τύχη κατὰ συμβεβηκός.

“因此思想与机遇关涉同一事物。” 关涉同一事物,例如关涉钱财的收回;但思想是依自身的,而机遇是附随的。

§2.83

"Ἀόριστα μὲν οὖν τὰ αἴτια ἀνάγκη εἶναι, ἀφ’ ὧν ἂν γένοιτο τὸ ἀπὸ τύχης." Εἰπὼν τί ἐστιν ἡ τύχη, ὅτι κατὰ συμβεβηκὸς αἰτία ἐστὶ τῶν ἐπ’ ἔλαττον γινομένων παρακολουθοῦσα τοῖς ἕνεκά του, νῦν βούλεται δεῖξαι ὅτι πάντα ὅσα κατὰ κοινὴν ἔννοιαν λέγονται ὑπάρχειν τῇ τύχῃ, σύμφωνα εἰσι τῷ ἀποδεδομένῳ περὶ αὐτῆς λόγῳ·1 λέγεται γὰρ ἡ τύχη ἀόριστος καὶ ἄδηλος εἶναι τοῖς ἀνθρώποις (φαμὲν γὰρ ἄδηλα εἶναι τὰ τῆς τύχης), λέγεται δὲ καὶ παράλογος εἶναι καὶ ἀβέβαιος καὶ μηδενὸς εἶναι αἰτία, καὶ ὅσα ἄλλα περὶ αὐτῆς λέγεται, συμφώνως τῷ ἀποδεδομένῳ παρ’ ἡμῶν περὶ αὐτῆς λόγῳ λέγεται. ἀόριστος μὲν οὖν λέγεται εἰκότως, ἐπεὶ τῶν κατὰ συμβεβηκὸς αἰτίων τὴν τύχην εἶναι ὡρισάμεθα, τὰ δὲ κατὰ συμβεβηκὸς αἴτια ἀόριστα. τὰ μὲν οὖν καθ’ αὑτὸ αἴτια ὥρισται (τῆς γὰρ οἰκίας ὡρισμένον τὸ αἴτιον ὁ οἰκοδόμος, καὶ τῆς νεὼς ὁ ναυπηγός), τὰ μέντοι κατὰ συμβεβηκὸς αἴτια ἀόριστά ἐστι· δύναται γὰρ τῆς οἰκίας κατὰ συμβεβηκὸς αἴτιος εἶναι καὶ ὁ φαλακρὸς καὶ ὁ σιμὸς καὶ ὁ μουσικὸς καὶ ὁ νέος καὶ ἄλλα μυρία, καὶ τοῦ κομίσασθαι τὸ ἀργύριον προελθόντα μὴ διὰ τοῦτο καὶ ἡ ἐπὶ τὸ λουτρὸν πρόοδος καὶ ἡ ἐπὶ ἱερὸν καὶ ἄλλα μυρία,2 καὶ τοῦ ὀρύξαντα θησαυρὸν εὑρεῖν τὸ ἐπὶ φυτείᾳ σκάπτειν καὶ θεμελίους θεῖναι καὶ φρεωρυχεῖν καὶ ἄλλα μυρία. δι’ αὐτὸ δὲ τοῦτο καὶ ἄδηλος ἡ τύχη λέγεται ὅτι καὶ ἀόριστος, ἀόριστος δὲ διότι κατὰ συμβεβηκός· τῆς μὲν γὰρ οἰκίας ὥρισται τὸ καθ’ αὑτὸ αἴτιον ὁ οἰκοδόμος, τί δὲ τῆς οἰκίας τὸ κατὰ συμβεβηκὸς αἴτιον ἄδηλον ἀνθρώπῳ, ἄδηλον δὲ διότι καὶ ἀόριστον. καὶ παράλογος δὲ εἰκότως ἡ τύχη· ὁ γὰρ λόγος τῶν ἑστώτων ἐστί,3 ταῦτα δ’ ἐστὶν ἢ τὰ ἐξ ἀνάγκης ἢ τὰ ὡς ἐπὶ τὸ πολύ, ἡ δὲ τύχη τῶν ἐπ’ ἔλαττον. δι’ αὐτὸ δὲ τοῦτο πάλιν καὶ ἀβέβαιος· τὸ γὰρ βέβαιον ἢ τῶν ἀεὶ ὡσαύτως ἐστὶν ἢ τῶν ὡς ἐπὶ τὸ πολύ, τὸ δ’ ἐπ’ ἔλαττον οὐ βέβαιον, ἡ τύχη δὲ τῶν ἐπ’ ἔλαττον. λέγομεν δὲ ἔστιν ὅτε καὶ τὴν τύχην οὐδενὸς αἰτίαν εἶναι (οὐδὲν γὰρ γίνεσθαι ἀπὸ τύχης), καὶ τοῦτο συμφώνως τῷ περὶ τῆς τύχης ἀποδεδομένῳ λόγῳ· κυρίως γὰρ αἴτια τὰ καθ’ αὑτὸ αἴτια, τὰ δὲ κατὰ συμβεβηκὸς αἴτια ὁμωνύμως ἢ ψευδωνύμως αἴτιά ἐστι· κατὰ συμβεβηκὸς δὲ αἴτιον ἡ τύχη, οὐδὲ αἴτιον ἄρα κυρίως ἡ τύχη. οὐδενὸς δέ φαμεν αἰτίαν εἶναι τὴν τύχην, διότι τὰ κατὰ τύχην γινόμενα ἀναίτιά φαμεν εἶναι διὰ τὸ μὴ ἔχειν καθ’ αὑτὸ αἴτιον ὡρισμένον, εἰ δὲ τὰ κατὰ τύχην ἀναίτια, ἡ τύχη ἄρα οὐδενός ἐστιν αἰτία· εἰ γάρ ἐστι, τῶν κατὰ τύχην ἐστὶν αἰτία, εἰ δὲ μὴ τούτων ἐστὶν αἰτία, οὐδ’ ὅλως ἐστὶν αἰτία τινός. Ἀόριστα μὲν οὖν τὰ αἴτια ἀνάγκη εἶναι, ἀφ’ ὧν ἂν γένοιτο τὸ ἀπὸ τύχης. ἐπειδὴ τῶν ἀπὸ τύχης συμβαινόντων οὐδὲν ἔχον ἐστὶν αἰτίαν ὡρισμένην, δῆλον ὅτι καὶ ἡ τύχη ἀόριστός ἐστι, διὰ τοῦτο δὲ καὶ ἄδηλος ἀνθρώπῳ.

“因此,出于机遇的事物所由产生的原因,必定是不定的。” 在说明了机遇是什么——即它是在少数情况下生成之物的、伴随着为了某种目的之事物的附随原因之后,他现在意图表明,依照共通观念被说成属于机遇的一切特征,都与关于它所给出的界说相一致。因为机遇被说成对于人而言是不定的和不明的(因为我们常说属于机遇的事物是不可知的),它也被说成是不可理喻的、不稳固的以及不作为任何事物的原因,而凡是关于它所说的其他特征,也都是与我们关于它所给出的界说相一致地被说出的。因此,它被说成是不定的,这是合情合理的,因为我们把机遇界定为属于附随原因,而附随原因是不可限定的。依自身的原因是确定的(房屋的确切原因是建筑师,船只的确切原因是造船工);然而附随原因却是不定的。因为秃头者、塌鼻梁者、懂音律者、年轻者以及其他无数事物都可以成为房屋的附随原因;对于并非为此而外出的人收回钱财而言,前往浴室的外出、前往神庙的外出以及其他无数事物也都可以成为[附随原因];对于挖掘而发现宝藏而言,为了栽种而挖掘、奠定地基、挖掘井口以及其他无数事物也可以成为[附随原因]。也正因为这一点,机遇被称为不明的,乃是因为它也是不定的,而不定则是因为它是附随的;因为房屋的依自身的原因被限定为建筑师,但房屋的附随原因是什么对于人来说却是不明的,不明正是因为它也是不定的。机遇被说成是不可理喻的,同样是合情合理的;因为理性是关于恒常之物的,而这些事物要么出于必然,要么属于大多数情形,机遇却属于少数情形。又正因如此,它也是不稳固的;因为稳固之物要么属于总是如此的事物,要么属于大多数情形,而少数情形之物是不稳固的,机遇则属于少数情形。有时我们甚至说机遇不是任何事物的原因(因为没有任何事物是出于机遇而生成的),这也与关于机遇所给出的界说相一致;因为严格意义上的原因乃是依自身的原因,而附随原因只是同名异义地或托名地是原因;机遇是附随原因,因此机遇在严格意义上甚至算不上是原因。我们之所以说机遇不是任何事物的原因,是因为我们说依照机遇生成的事物因没有确定的依自身的原因而属于无原因之物,如果依照机遇的事物是无原因的,那么机遇就不是任何事物的原因;因为如果它[是原因],它所是的就是依照机遇之物的原因,但如果它不是这些事物的原因,它就根本不是任何事物的原因。“因此,出于机遇的事物所由产生的原因,必定是不定的。”由于在依照机遇发生的事物中没有任何一件具有确定的原因,显而易见,机遇也是不定的,并且由于这一缘故,对于人而言也是不明的。

语法注3 条
  1. 2.83τῷ ἀποδεδομένῳ περὶ αὐτῆς λόγῳ

    与格短语 τῷ ἀποδεδομένῳ περὶ αὐτῆς λόγῳ 在此处并非泛指一般的“言说”,而是呼应前文 §2.81 结尾处的“总结出定义(τὸν ὁρισμὸν ἀθροίσας)”,指关于机遇所给出的“定义/本质界说”。下文中的 παρ’ ἡμῶν περὶ αὐτῆς λόγῳ 含义相同。

  2. 2.83καὶ τοῦ κομίσασθαι τὸ ἀργύριον προελθόντα μὴ διὰ τοῦτο καὶ ἡ ἐπὶ τὸ λουτρὸν πρόοδος καὶ ἡ ἐπὶ ἱερὸν καὶ ἄλλα μυρία

    在句法上,该句与前文的 δύναται γὰρ τῆς οἰκίας κατὰ συμβεβηκὸς αἴτιος εἶναι 并列。冠词加属格不定式短语 τοῦ κομίσασθαι(带有宾格意义主语 προελθόντα)作为宾格性属格依存于省略的表语 αἴτιον/αἴτιος,而后接的 ἡ πρόοδος 等名词短语则作句子的复合主语。

  3. 2.83ὁ γὰρ λόγος τῶν ἑστώτων ἐστί

    这里的 λόγος 指理性或合理认知。属格 τῶν ἑστώτων 是表语性属格,表示领域(“理性是关涉恒常/稳固之物的”),与随后的“机遇属于少数情形(ἡ δὲ τύχη τῶν ἐπ’ ἔλαττον)”构成鲜明对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:275.24-277.8