- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:274.7-275.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯借由向正在收取份钱的债务人意外收回款项的例子,论证了机遇是伴随着目的性行动的附随原因,并进一步阐明了机遇所要求的非经常性(意外性)以及原因来自外部(源于思想)等特征。
" Ἕνεκα τοῦ ἀπολαβεῖν τὸ ἀργύριον ἦλθεν ἂν κομιζομένου τὸν ἔρανον, εἰ ᾔδει· ἦλθε δὲ οὐ τούτου ἕνεκα, ἀλλὰ συνέβη ἐλθεῖν καὶ ποιῆσαι τοῦτο τοῦ κομίσασθαι ἕνεκα." Ὅτι ἐν τοῖς ἕνεκά του ἡ τύχη καὶ τὸ αὐτόματον, αὐτὰ οὐκ ὄντα ἕνεκά του, δείκνυσιν. ὅτι μὲν οὖν οὐκ εἰσὶν ἕνεκά του ἡ τύχη καὶ τὸ αὐτόματον, δῆλον· τοῦ γὰρ δεδανεισμένου κομιζομένου τὸν ἔρανον, εἰ ᾔδει ὁ χρεωστούμενος, ἦλθεν ἂν ἐπὶ τούτῳ, ἐπὶ τῷ ἀπολαβεῖν· οὐκ ἦλθεν δὲ ἐπὶ τούτῳ· οὐκ ἄρα ἡ αἰτία τῆς ἀπολήψεως, ἥν φαμεν εἶναι τὴν τύχην, τῶν ἕνεκά τού ἐστιν, ἀλλὰ τῶν κατὰ συμβεβηκός. ἀλλ’ ἐπειδὴ προῆλθε μὲν τοῦ λούσασθαι ἕνεκεν, ἀπέλαβε δὲ τὸ ἀργύριον περιτυχὼν τῷ δεδανεισμένῳ κομιζομένῳ τὸν ἔρανον, λέγεται αἴτιον κατὰ συμβεβηκὸς τῆς ἀπολήψεως ἡ ἐπὶ τὸ λουτρὸν πρόοδος· ἦν δὲ καὶ τῶν ἕνεκά του (τοῦ γὰρ λούσασθαι ἕνεκεν ἡ πρόοδος)· τὸ κατὰ συμβεβηκὸς ἄρα αἴτιον τῷ καθ’ αὐτὸ καὶ ἕνεκά του παρηκολούθησε. τοῦτο δὲ τύχην καλοῦμεν· ἡ τύχη ἄρα ἐν τοῖς ἕνεκά τού ἐστιν, αὐτὴ κατὰ συμβεβηκὸς οὖσα αἰτία. τὸ δὲ κομιζομένου γράφεται καὶ κομισόμενος1 μέλλοντος, ἵνα ἐπὶ τοῦ χρεωστουμένου ᾖ· μᾶλλον δὲ τὸ πρότερον. τὸ δὲ συνέβη ἐλθεῖν καὶ ποιῆσαι τοῦτο τοῦ κομίσασθαι ἕνεκα ἀντὶ τοῦ ὡσανεὶ τοῦ κομίσασθαι ἕνεκα. τοῦτο δὲ οὔτε ὡς ἐπὶ τὸ πολὺ φοιτῶν εἰς τὸ χωρίον οὔτε ἐξ ἀνάγκης. τὸ φοιτῶν ἀντὶ τοῦ φοιτῶντος·2 οὐδὲ γὰρ εἰ σύνηθες ἦν τῷ χρεωστοῦντι ἢ ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ φοιτᾶν εἰς τὸ χωρίον, ἔνθα περιτυχὼν ὁ χρεωστούμενος ἀπέλαβε τὸ ἀργύριον, ἀπὸ τύχης λέγεται ἡ ἀπόληψις, εἰ μὴ ἄρα ὡς πρὸς τὴν πρόθεσιν τοῦ ἀπειληφότος, ὅτι οὐ τοῦτο προθέμενος, τὸ ἀπολαβεῖν, ἐφοίτησεν ἐκεῖ· ἀλλὰ κυρίως τὴν τύχην καὶ μάλιστα τούτων φαμὲν εἶναι αἰτίαν, ἐφ’ ὧν μηδὲν εἴωθεν τῶν ἐπὶ πολὺ εἶναι. εἰ δὲ σύνηθες ἦν τῷ χρεωστοῦντι φοιτᾶν εἰς τὸ χωρίον, οὐκ ἔστι τῶν παραλόγων τὸ ἐλθόντα ἐκεῖ τὸν χρεωστούμενον ἀπολαβεῖν, ἡ δὲ τύχη παράλογος. τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ φοιτῶν δυνατὸν ἐξακούειν καὶ ἐπὶ τοῦ ἀπειληφότος· δεῖ γὰρ τὸν περιτυχόντα τῷ χρεωστοῦντι μὴ ἐπὶ τὸ πολὺ φοιτᾶν ἐν τῷ χωρίῳ, ἔνθα αὐτῷ περιέτυχεν· εἰ γὰρ εἰθισμένῳ αὐτῷ ὡς ἐπὶ τὸ πολὺ ἔν τινι τόπῳ εὑρίσκεσθαι περιτύχοι ὁ χρεωστῶν, οὐ δήπου παράλογον ἦν τὸ ἐλθόντα ἐκεῖ τὸν χρεωστοῦντα ἀποδοῦναι, δεῖ δὲ ἀεὶ τὴν τύχην παράλογον εἶναι.
“如果他知道的话,本会为了在[债务人]收取份钱时收回钱财而前来;但他并非为了这一目的而来,而是恰巧前去并为了收回而做了这件事。” 他表明,机遇与自发属于为了某种目的的事物,但它们本身并非为了某种目的。机遇与自发并非为了某种目的,这显然成立:因为当借债人正在收取份钱时,如果债权人知道的话,他本会为此而来,即为了收回[钱财]而来;但他并非为此而来;因此收回的原因(即我们所说的机遇)不属于为了某种目的的事物,而是属于附随的事物。然而,由于他虽是为了沐浴而外出,却在遇见正在收取份钱的借债人时收回了钱财,去往浴室的外出就被说成是收回的附随原因;而这也是为了某种目的的事物之一(因为外出是为了沐浴);因此,附随的原因伴随着依自身且为了某种目的的原因。我们称此为机遇;因此机遇属于为了某种目的的事物,而它本身是一个附随的原因。至于“正在收取的(κομιζομένου)”,也有写作将来的“将要收取的(κομισόμενος)”,以便归于债权人;但前者更可取。而“恰巧前去并为了收回而做了这件事”,等同于“仿佛为了收回”。“而这既不是作为多半出入该地者,也不是出于必然。”“出入者(φοιτῶν)”代替了“出入者的(φοιτῶντος)”;因为如果债务人习惯于总是或多半出入于债权人遇见他并收回钱财的那个地方,那么这笔收回就不能说是出于机遇,除非是就收回者的意图而言,即他不是以此为目的(即收回[钱财])而出入该地的;但我们说机遇严格意义上且主要是这类事物的原因,在它们之中没有任何多半如此的事惯常存在。如果债务人习惯出入于该地,那么前去那里的债权人收回[钱财]并不属于意料之外的事,而机遇则是意料之外的。也可以把“多半出入者”理解为针对收回者;因为遇见债务人的人必须不多半出入于他遇见他的那个地方;因为如果债务人在他习惯多半出没于某地时遇见了他,那么前去那里的债务人偿还钱财绝非意料之外的事,而机遇则必须总是意料之外的。
"Ἔστι δὲ τὸ τέλος, ἡ κομιδή, οὐ τῶν ἐν αὐτῷ αἰτίων.3" Τουτέστιν οὐκ ἔστι τῶν φυσικῶν ἡ κομιδὴ τοῦ ἀργυρίου· φυσικὰ γάρ ἔστι τὰ ἐν ἑαυτοῖς ἔχοντα τὸ αἴτιον, ἡ δὲ κομιδὴ ἔξωθεν ἔχει τὸ αἴτιον, τὴν διάνοιαν τὴν ἐπὶ τὸ λουτρὸν κινήσασαν. τὸ δ’ ὅλον, ὅτι ἡ κομιδὴ τοῦ ἀργυρίου τῶν ἀπὸ τύχης ἐστίν, οὐ τῶν ἀπὸ ταὐτομάτου· τὰ γὰρ ἀπὸ ταὐτομάτου ἐν ἑαυτοῖς ἔχει τὸ αἴτιον, ἐν ἑαυτοῖς δὲ δηλονότι κατὰ συμβεβηκός, ἐπειδὴ καὶ ἡ φύσις κατὰ συμβεβηκὸς αἰτία τῶν ἐκ ταὐτομάτου, ὥσπερ καὶ ἡ διάνοια κατὰ συμβεβηκὸς αἰτία τῶν ἀπὸ τύχης. ὥστε καὶ τὰ ἀπὸ τύχης ἂν λέγωνται ἀπὸ διανοίας εἶναι, κατὰ συμβεβηκὸς δηλονότι ἀπὸ διανοίας εἰσίν, οὐ καθ’ αὑτό· ὡς γὰρ ἔχει τὸ αἴτιον, οὕτως ἔχει καὶ τὸ αἰτιατόν, καὶ ἔμπαλιν. ταῦτα εἰπών, ἐφεξῆς διορίζεται τὴν τύχην τὸν ὁρισμὸν ἀθροίσας ἐκ τῶν δεδειγμένων.
“而其目的,即收回,并不属于在其自身之内的原因。” 也就是说,钱财的收回不属于依自然的事物;因为依自然的事物是将原因包含在自身之内的,而收回却从外部具有其原因,即促使其前往浴室的思想。总的意思是,钱财的收回属于出于机遇的事物,而不属于由自发而来的事物;因为由自发而来的事物在自身之内包含着原因,但这在自身之内显然是附随的,因为自然也是由自发而来之物的附随原因,正如思想也是出于机遇之物的附随原因一样。因此,即便出于机遇的事物被说成是来自思想,也显然是附随地来自思想,而不是依自身的;因为原因的状态如何,结果的状态也如何,反之亦然。说完这些,他接着从已论证的事项中总结出定义,对机遇作出了界定。
- 2.80κομιζομένου γράφεται καὶ κομισόμενος
在亚里士多德原文中,κομιζομένου 是属格独立结构(当债务人正在收取份钱时),但注疏者也提及了读作将来分词主格 κομισόμενος 的异文。若取后者,该分词修饰主句主语(债权人),意为“打算前来收回”,但斐洛波诺斯判定前一种读法更为可取。
- 2.80τὸ φοιτῶν ἀντὶ τοῦ φοιτῶντος
对于亚里士多德原文中的主格分词 φοιτῶν,斐洛波诺斯认为它是代替属格 φοιτῶντος 使用的,从而修饰前面的债务人(χρεωστῶν)。同时他也指出,若按其字面主格,将其理解为修饰收回钱财的债权人(ὁ ἀπειληφώς)同样是可行的。
- 2.81οὐ τῶν ἐν αὐτῷ αἰτίων
引文中的 ἐν αὐτῷ 被理解为反身代词 ἐν ἑαυτῷ(在自身之内)。与运动原因在自身内部的自然事物相对,钱财的收回起源于外部的思想,由此以对照方式表明它属于机遇而非自发。
