- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:272.21-274.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约安尼斯·斐洛庞诺斯针对亚里士多德《物理学》196b23–24进行注解,借助草木自生、落石与战马逃生的事例,阐明机遇与自发虽属于“为了某种目的的事物”却附随地发生,并解释了附随原因的不确定性及其与依自身原因的对照。
" Τὰ δὲ τοιαῦτα ὅταν κατὰ συμβεβηκὸς γένηται, ἀπὸ τύχης φαμὲν εἶναι." Ὅταν, φησί, τὰ ἀπὸ διανοίας ἢ ἀπὸ φύσεως ἂν γεγενημένα1 μὴ ἐκ διανοίας ἢ ἀπὸ φύσεως προηγουμένως πράττηται, ἀλλὰ τὴν γένεσιν ἔχοι κατὰ συμβεβηκός, τὰ τοιαῦτά φαμεν εἶναι ἀπὸ τύχης καὶ ἀπὸ ταὐτομάτου. οἷον τὸ περιτυχεῖν φίλῳ ἢ κομίσασθαι τὸ ἀργύριον παρὰ τοῦ χρεωστοῦντος διανοίας ἔργον ἐστίν· ὅταν οὖν τοῦτο, ὅπερ διανοίας ἔργον ἐστί, μὴ ἐκ διανοίας γένηται καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς ἔχοι τὴν ἔκβασιν, ἀπὸ τύχης λέγεται γεγενῆσθαι. πάλιν φύσεως ἔργον τὸ ἐκ τοῦ ὁμοίου τὸ ὅμοιον γεννᾶσθαι, οἷον ἐξ ἀμπέλου ἄμπελον καὶ ἐξ ἐλαίας ἐλαίαν· ὅταν οὖν τι τούτων μὴ ἐκ τοῦ ὁμοίου γένηται, ἐκ ταὐτομάτου φαμὲν αὐτὸ γεγενῆσθαι. διὰ τοῦτο τὰς πόας ἐκ ταὐτομάτου φαμὲν βλαστάνειν, διότι μὴ ἐξ ὁμοίων κατὰ τὸν νόμον τῆς φύσεως· οὐ γὰρ δὴ πάντως σπέρματα ἐκ τῆς ἐν τῷ προτέρῳ χρόνῳ πόας ἐγκαταλιμπανόμενα ἐν τῇ γῇ οὕτως ποιεῖ τὰς παρούσας πόας, ἀλλὰ κἂν μηδὲ ὅλως ἔχῃ σπέρματα βλαστήσειεν ἄν. καὶ δηλοῦσι τά τε ἀμπελοφόρα χωρία ἀεὶ μὲν εἰς ἅπαν ὑπὸ τῶν γεωργῶν καθαιρόμενα, ἀεὶ δὲ βλαστάνοντα· καὶ ἡ πατουμένη δὲ καὶ πολὺν χρόνον μὴ βλαστήσασα μηδέν, εἰ ἀφεθείη τοῦ πατεῖσθαι, βλαστήσειεν ἂν ἀεὶ πόας. κἂν μὴ φυσικὸν δὲ εἴη τὸ ἀποτελούμενον, ἀλλ’ ὡς φυσικῇ ὁρμῇ παρηκολουθηκὸς ἐκ ταὐτομάτου λέγεται γενέσθαι,2 ὡς ὁ κατενεχθεὶς λίθος καὶ γενόμενος ἐπιτήδειος εἰς καθέδραν (οὐ γὰρ φυσικὸν τοῦτο τέλος), καὶ ὁ ἵππος ὁ διψήσας ἐν τῷ πολέμῳ καὶ καταβαλὼν τὸν δεσπότην καὶ συμβολῆς γενομένης καὶ τοῦ δεσπότου ἀποθανόντος αὐτὸς σωθείς· λέγεται γὰρ ἐκ ταὐτομάτου σεσῶσθαι, οὐχ ὅτι φυσικὸν τέλος ἔσχεν ἐκ ταὐτομάτου, ἀλλ’ ὅτι φυσικῇ ὁρμῇ παρηκολούθησεν.
“而当这类事物附随地生成时,我们说是由于机遇。” 他说,当凡本会由思想或由自然生成的事物,并非首要地由思想或由自然所作出,而是附随地具有其生成时,我们说这类事物是由机遇和由自发而来的。例如,遇见朋友或从债务人那里收回钱财是思想的作为;因此,当这一本身作为思想作为的事物,并非依自身由思想生成,而是附随地具有其结局时,它就被说是由于机遇生成的。同样,由同类产生同类是自然的作为,例如由葡萄树产生葡萄树,由橄榄树产生橄榄树;因此,当这些事物中的某物不是由同类生成时,我们就说它是由自发生成的。因此我们说草是由自发萌发的,因为它不是按照自然的法则由同类[生成的];因为绝非完全是由先前时期的草留在地里的种子这样产生现在的草的,而是即使完全没有种子,它也会萌发。葡萄园的土地表明了这一点,它们虽总被农夫彻底清除干净,却总是萌发;而被践踏且长时期未萌发任何东西的土地,如果不再被践踏,也会总是萌发出草来。即使所产生的结果不是自然之物,而是作为伴随着自然冲动而发生之物,它也被说成是由自发生成的,就像落下来并适宜作为座位的石头(因为这并不是一个自然的目的),以及在战斗中口渴、甩下主人,并在交锋发生且主人阵亡之后自身得以幸存的马;因为据说它是由自发得救的,并不是因为它由自发而具有了自然的目的,而是因为它伴随着自然冲动。
"Ὥσπερ γὰρ καὶ ὄν ἐστι τὸ μὲν καθ’ αὑτὸ τὸ δὲ κατὰ συμβεβηκός." Ὅτι ἔστιν αἴτιά τινα κατὰ συμβεβηκός, διὰ τούτων κατασκευάζει. εἰ γάρ ἐστι, φησί, τινὰ τῶν ὄντων κατὰ συμβεβηκὸς ὄντα, δῆλον ὅτι καὶ τὰ τούτων αἴτια κατὰ συμβεβηκὸς ἂν εἶεν αἴτια· καθ’ αὑτὸ μὲν γὰρ εἰς τὴν ἀγορὰν προῆλθε, κατὰ συμβεβηκὸς δὲ τῷ ἀπὸ ξένης ἐλθόντι περιέτυχε φίλῳ. εἰ οὖν ἔστι τὰ κατὰ συμβεβηκὸς ὄντα, ἔστι δηλονότι καὶ τὰ κατὰ συμβεβηκὸς τούτων αἴτια, ὁπότε καὶ τῶν καθ’ αὑτὸ ὄντων λέγεται εἶναι καὶ κατὰ συμβεβηκὸς αἴτια·3 τῆς γοῦν οἰκίας καθ’ αὑτὸ μὲν ὁ οἰκοδόμος αἴτιος, κατὰ συμβεβηκὸς δὲ ὁ φαλακρός. ἔστι δέ, φησί, τὰ κατὰ συμβεβηκὸς αἴτια ἀόριστα· δύναται γὰρ καὶ ὁ λευκὸς καὶ ὁ σιμὸς καὶ ὁ μουσικὸς καὶ μυρία ἄλλα, τὸ δὲ καθ’ αὑτὸ αἴτιον ὥρισται· ἀεὶ γὰρ τῆς οἰκίας ὁ οἰκοδόμος αἴτιος καὶ τοῦ πλοίου ὁ ναυπηγός. ὅταν οὖν, φησί, τὰ κατὰ συμβεβηκὸς αἴτια τοῖς ἕνεκά του αἰτίοις παρακολουθήσῃ, τότε λέγεται τὸ κατὰ τύχην καὶ τὸ ἐκ ταὐτομάτου. ἔχεις οὖν ἐντεῦθεν τὴν ἔννοιαν καθ’ ἣν ἐλέγετο μικρὸν ἔμπροσθεν ἡ τύχη καὶ τὸ αὐτόματον ἐν τοῖς ἕνεκά του εἶναι, ὅτι λέγονται ἐν τοῖς ἕνεκά του διὰ τὸ τοῖς ἕνεκά του παρακολουθεῖν, τοῖς κατὰ φύσιν, φημί, καὶ τοῖς κατὰ διάνοιαν. ταῦτα μὲν οὖν αὐτοῖς κοινῶς ὑπάρχει, τὸ ἐν τοῖς ἐπ’ ἔλαττον εἶναι τὸ ἐν τοῖς ἕνεκά του τὸ κατὰ συμβεβηκός, τίς δὲ ἡ πρὸς ἄλληλα αὐτῶν διαφορὰ ἐρεῖ μικρὸν ὕστερον, ἣν ἡμεῖς φθάσαντες εἴπομεν, ὅτι ἡ μὲν τύχη τοῖς κατὰ διάνοιαν ἀκολουθεῖ, ἤγουν τοῖς κατὰ προαίρεσιν, τὸ δ’ αὐτόματον τοῖς κατὰ φύσιν.
“因为正如存在一方面是依自身的,另一方面是附随的一样”存在着某些附随的原因,这是他通过这些话所论证的。他说,因为如果存在物中的某些是附随存在的,显然这些事物的原因也会是附随的原因;因为他依自身前往了广场,却附随地遇见了从异乡归来的朋友。因此,如果存在着附随存在的事物,显而易见也存在着这些事物的附随原因,既然甚至对于依自身存在的事物,也被说成具有附随的原因;例如,对于房屋,依自身的原因是建筑师,而附随的[原因]则是秃头者。他说,附随的原因是不确定的;因为肤白者、塌鼻者、精通音乐者以及无数其他事物都能够[作为原因],而依自身的原因则是确定的;因为对于房屋,建筑师总是原因,对于船只,造船匠总是原因。因此他说,当附随的原因伴随着为了某种目的的原因时,在此时才被称为出于机遇的事物和由自发而来的事物。因此你由此便掌握了刚才所说的机遇与自发在为了某种目的的事物之中的含义,即它们之所以被称为在为了某种目的的事物之中,是因为伴随着为了某种目的的事物,我指的是伴随着依自然的事物以及依思想的事物。因此,这些是对它们共同成立的:在较少发生的事物之中、在为了某种目的的事物之中、附随地发生;至于它们彼此之间的区别是什么,他稍后将会说明,而我们此前也已经提前说过:机遇伴随着依思想的事物,即依抉择的事物,而自发则伴随着依自然的事物。
- 2.78τὰ ἀπὸ διανοίας ἢ ἀπὸ φύσεως ἂν γεγενημένα
带有 ἄν 的完成时分词 γεγενημένα 具有潜在或非现实虚拟的意味,指代“通常本应由思想或自然生成的那类事物”(即本具有目的论属性的生成物)。
- 2.78κἂν μὴ φυσικὸν δὲ εἴη τὸ ἀποτελούμενον, ἀλλ’ ὡς φυσικῇ ὁρμῇ παρηκολουθηκὸς ἐκ ταὐτομάτου λέγεται γενέσθαι
在让步从句 κἂν ... εἴη 之后,主句为 ἀλλ' ... λέγεται γενέσθαι。ὡς 与分词 παρηκολουθηκός 连用表示理由或视角(“作为伴随……之物”),随后的 ὡς ὁ κατενεχθεὶς λίθος ... 则引出具体事例以例示整个主句。
- 2.79ὁπότε καὶ τῶν καθ’ αὑτὸ ὄντων λέγεται εἶναι καὶ κατὰ συμβεβηκὸς αἴτια
连词 ὁπότε 引导原因从句(“既然/鉴于”)。第一个 καὶ 起强调作用修饰 τῶν καθ' αὑτὸ ὄντων(“甚至对于依自身存在的事物”),第二个 καὶ 则修饰 κατὰ συμβεβηκὸς αἴτια(“也具有附随的原因”)。
