- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:270.32-272.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德《物理学》第2卷第5章(196b13–21)的划分,运用第三格三段论整理并辩护了其论证结构,阐明机遇与自发属于“较少发生”与“为了某种目的”的事物的交集。
" Ἀλλ’ ἐπειδὴ ἔστι τινὰ ἃ γίνεται καὶ παρὰ ταῦτα." Παρὰ τὰ ἐξ ἀνάγκης καὶ τὰ ὡς ἐπὶ πολύ, ταῦτα δέ ἐστι τὰ ἐπ’ ἔλαττον. τά τε γὰρ τοιαῦτα ἀπὸ τύχης καὶ τὰ ἀπὸ τύχης τοιαῦτα. ἐπειδὴ ἔστι, φησί, τὰ ἐπ’ ἔλαττον, ἔστι δηλονότι καὶ τὰ ἀπὸ τύχης καὶ τοῦ αὐτομάτου· ἀντιστρέφουσι γὰρ ταῦτα ἀλλήλοις, καὶ τὰ ἐπ’ ἔλαττον1 ἐκ ταὐτομάτου ἢ ἀπὸ τύχης, καὶ τὰ ἀπὸ τύχης καὶ ἐκ ταὐτομάτου ἐπ’ ἔλαττον. ἰστέον δὲ ὅτι οὐ πάντως τὰ ἐπ’ ἔλαττον ἀπὸ τύχης εἰσὶν ἢ ἀπὸ ταὐτομάτου· οὐδὲ γὰρ εἴ τις ὄψον τι σπανίως ἐσθίει δι’ ἔνδειαν ἢ διὰ τὸ μὴ ἥδεσθαι αὐτῷ, ἀπὸ τύχης ἂν ὁ τοιοῦτος ἐσθίοι τὸ ὄψον, ὅς γε αὐτὸς ἑκὼν ὠνησάμενος ἔφαγεν. καὶ οἱ μεγάλοι πάνυ μαργαρῖται τῶν ἐπ’ ἔλαττόν εἰσιν εὑρισκομένων, ἀλλ’ ὅμως οὐδὲ οὗτοι ἐκ ταὐτομάτου γεγόνασιν ἀλλ’ ἀπὸ φύσεως, οὔτε ὁ ἀγρεύσας ἀπὸ τύχης ἤγρευσεν· ἐπὶ τούτῳ γὰρ ἦλθεν, ἐπὶ τῷ μαργαρίτας εὑρεῖν. καὶ πολλὰ τοιαῦτά ἐστιν ἕτερα.
“但是,既然还有某些生成于这些事物之外的事物”在出于必然的事物以及大多数情况下的事物之外,而这些就是较少发生的事物;因为这类事物是由机遇而来的,而由机遇而来的事物亦是这类的。他说,既然存在较少发生的事物,显而易见也存在由机遇和自发而来的事物;因为这些事物相互换位,较少发生的事物是由自发或由机遇而来的,由机遇和自发而来的事物则是较少发生的。但必须知道,较少发生的事物并不完全都是由机遇或由自发而来的;因为即使某人由于贫困或不喜好而极少吃某种美味,这样的人也不会是由机遇而吃这美味的,因为是他自己自愿买来并吃下的。极大的珍珠也属于较少被发现之物,但尽管如此,这些既不是由自发生成的,而是由自然生成的,捕捉者也不是由机遇捕捉到的;因为他是为此目的而来的,即为了寻找珍珠。还有许多诸如此类的其他事物。
"Τῶν δὲ γινομένων τὰ μὲν ἕνεκά του γίνεται, τὰ δὲ οὔ· τούτων δὲ τὰ μὲν κατὰ προαίρεσιν, τὰ δὲ οὐ κατὰ προαίρεσιν, ἄμφω δὲ ἐν τοῖς ἕνεκά του." Ἡ δευτέρα διαίρεσις ἡ εἰς τὰ ἕνεκά του καὶ εἰς τὰ μηδενὸς ἕνεκα. ἄμφω δέ, φησί, τήν τε τύχην καὶ τὸ αὐτόματον ἐν τοῖς ἕνεκά του θετέον. σημείωσαι δὲ ὅτι, διελὼν τὸ ἕνεκά του εἰς τὰ κατὰ προαίρεσιν καὶ μή, οὐκ ἀνήγαγεν ὑπὸ ταῦτα τὴν τύχην καὶ τὸ αὐτόματον, ἀλλ’ εἰς τὸ γένος· ἄμφω γάρ φησιν ἐν τοῖς ἕνεκά του. ἢ ἐν τοῖς ἕνεκά του ἀκουσόμεθα τὰ κατὰ προαίρεσιν καὶ τὰ μὴ κατὰ προαίρεσιν,2 ὑφ’ ἃ ἀνάγεσθαί φησι τὴν τύχην καὶ τὸ αὐτόματον, τὴν μὲν εἰς τὰ κατὰ προαίρεσιν, τὸ δὲ εἰς θάτερα. μὴ κατὰ προαίρεσιν δὲ λέγεται τά τε φύσει καὶ τὰ τέχνῃ γινόμενα.
“在生成的事物中,有些是为了某种目的生成的,有些则不是;而在这些之中,有些是依抉择的,有些则不是依抉择的,但两者都在为了某种目的的事物之中。” 这是划分为为了某种目的的事物与不为任何目的的事物的第二种划分。他说,机遇与自发两者都必须置于为了某种目的的事物之中。应当注意,在将为了某种目的的事物划分为依抉择者与非依抉择者之后,他并没有将机遇和自发归入这些之下,而是归入了属;因为他说两者都在为了某种目的的事物之中。或者我们将“在为了某种目的的事物之中”理解为依抉择者与非依抉择者,他说机遇与自发正是被归入它们之下,前者归入依抉择者,后者归入另一者。而由自然生成者与由技术生成者则被称为非依抉择者。
"Ὥστε δῆλον ὅτι καὶ ἐν τοῖς παρὰ τὸ ἀναγκαῖον καὶ τὸ ὡς ἐπὶ πολὺ ἔστιν ἔνια περὶ ἃ ἐνδέχεται ὑπάρχειν τὸ ἕνεκά του." Λαβὼν ἐκ τῶν διαιρέσεων τῶν δύο ὅτι ἡ τύχη καὶ τὸ αὐτόματον καὶ ἐν τοῖς ἐπ’ ἔλαττον καὶ ἐν τοῖς ἕνεκά του, συλλογίσασθαι βούλεται τὸ ἐκ τούτων ἀναφαινόμενον, τοῦτο δέ ἐστιν ὅτι τινὰ τῶν ἐπ’ ἔλαττον τῶν ἕνεκά τού ἐστιν. ἔστι δὲ ἐν τρίτῳ σχήματι ὁ συλλογισμός· ἡ τύχη καὶ τὸ αὐτόματον τῶν ἐπ’ ἔλαττον, ἡ τύχη καὶ τὸ αὐτόματον τῶν ἕνεκά του, τὶ ἄρα ἐπ’ ἔλαττον ἕνεκά τού ἐστιν. ὥστε οὐ δεῖ θαυμάζειν εἰ τὴν τύχην καὶ τὸ αὐτόματον τῶν ἕνεκά του καὶ τῶν ἐπ’ ἔλαττόν φαμεν εἶναι. δόξει δὲ ὁ συλλογισμὸς τὰ αὐτὰ διὰ τῶν αὐτῶν συλλογίζεσθαι·3 ἔχομεν γὰρ ἐν ταῖς προτάσεσιν, ὅτι τὸ αὐτὸ καὶ ἕνεκά τού ἐστι καὶ ἐπ’ ἔλαττον, ὥστε δόξει περιττὸν εἶναι τὸ αὐτὸ ὅπερ ἐν ταῖς προτάσεσιν εἰλήφαμεν, τοῦτο πειρᾶσθαι συμπεραίνεσθαι. φημὶ οὖν ὅτι ἐν ταῖς προτάσεσιν οὐκ εἴληπται τὸ ἐπ’ ἔλαττον ἕνεκά του, ἀλλ’ ἡ τύχη καὶ τὸ αὐτόματον καὶ ἐπ’ ἔλαττον οὖσα καὶ ἕνεκά του, καὶ τοῦτο ἀνὰ μέρος ἐδείχθη· ὁ οὖν συλλογισμὸς συνάγει οὐχ ὅτι ἡ τύχη καὶ τὸ αὐτόματον ἐν τοῖς ἕνεκά του καὶ ἐν τοῖς ἐπ’ ἔλαττον, ἀλλ’ ὅτι τὸ ἐπ’ ἔλαττον ἕνεκά του.
“因此显然,即便在必然的事物与大多数情况下的事物之外,也存在某些事物,为了某种目的在关于它们时是可以成立的。” 从这两种划分中把握到机遇与自发既在较少发生的事物之中,也在为了某种目的的事物之中,他便意图推论出从中显现的结论,即较少发生的事物中的某些是为了某种目的的。这个三段论是在第三格之中的:机遇与自发属于较少发生的事物;机遇与自发属于为了某种目的的事物;因此,某种较少发生的事物是为了某种目的的。所以,如果我们说机遇与自发属于为了某种目的的事物以及较少发生的事物,并不值得惊讶。但是这个三段论似乎是在用同样的前提推论同样的事物;因为我们在前提中已经持有同一个东西既是为了某种目的的也是较少发生的,所以试图去得出我们在前提中所把握的完全同一的事物,似乎是多余的。于是我说,在前提中所把握的并不是较少发生的事物是为了某种目的的,而是机遇与自发既是较少发生的也是为了某种目的的,并且这已分别被证明了;因此,该三段论所推得的并不是机遇与自发在为了某种目的的事物之中以及在较少发生的事物之中,而是较少发生的事物是为了某种目的的。
"Ἔστι δὲ ἕνεκά του ὅσα ἀπὸ διανοίας ἂν πραχθείη καὶ ὅσα ἀπὸ φύσεως." Ἡ τρίτη διαίρεσις. διελὼν δὲ τὸ ἕνεκά του εἰς τὰ κατὰ προαίρεσιν καὶ μή, κατὰ ἄλλην ἐπιδιαίρεσιν προσεχεστέραν μᾶλλον τὸ αὐτὸ διαιρεῖ· τῶν γὰρ ἕνεκά του τὰ μὲν ἀπὸ διανοίας τὰ δὲ ἀπὸ φύσεως, εἶτα διέλοις ἂν κατὰ τὴν πρώτην διαίρεσιν τὰ ἀπὸ διανοίας, ὅτι τῶν ἀπὸ διανοίας τὰ μὲν κατὰ προαίρεσίν ἐστι τὰ δὲ οὐ κατὰ προαίρεσιν.
“而为了某种目的的事物,是凡由思想所作出的事物以及凡由自然所作出的事物。” 这是第三种划分。在将为了某种目的的事物划分为依抉择者与非依抉择者之后,他依据另一种更为切近的再划分对同一事物进行了划分;因为在为了某种目的的事物中,有些是由思想而来的,有些是由自然而来的,接着你可以按照最初的划分来划分由思想而来的事物,即在由思想而来的事物中,有些是依抉择的,有些则不是依抉择的。
- 2.74ἀντιστρέφουσι γὰρ ταῦτα ἀλλήλοις, καὶ τὰ ἐπ’ ἔλαττον ἐκ ταὐτομάτου ἢ ἀπὸ τύχης, καὶ τὰ ἀπὸ τύχης καὶ ἐκ ταὐτομάτου ἐπ’ ἔλαττον
在断言换位(ἀντιστρέφουσι)之后,作者紧接着用 ἰστέον δὲ ὅτι... 对此进行了修正,指出并非所有较少发生的事物都出于机遇或自发。因此,此处应理解为在行文论述中暂时提出的外延相当。
- 2.75ἢ ἐν τοῖς ἕνεκά του ἀκουσόμεθα τὰ κατὰ προαίρεσιν καὶ τὰ μὴ κατὰ προαίρεσιν
连词 ἤ 引入了对前一种解释(即亚里士多德将它们直接归入“为了某种目的”这一属)的替代方案。宾格词组 τὰ κατὰ προαίρεσιν καὶ τὰ μὴ κατὰ προαίρεσιν 是 ἀκουσόμεθα(理解、领会)的宾语,介词短语 ἐν τοῖς ἕνεκά του 则标示被解释的原文词句。
- 2.76δόξει δὲ ὁ συλλογισμὸς τὰ αὐτὰ διὰ τῶν αὐτῶν συλλογίζεσθαι
δόξει 是带主语 ὁ συλλογισμός 的人称结构(“这个三段论似乎……”)。宾格 τὰ αὐτά 是不定式 συλλογίζεσθαι 的宾语,διὰ τῶν αὐτῶν 表示前提/手段(“通过相同的前提”),引出关于同义反复或窃取论题的疑难。
