- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:269.18-270.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺表述了机遇与自发的定义并推导出共同自发的界定,通过原因与目的之间的一多结构关系阐明了它们与一般偶性原因的根本区别,并开始解读196b10的引文。
τὸ δὲ γενέσθαι ἑξαδάκτυλον, καὶ ἁπλῶς πάντα τὰ τέρατα,1 ἐκ ταὐτομάτου μὲν διὰ τὸ ὁρμῇ φυσικῇ ἐπακολουθῆσαι, οὐ τῷ τέλει δὲ τῷ φυσικῷ ἐπηκολούθησεν, ἀλλ’ ἐκείνου διαμαρτούσης τῆς φύσεως συνέβη ταῦτα γενέσθαι· ὥστε καὶ ἐκ τούτων ἔχομεν, ὅτι τῶν κατὰ συμβεβηκὸς αἰτίων ἡ τύχη καὶ τὸ αὐτόματον. Τὰ δεδειγμένα οὖν ἐκ πάντων τούτων συναγαγὼν ὁρίζεται τὴν τύχην, ὅτι ἔστιν αἰτία κατὰ συμβεβηκὸς ἐν τοῖς ἐπ’ ἔλαττον κατὰ προαίρεσιν τῶν ἕνεκά του. ἵνα δὲ σαφέστερος γένηται ὁ ὁρισμός, δεῖ οὕτως εἰπεῖν ὑπερβιβάσαντα τὴν λέξιν,2 ὅτι ‘ἔστιν ἡ τύχη τῶν ἕνεκά του ἐν τοῖς κατὰ προαίρεσιν τῶν ἐπ’ ἔλαττον γινομένων αἰτία κατὰ συμβεβηκός’. ὁμοίως δὲ καὶ τοῦ αὐτομάτου τὸν ὁρισμὸν ἀποδώσει, λέγων ὅτι ‘ἔστι τὸ αὐτόματον τῶν ἕνεκά του ἐν τοῖς κατὰ φύσιν τῶν ἐπ’ ἔλαττον γινομένων αἰτία κατὰ συμβεβηκός’. ὡς γὰρ εἶπον, ὅταν μὲν τοῖς κατὰ προαίρεσιν ἄλλα τινὰ ἀπαντήσῃ παρὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, τούτων τῆς ἐκβάσεως αἰτία λέγεται εἶναι ἡ τύχη, ὅταν δὲ τοῖς κατὰ φύσιν, τὸ αὐτόματον. ἐν τοῖς ἕνεκα δέ του, ὅτι τοῖς ἕνεκά του κατὰ συμβεβηκὸς παρέπεται τῇ φύσει καὶ τῇ προαιρέσει. τούτων δὲ τῶν ὁρισμῶν ἐὰν ἀφέλῃς τοῦ μὲν τὸ ‘ἐν τοῖς κατὰ προαίρεσιν’ τοῦ δὲ τὸ ‘ἐν τοῖς κατὰ φύσιν’, ποιήσεις τὸν τοῦ κοινοῦ αὐτομάτου ὁρισμόν, ὃς καὶ κατὰ τῆς τύχης καὶ κατὰ τοῦ ἰδίως λεγομένου αὐτομάτου κατηγορεῖται. τί οὖν διαφέρει ἡ τύχη καὶ τὸ αὐτόματον τῶν ἄλλων κατὰ συμβεβηκὸς αἰτίων λεγομένων, οἷον τοῦ φαλακροῦ ἢ τοῦ λευκοῦ; λέγεται γὰρ ὁ φαλακρὸς ἢ ὁ λευκὸς οἰκοδομῆσαι ἢ αἴτιος εἶναι τοῦ υἱοῦ, εἰ ὁ πατὴρ τοιοῦτος εἴη καὶ ὁ οἰκοδόμος. ὅτι τῶν ἄλλων κατὰ συμβεβηκὸς αἰτίων λεγομένων3 ἕκαστον ἕτερον ὂν παρὰ τὸ καθ’ αὑτὸ αἴτιον ἐκείνῳ ἐπισυμβέβηκε, καὶ ἑνὸς καὶ τοῦ αὐτοῦ τέλους τὸ μὲν καθ’ αὑτὸ λέγεται αἴτιον τὸ δὲ κατὰ συμβεβηκός (τῆς γὰρ οἰκίας καθ’ αὑτὸ μὲν ὁ τέκτων κατὰ συμβεβηκὸς δὲ ὁ φαλακρός, ἕτερος δὲ τοῦ τέκτονος ὁ φαλακρὸς τῷ λόγῳ καὶ συμβέβηκεν ὁ φαλακρὸς τῷ τέκτονι), ἐπὶ δὲ τῆς τύχης καὶ τοῦ αὐτομάτου ἔμπαλιν· ἓν γὰρ καὶ ταὐτὸν αἴτιον ἄλλου μὲν τέλους ἐστὶ καθ’ αὑτὸ αἴτιον, ἄλλου δὲ κατὰ συμβεβηκός. ἡ γὰρ εἰς ἀγορὰν πρόοδος μία καὶ ἡ αὐτὴ οὖσα καὶ τῷ λόγῳ καὶ τῷ ἀριθμῷ, τῆς μὲν εἰς ἀγορὰν διατριβῆς καθ’ αὑτό ἐστιν αἰτία, τοῦ δὲ περιτυχεῖν τῷ φίλῳ κατὰ συμβεβηκός· καὶ ἡ φορὰ τοῦ λίθου ἡ ἐπὶ τὸ κάτω τοῦ μὲν ἐν τῷ οἰκείῳ τόπῳ γενέσθαι καθ’ αὑτὸ αἰτία, τοῦ δὲ πλῆξαι τὸν παριόντα ἢ γενέσθαι τὸν λίθον πρὸς καθέδραν ἐπιτήδειον κατὰ συμβεβηκός. ὥστε ἐνταῦθα μὲν δύο τὰ τέλη τὸ δὲ αἴτιον ἕν, ἐκεῖ δὲ ἔμπαλιν δύο μὲν τὰ αἴτια κατὰ τὴν ἑαυτῶν φύσιν ἓν δὲ τὸ τέλος· ἄλλος γὰρ ὁ τοῦ φαλακροῦ λόγος, καὶ ἄλλος ὁ τοῦ οἰκοδόμου. ὥστε τὴν τύχην ἐρεῖς εἶναι γενικώτερον μὲν κατὰ συμβεβηκὸς αἴτιον ἐνεργοῦσαν περί τι περὶ ὃ μὴ προέθετο ἐνεργῆσαι, εἰδικώτερον δὲ καὶ προσεχέστερον μυρία καὶ ἀόριστα· καὶ γὰρ ἡ ἐπὶ λουτρὸν πρόοδος τοῦ αὐτοῦ δύναιτ’ ἂν αἰτία εἶναι καὶ ἡ ἐπὶ ἱερὸν καὶ ἄλλα μυρία. ὡσαύτως καὶ ἐπὶ τοῦ αὐτομάτου γενικώτερον μὲν τὴν φύσιν ἀποδώσεις πάλιν κατὰ συμβεβηκὸς ἐνεργοῦσαν περί τι ὃ μὴ σκοπὸς καὶ τέλος ἐστὶ τῶν φυσικῶν λόγων, εἰδικώτερον δὲ ὡσαύτως μυρία καὶ ἀόριστα τὰ αἴτια. Πρῶτον μὲν οὖν, ἐπειδὴ ὁρῶμεν τὰ μὲν ἀεὶ ὡσαύτως γινόμενα. ἡ πρώτη διαίρεσις ἡ εἰς τὰ ἐξ ἀνάγκης καὶ ἀεί, καὶ τὰ ἐπὶ πολύ, καὶ τὰ ἐπ’ ἔλαττον.
拥有六指而出生,以及一般而言所有的怪异之物,都是由于伴随着自然的冲动而由自发生成的,然而它们并没有伴随自然的目标,反而是因为自然错失了那个目标,才碰巧生成了这些东西。因此,从这些情况我们亦可得知,机遇和自发属于偶性的原因。于是,他总括从这一切中已被证明的要点,将机遇定义为:它是“为了某种目的的事物中,依抉择在较少发生的事物之中的偶性原因”。但为了让该定义更为清晰,应当调换语序而这样表述:“机遇是为了某种目的的事物中,在较少发生的事物里依抉择者的偶性原因”。同样地,他亦将给出自发的定义,说“自发是为了某种目的的事物中,在较少发生的事物里依自然者的偶性原因”。因为正如我所说,当某些不同于最初意图的其他事物与依抉择者相遇时,机遇便被说是它们结局的原因;而当它们与依自然者相遇时,自发便被说是原因。至于“在为了某种目的的事物中”,是因为它偶性地伴随着自然与抉择这些为了某种目的的事物。在这些定义中,如果你从前一个去掉“在依抉择的事物中”,从后一个去掉“在依自然的事物中”,你便会构成共同自发的定义,它既被述谓于机遇,也被述谓于狭义所说的自发。那么,机遇和自发与那些被称为偶性原因的其他事物(例如秃头者或白皮肤者)究竟有何不同?因为如果父亲与建筑师恰是这样的人,秃头者或白皮肤者便被说成建造了房屋或是儿子的原因。其原因在于,在被称为偶性原因的其他事物中,每一个都是在本质原因之外的别样事物而偶性地依附于它,并且针对同一个终极目的,一个被称为本质原因,另一个被称为偶性原因(因为就房屋而言,木匠是本质原因,秃头者是偶性原因,而秃头者在定义上与木匠相异,且秃头者是偶性地依附于木匠的);而在机遇和自发的情况下则恰好相反:因为同一个原因对于一个终极目的是本质原因,对于另一个终极目的则是偶性原因。因为前往广场在定义上和数量上虽然是同一个,但对于在广场消磨时光而言是本质原因,而对于遇到友人而言则是偶性原因;同样,石块向下的运行对于处在固有处所而言是本质原因,而对于击中过路人或使石块适于作为座位而言则是偶性原因。因此,在此处终极目的是两个而原因是同一个,在彼处则相反,依其自身本性而言原因是两个而终极目的是同一个;因为秃头者的定义与建筑师的定义并不相同。所以你会说,机遇就更普遍而言是在某件并不预先意图作为的事情上发挥作用的偶性原因,而就更特殊且更切近而言则是无数且不定的;因为前往沐浴、前往神殿以及其他无数事情都可能成为同一个结果的原因。在自发上情形亦复如是,就更普遍而言,你将再次提出那偶性地就某件并非自然原则之目标与终极目的的事情而发挥作用的自然,而就更特殊而言,原因同样是无数且不定的。 “首先,既然我们看到,有些事物总是以同样方式生成的”这是划分为出于必然且总是的事物、大多数情况下的事物以及较少发生的事物的初次划分。
- 2.73τὸ δὲ γενέσθαι ἑξαδάκτυλον, καὶ ἁπλῶς πάντα τὰ τέρατα
句首带冠词不定式短语 τὸ γενέσθαι ἑξαδάκτυλον 与宾格短语 πάντα τὰ τέρατα 并非主句直接的语法主语,而是作为提出讨论主题的悬置句式(悬挂宾格);其后通过无人称结构 συνέβη ταῦτα γενέσθαι(“这些事情碰巧生成”)及复指代词 ταῦτα 重新接续了句子结构。
- 2.73ὑπερβιβάσαντα τὴν λέξιν
分词 ὑπερβιβάσαντα 为阳性单数宾格,指代不定式 εἰπεῖν 的逻辑主语(泛指的阅读者)。此处指示调整亚里士多德原文中的语序倒置(hyperbaton),以便将修饰短语重组为更容易把握逻辑从属关系的正常次序。
- 2.73ὅτι τῶν ἄλλων κατὰ συμβεβηκὸς αἰτίων λεγομένων
连词 ὅτι 引出了对前文疑问句 τί οὖν διαφέρει...(“……究竟有何不同?”)的直接回答(“因为……”)。该因果从句统领了其后贯穿整个对比的宏大结构,直至与 ἐπὶ δὲ τῆς τύχης ... ἔμπαλιν(“而在机遇……的情况下则恰好相反”)相对比。
