- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:26.21-27.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在184b25中将巴门尼德等人关于不动的一者之学说排除在自然哲学之外的做法,斐洛庞奴斯阐述了科学层级理论,论证各门特殊科学无需也不应针对否定自身固有本原的人进行辩驳,而应将本原的证明委派给上位科学或第一哲学。
" Τὸ μὲν οὖν εἰ ἓν καὶ ἀκίνητον τὸ ὂν σκοπεῖν1 οὐ περὶ φύσεώς ἐστι σκοπεῖν." Ἐκθέμενος ἐκ διαιρέσεως τὰς περὶ τῶν ἀρχῶν τῶν φυσικῶν δόξας καὶ εἰπὼν ποίου μορίου τῆς διαιρέσεως τίς τῶν ἀρχαιοτέρων προέστη, νῦν ἐπισκέπτεται πρὸς ποίας μὲν τῶν δοξῶν φυσιολόγου ἐστὶ διαλεχθῆναι, πρὸς ποίας δ’ οὔ. καὶ γὰρ ἐπιστήμονος ἔργον ἐστὶ τὴν φύσιν τῶν ὑποβεβλημένων αὐτῷ πραγμάτων ἐπισκέπτεσθαι καὶ διακρίνειν τίνα μὲν αὐτῷ προσήκει, τίνα δὲ μή· ὥσπερ ἀμέλει καὶ τέκτων ξύλων πολλῶν ὑποκειμένων τὰ μὲν ἐκλέξεται ὡς ἐπιτήδεια τῇ αὑτοῦ τέχνῃ, τὰ δὲ ἀπορρίψει. διὰ τοῦτο καὶ νῦν ὁ Ἀριστοτέλης ἕν τι τῆς διαιρέσεως μόριον ἀποκρίνας, τὸ λέγον μίαν εἶναι τὴν ἀρχὴν καὶ ἀκίνητον, οὗ προΐσταντο οἱ περὶ τὸν Παρμενίδην καὶ Μέλισσον, φησὶν ὅτι οὐκ ἔστι φυσικοῦ τὸ πρὸς τούτους διαλέγεσθαι ἀναιροῦντας τὰς φυσικὰς ἀρχάς. οὐδεμιᾶς γάρ ἐστι τῶν κατὰ μέρος ἐπιστημῶν2 πρὸς τὸν ἀναιροῦντα τὰς οἰκείας ἀρχὰς αὐτῆς διαλέγεσθαι, διότι οὐδὲ τὸ ἀποδεικνύναι τὰς οἰκείας ἀρχὰς τῶν κατὰ μέρος ἐπιστημῶν, ἀλλὰ μόνης τῆς πρώτης καὶ ἀνυποθέτου φιλοσοφίας· αὕτη γὰρ τὰς πασῶν ἀρχὰς ἀποδείκνυσιν, αἱ δὲ κατὰ μέρος ἐπιστῆμαι ἐξ ὑποθέσεως τὰς οἰκείας ἀρχὰς λαμβάνουσι. διὰ τοῦτο οὖν πρὸς τὸν ἀναιροῦντα τὰς ἀρχὰς ἡστινοσοῦν ἐπιστήμης οὐκ ἔστιν αὐτῆς ἐκείνης διαλέγεσθαι, ἀλλ’ ἢ τῆς προσεχῶς ὑπὲρ αὐτὴν τεταγμένης ἐπιστήμης, ἢ τῆς πασῶν κοινῆς. (κοινὴν δὲ πασῶν ἐπιστήμην λέγει ἢ τὴν πρώτην καὶ ἀνυπόθετον φιλοσοφίαν, ἢ τὴν διαλεκτικήν. καὶ γὰρ αὕτη τὰς πάντων ἀρχὰς ἀποδείκνυσιν· οὕτω γὰρ αὐτὴν ἐν τοῖς Τόποις ὡρίσατο· “ὁ μὲν σκοπός”, φησί, “τῆς πραγματείας μέθοδον εὑρεῖν δι’ ἧς δυνησόμεθα συλλογίζεσθαι περὶ παντὸς τοῦ προτεθέντος ἐξ ἐνδόξων”. ταύτῃ οὖν ἡ διαλεκτικὴ διαφέρει τῆς πρώτης φιλοσοφίας, ὅτι ἡ μὲν ἐξ ἀρχῶν αὐτοπίστων καὶ κοινῶν ἐννοιῶν ποιεῖται τὰς ἀποδείξεις, ἡ δὲ διαλεκτικὴ ἐξ ἐνδόξων.) πρὸς γοῦν τὸν ἀναιροῦντα ὅτι τὸ σημεῖον ἀμερές ἐστιν, ἢ ἡ γραμμὴ μῆκος ἀπλατές, οὐ διαλέξεται ὁ γεωμέτρης, ἀλλὰ παραπέμψει τῷ πρώτῳ φιλοσόφῳ ταῦτα ἀποδεικνύναι.3 ὁμοίως ὁ ἰατρός, ὅτι ἐκ τῶν τεσσάρων στοιχείων τὸ σῶμα καὶ περὶ αὐτῶν τῶν στοιχείων τῷ φυσικῷ παραπέμψει ἀποδεικνύναι· προτέτακται γὰρ φυσικῶς τοῦ ἰατροῦ ὁ φυσικός. πάλιν τῆς ὀπτικῆς τὰς ἀρχὰς γεωμετρία ἀποδείξει, καὶ γραμματικῆς μὲν μουσική, ταύτης δὲ ἀριθμητική. λαμβάνει μὲν γὰρ ὁ γραμματικὸς τάδε μὲν τὰ στοιχεῖα μακρά, τάδε δὲ βραχέα, καὶ τὰ αὐτὰ νῦν μὲν βραχέα, ἄλλοτε δὲ μακρά· τὴν αἰτίαν δὲ αὐτὸς μὲν ἀγνοεῖ, ὁ μουσικὸς δὲ ἀποδείκνυσι. πάλιν ὁ μουσικὸς λαμβάνει ὅτι ἥδε πρὸς τήνδε ἡ χορδὴ τὸν ἡμιόλιον ἢ τὸν διπλασίονα ἢ τὸν ἐπίτριτον ἔχει λόγον, τὴν ἐν χορδαῖς μόνον τῶν ἀριθμῶν σχέσιν λαμβάνων· ὁ μέντοι ἀριθμητικὸς καθόλου τίς ἐστιν ὁ τοῦ διπλασίου λόγος ἐξετάζει καὶ τῶν λοιπῶν, εἴτε ἐν χορδαῖς εἴη, εἴτε ὁπουδήποτε.
“因此,考察存在者是否为一且不动,并不是关于自然之考察。” 在基于划分陈述了关于自然本原的诸意见,并说明了古代人中何人拥护该划分的哪一部分之后,他[亚里士多德]现在探讨自然哲学家应当针对其中哪些意见进行辩论,而针对哪些则不应当。因为考察置于自身之下的事物的本性,并辨别何者属于自己、何者不属于自己,正是学问探求者的职责;正如木匠在许多木料呈于眼前时,必然会选出适合于自身技艺的木料,而弃置其余的一样。正因如此,亚里士多德现在也挑出划分中的某一个构成部分,即主张本原为一且不动的这一派——巴门尼德和梅利索斯等人所拥护的观点——指出,针对这些否定自然本原的人进行辩论,并不属于自然哲学家的职责。因为针对否定自身固有本原的人进行辩论,并不属于任何特殊科学,这是因为证明自身固有的本原同样不属于特殊科学,而仅属于第一位的、无假定的哲学;因为是后者证明所有科学的本原,而各特殊科学则是基于假定接受自身固有的本原。因此,针对否定任何一门科学之本原的人进行辩论,并不属于该科学本身,而是要么属于紧接着排列在其上的科学,要么属于所有科学所共通的科学。(他所说的“所有科学共通的科学”,是指第一位的、无假定的哲学,抑或是辩证术。因为辩证术也证明一切事物的本原;他在《论题篇》中正是这样定义辩证术的:“本论著的目的”,他说,“是寻找一种方法,通过它我们将能够从公认意见出发就任何提出的问题进行推论”。因此辩证术与第一哲学的不同之处在于:第一哲学从自身可信的本原和共通观念出发进行证明,而辩证术则从公认意见出发进行证明。)至少,几何学家不会针对否定点无部分或线是无宽度的长度的人进行辩论,而是把证明这些事情委派给第一哲学家。同样,医生会把证明身体由四元素构成以及关于元素本身的论证委派给自然哲学家;因为在自然的位阶上,自然哲学家先于医生。同样,几何学将证明光学的基础本原,音乐理论证明文法学的本原,算术证明音乐理论的本原。因为文法学家虽然接受这些字母[音素]是长的而那些是短的,以及相同的字母此时为短而彼时为长,但他自己不知道原因,而音乐理论家则对此加以证明。再者,音乐理论家接受这根弦相对于那根弦具有二分之三、两倍或三分之四的比例,仅把它们作为琴弦中数的关系来接受;然而算术家则普遍地考察两倍的比例以及其余比例究竟是什么,无论它是在琴弦中还是在任何地方。
- 1.10Τὸ μὲν οὖν εἰ ἓν καὶ ἀκίνητον τὸ ὂν σκοπεῖν
中性冠词 τὸ 将带有间接疑问从句(εἰ ἓν καὶ ἀκίνητον τὸ ὄν)的不定式短语 σκοπεῖν 名词化,充当整个句子的主语。谓语是 οὐ περὶ φύσεώς ἐστι σκοπεῖν,其中介词短语 περὶ φύσεως 修饰作表语的不定式 σκοπεῖν。
- 1.10οὐδεμιᾶς γάρ ἐστι τῶν κατὰ μέρος ἐπιστημῶν... διότι οὐδὲ τὸ ἀποδεικνύναι τὰς οἰκείας ἀρχὰς τῶν κατὰ μέρος ἐπιστημῶν
属格短语 οὐδεμιᾶς ἐστι τῶν κατὰ μέρος ἐπιστημῶν 是表示属性或职责的属格结构(“不属于任何特殊科学”)。主语是不定式短语 διαλέγεσθαι。随后的 διότι 从句中,名词化不定式 τὸ ἀποδεικνύναι 作主语,系词 ἐστί 依据上文的平行结构承前省略。
- 1.10παραπέμψει τῷ πρώτῳ φιλοσόφῳ ταῦτα ἀποδεικνύναι
不定式 ἀποδεικνύναι 依附于动词 παραπέμπω,作表目的或说明的不定式(“委派第一哲学家来证明这些”)。
