- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:268.3-269.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯确立了机遇和自发属于“为了某种目的”且“较少发生”的事物,并通过具体例证论述了伴随思辨(抉择)的是机遇,而伴随自然冲动的是自发。
τούτων οὖν ἐν τοῖς ἕνεκά του1 θετέον αἰτίαν τὴν τύχην, οὐκ ἐν τοῖς οὐδενὸς ἕνεκα γινομένοις, ἐν τοῖς ἕνεκα δέ του ἡ τύχη καὶ τὸ αὐτόματον οὐχ ὡς αὐτῶν ἕνεκά του ποιούντων, ἀλλ’ ὡς παρακολουθούντων τοῖς ἕνεκά του. ἔχομεν οὖν ὅτι ἡ τύχη καὶ τὸ αὐτόματον καὶ ἐν τοῖς ἕνεκά του διὰ τὴν δευτέραν διαίρεσιν, καὶ ἐν τοῖς ἐπ’ ἔλαττον διὰ τὴν προτέραν. διαιρεῖ δὲ καὶ τὸ ἕνεκά του εἴς τε τὰ κατὰ προαίρεσιν καὶ εἰς τὰ μὴ κατὰ προαίρεσιν· κατὰ προαίρεσιν μέν εἰσι τὰ ἐφ’ ἡμῖν πάντα, οὐ κατὰ προαίρεσιν δὲ τά τε φυσικὰ καὶ τὰ τεχνητά· ὑπὸ μὲν οὖν τὰ κατὰ προαίρεσιν ἀνάξεις τὴν τύχην, ὑπὸ δὲ τὰ μὴ κατὰ προαίρεσιν τὸ αὐτόματον. τὰ γὰρ τεχνητὰ ἐκ διανοίας μὲν γίνεται, ἐκ προαιρέσεως δὲ οὔ· ἡ γὰρ προαίρεσις αἵρεσίς ἐστι τοῦδε πρὸ τοῦδε, ὁ δὲ τεχνίτης οὐχ αἱρεῖται ὃ βούλεται, ἀλλ’ ὅπερ ἂν ἡ τέχνη ἀπαιτῇ, κἂν βουλεύηται δὲ ἔστιν ὅτε, οὐχ ὡς τεχνίτης βουλεύεται· ἡ γὰρ βουλή, ὡς αὐτός φησι, γίνεται δι’ ἔνδειαν φρονήσεως. ὥστε ἐὰν παρῇ ἡ τέχνη, βουλῆς οὐ δεῖ. ὥστε οὐδὲ τῶν ἐφ’ ἡμῖν ἡ τέχνη· τὰ γὰρ ἐφ’ ἡμῖν κατὰ προαίρεσιν, ὡς τὸ λούσασθαι καὶ μή, καὶ τὰ παραπλήσια. τρίτῃ κέχρηται διαιρέσει, μᾶλλον δὲ τὸ ἕνεκά του ἄλλως ἐπιδιαιρεῖ· τῶν γὰρ ἕνεκά του, φησί, τὰ μὲν ἀπὸ διανοίας γίνεται τὰ δὲ ὑπὸ φύσεως, ὑπὸ διανοίας μὲν τά τε κατὰ προαίρεσιν καὶ κατὰ τέχνην (ἐπὶ πλέον γὰρ ἡ διάνοια τῆς προαιρέσεως), ὑπὸ φύσεως δὲ τὰ φυσικά. πάντα δὲ ἕνεκά του· ἥ τε γὰρ φύσις ἕνεκά του ποιεῖ (τυχεῖν γὰρ θέλει τοῦ φυσικοῦ εἴδους), καὶ ἡ διάνοια ὁμοίως. καὶ γὰρ καὶ τὰ κατὰ τέχνην καὶ τὰ κατὰ προαίρεσιν ἕνεκά του γίνεται· οἷον λούομαι ἵνα ὑγιάνω, καὶ ἀναγινώσκω ἵνα ἐλλόγιμος γένωμαι. ἀνάξεις οὖν ὑπὸ μὲν τὰ κατὰ διάνοιαν τὴν τύχην, ὑπὸ δὲ τὰ κατὰ φύσιν τὸ αὐτόματον· τῶν γὰρ κατὰ διάνοιαν καὶ τῶν κατὰ φύσιν ἕνεκά του γινομένων, ὅταν μὲν τοῦ οἰκείου ταῦτα τύχωσι σκοποῦ, οὐδὲν λέγεται συμβεβηκέναι ἀπὸ τύχης ἢ ἀπὸ ταὐτομάτου, ὅταν δὲ ἢ μὴ τοῦ σκοποῦ ταῦτα τύχωσιν ἢ καὶ τυχόντων τῇ προαιρετικῇ καὶ φυσικῇ ὁρμῇ ἔξωθέν τι κατὰ συμβεβηκὸς παρακολουθήσῃ,2 ὃ μηδαμῶς προέκειτο τῷ σκοπῷ τῆς φύσεως ἢ τῆς προαιρέσεως, τοῦτο λέγεται ἢ κατὰ τύχην συμβῆναι εἰ τῇ προαιρετικῇ ὁρμῇ ἐπηκολούθησεν, ἢ ἐκ ταὐτομάτου εἰ τῇ φυσικῇ. οἷον προῆλθέ τις λουσόμενος, εἶτα πρὶν λούσασθαι ὑπαντήσας ὃν οὐ προσεδόκησεν ὑπέδειξεν αὐτῷ πιπρασκόμενα βιβλία, ἅπερ ἐζήτει μὲν πάλαι ἀγοράσαι οὐκ ἂν δὲ ἤλπισε νῦν εὑρηκέναι, καὶ περιφρονήσας τοῦ λουτροῦ ἀπῆλθεν ἐπὶ τὴν ὠνὴν τῶν βιβλίων. λέγεται οὖν ἡ ὠνὴ τῶν βιβλίων κατὰ τύχην γενέσθαι· ἐπηκολούθησε γὰρ ὁρμῇ προαιρετικῇ τῇ ἐπὶ τὸ λουτρὸν προόδῳ. ἐνταῦθα τοῦ μὲν σκοποῦ ἡ προαίρεσις ἀπέτυχεν, ἕτερον δέ τι τέλος τῇ τοιαύτῃ ὁρμῇ κατὰ συμβεβηκὸς ἐπηκολούθησε. πάλιν προελθών τις λούσασθαι κατενεχθέντος λίθου ἐπλήγη, καὶ οὐκ ἄν ἔτι ἐλούσατο. εἰ δὲ προέλθοι τις ἐπὶ τῷ διατρῖψαι εἰς ἀγοράν, εἶτα ἐλθὼν περιτύχοι ἐκεῖ τῷ ἐξ ἀποδημίας ἐλθόντι φίλῳ ὃν οὐκ ἄν ἤλπισε, τῷ σκοπῷ καὶ τῷ τέλει τῆς προαιρέσεως λέγεται κατὰ συμβεβηκὸς ἐπηκολουθηκέναι τὰ ἀπὸ τύχης. ὁμοίως ἔχει καὶ ἐπὶ τῶν φυσικῶν· οἷον ἔπεσε λίθος ἐξ ὕψους οὐκ ἀσφαλῶς ᾐωρημένος, καὶ κατηνέχθη ὑπὸ τῆς φυσικῆς ὁρμῆς εἰς τὸν οἰκεῖον καὶ κατὰ φύσιν τόπον, καὶ κατενεχθεὶς προσερράγη τισὶ στερεοῖς σώμασι καὶ ἐθραύσθη τὰς ἐξοχὰς3 καὶ γέγονεν εἰς καθέδραν ἐπιτήδειος· ἐκ ταὐτομάτου λέγεται γεγενῆσθαι τοῦτο, τῇ φυσικῇ ὁρμῇ καὶ τῷ σκοπῷ τῆς φύσεως κατὰ συμβεβηκὸς παρακολουθῆσαν.
因此,在这些事物之中,应当将机遇作为原因安置在为了某种目的而生成的事物中,而不是安置在不为什么目的而生成的事物中;但机遇和自发属于为了某种目的的事物,并非由于它们自身为了某种目的而作为,而是由于它们伴随着为了某种目的的事物。因此我们得知,由于第二种划分,机遇和自发属于为了某种目的的事物之中,而由于前一种划分,它们又属于较少发生的事物之中。他又将为了某种目的的事物划分为依抉择的事物和不依抉择的事物:所有取决于我们的事物都是依抉择的,而自然事物和技艺制品则是不依抉择的;因此,你当把机遇归入依抉择的事物之下,而把自发归入不依抉择的事物之下。因为技艺制品固然出于思辨而生成,却不是出于抉择;因为抉择是将此物先于彼物予以选取,而工匠并不选取他所愿望的,而是选取技艺所要求的,即使他有时会进行考量,也并非作为工匠而考量;因为正如他自己所言,考量是因实践智慧的缺乏而产生的。因此,若技艺在场,便无需考量。所以技艺亦不属于取决于我们的事物;因为取决于我们的事物是依抉择的,诸如沐浴或不沐浴以及类似的事情。他使用了第三种划分,或者不如说是以另一种方式对为了某种目的的事物进行了细分:因为他说,在为了某种目的的事物中,有些是出于思辨生成的,有些则是由自然生成的;出于思辨的是依抉择和依技艺的事物(因为思辨比抉择的外延更宽),由自然的则是自然事物。而所有这些都是为了某种目的的;因为自然也是为了某种目的而有所作为(因为它意欲获得自然的形式),思辨亦同样如此。因为依技艺的事物和依抉择的事物确实都是为了某种目的而生成的:例如,我沐浴是为了健康,我阅读是为了变得有名望。因此,你当把机遇归入依思辨的事物之下,而把自发归入依自然的事物之下。因为当依思辨和依自然为了某种目的生成的事物达到其固有目标时,便没有任何事情被说是出于机遇或出于自发而碰巧发生;但当它们要么未能达到其目标,要么即使达到了,某种并非预先置于自然或抉择之目标中的外来事物偶性地伴随着抉择的或自然的冲动时,如果伴随的是抉择的冲动,这便被说是出于机遇而发生,如果伴随的是自然的冲动,便被说是出于自发而发生。例如,某人外出打算沐浴,接着在沐浴之前遇到了一个他并未预料到的人,那人向他指出了正在售卖的几本书,这些书是他久求购买但未曾期望在此时找到的,于是他置沐浴于不顾,跑去购买那些书籍。因此,书籍的购买被说是出于机遇而发生的;因为它伴随着前往沐浴这一抉择的冲动。在此,抉择虽未达到其目标,但另一个终极目的偶性地伴随了这样的冲动。再如,某人外出沐浴,被落下的石块砸伤,因而未能再去沐浴。然而,如果某人外出是为了在广场消磨时光,随后来到那里偶遇了刚从异邦归来且未曾预料其前来的友人,出于机遇的事情便被说是偶性地伴随着抉择的目标与终极目的。在自然事物上情形亦复如是:例如,一块未被安全悬挂的石头从高处坠落,在自然冲动的驱使下向下运行至其固有且依本性的处所,而在下落时撞击在某些坚硬物体上,突起的部分被震碎,变得适于作为座位;这便被说是出于自发而生成的,因为它偶性地伴随着自然的冲动与自然的目标。
- 2.73ἐν τοῖς ἕνεκα δέ του ἡ τύχη καὶ τὸ αὐτόματον οὐχ ὡς αὐτῶν ἕνεκά του ποιούντων, ἀλλ’ ὡς παρακολουθούντων τοῖς ἕνεκά του
由 οὐχ ὡς ... ἀλλ’ ὡς 引导的独立属格结构 αὐτῶν ... ποιούντων 与 παρακολουθούντων 以属格承接主语(ἡ τύχη καὶ τὸ αὐτόματον),表方式或原因(“并非由于它们自身作为……,而是由于伴随着……”)。这指明机遇和自发本身并不主动充当目的因,而是偶性地伴随着其他具有目的指向的过程。
- 2.73ὅταν δὲ ἢ μὴ τοῦ σκοποῦ ταῦτα τύχωσιν ἢ καὶ τυχόντων τῇ προαιρετικῇ καὶ φυσικῇ ὁρμῇ ἔξωθέν τι κατὰ συμβεβηκὸς παρακολουθήσῃ
表选择的连词连接了 ἢ μὴ ... τύχωσιν 与 ἢ καὶ τυχόντων ... παρακολουθήσῃ 两种情境。在后一分支中,τυχόντων 是修饰前述 ταῦτα 的独立属格结构(带有让步意味:“即使达到了”),而与之并列的与格短语 τῇ ... ὁρμῇ 则作动词 παρακολουθήσῃ 的补足成分。
- 2.73ἐθραύσθη τὰς ἐξοχὰς
被动语态动词 ἐθραύσθη 后的宾格 τὰς ἐξοχὰς 为关系宾格(所谓希腊式宾格),意为“就其突起部分而言被碎裂”。
