← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§25.12-26.20

德谟克利特与阿那克萨哥拉论无限本原

斐洛波诺斯解释了亚里士多德对无限本原的划分:一是如德谟克利特那样属为一且因形状而异(以此解释性质),二是如阿那克萨哥拉那样互为对立;接着说明早先的自然哲学家同样是围绕本原的数目与运动展开探求的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8

" Καὶ εἰ ἀπείρους, ἢ οὕτως ὥσπερ Δημόκριτος, τὸ γένος ἕν, σχήματι ἢ εἴδει διαφερούσας." Γένος φησὶ τὸ ὑποκείμενον καὶ τὴν οὐσίαν τῶν ἀτόμων· ἔλεγε γὰρ μιᾶς μὲν οὐσίας εἶναι πάσας τὰς ἀτόμους, διαφέρειν δὲ ἀλλήλων τοῖς σχήμασι, τῷ τὰς μὲν εἶναι σφαιρικάς, τὰς δὲ κυβικὰς ἢ πυραμοειδεῖς, ἢ ἕτερόν τι τῶν σχημάτων ἔχειν. οὕτω δὲ πολλάκις καὶ ἐν τοῖς Ἀποδεικτικοῖς τὸ ὑποκείμενον γένος ὠνόμασε. σχήματι δὲ ἢ εἴδει· ἐκ παραλλήλου τὸ αὐτό φησιν·1 εἴδους γὰρ λόγον ἐν ταῖς ἀτόμοις τὸ σχῆμα ἔχειν ἔλεγεν ὁ Δημόκριτος. ἢ καὶ ἐναντίας· ἤτοι τοῦτό φησιν ὅτι ὁ Δημόκριτος ἓν τὸ γένος ὑπετίθετο τῶν ἀτόμων, διαφέρειν δὲ αὐτὰς κατὰ τὰ σχήματα, οὐ μόνον δὲ διαφέρειν, ἀλλὰ καὶ ἐναντίας εἶναι (ἐπειδὴ γὰρ θερμότητα καὶ ψύξιν καὶ λευκότητα καὶ μελανίαν οὐκ ἔλεγεν εἶναι ἐν ταῖς ἀτόμοις ὁ Δημόκριτος, ἀλλ’ ἐκ τῶν σχημάτων ἀπεγέννα τὰ πάθη καὶ τῆς πρὸς ἡμᾶς τῶν ἀτόμων σχέσεως· τὰς μὲν γὰρ σφαιρικάς, ὡς εὐκινήτους, θερμότητος καὶ τοῦ πυρὸς εἶναι αἰτίας· ὡς γὰρ εὐκίνητοι, διαιροῦσι θᾶττον καὶ διεισδύνουσι, τοῦτο δὲ ἴδιον πυρὸς τὸ τμητικὸν καὶ εὐκίνητον· τὰς κυβικὰς δὲ φέρε εἰπεῖν, ὡς ὠθούσας μᾶλλον καὶ πιλούσας, ψύξιν ἐργάζεσθαι· πιλητικὸν γὰρ τὸ ψυχρόν. ὁμοίως καὶ ἐπὶ τῶν χρωμάτων γίνεσθαι ἔλεγεν. ὅταν μὲν τῶν πυραμίδων φέρε εἰπεῖν αἱ κορυφαὶ προσβάλλωσι τῇ ὄψει, τοιάνδε ποιεῖν χρώματος φαντασίαν, οἷον λευκοῦ· διακριτικὸν γὰρ τῆς ὄψεως τὸ λευκόν, διαιρετικὸν δὲ καὶ τὸ ὀξύ, οἵα ἐστὶ καὶ ἡ κορυφὴ τῆς πυραμίδος· ὅταν δὲ αἱ βάσεις, μέλανος· συγκριτικὸν γὰρ τὸ μέλαν, τοιοῦτον δὲ τὸ ἀμβλύ· πιλεῖ γὰρ καὶ εἰς ταὐτὸν τῇ πιλήσει συνωθεῖ τὰ διεστῶτα. ἐπεὶ οὖν τοῖς διαφόροις σχήμασι τῶν ἐναντίων παθῶν ποιητικαί εἰσιν αἱ ἄτομοι, οὐ μόνον διαφέρειν αὐτὰς τοῖς σχήμασιν εἶπεν, ἀλλὰ καὶ ἐναντίας εἶναι), ἢ μᾶλλον2 πρὸς τὸν Ἀναξαγόραν αὐτῷ τείνει ὁ λόγος, ὃς καὶ ἐναντίας εἶναι ὁμοιομερείας ἔλεγεν, οἷον πυρὸς καὶ ὕδατος. καὶ μᾶλλον τοῦτο ἀληθές, ἵνα καὶ ἡ ἀντιδιαίρεσις σωθῇ. εἰπὼν γὰρ καὶ εἰ ἀπείρους, ἢ οὕτως ὥσπερ Δημόκριτος, τὸ γένος ἕν, σχήματι ἢ εἴδει διαφερούσας, ἀνταπέδωκε τὸ ἕτερον τῆς διαιρέσεως μόριον3 εἰπὼν ἢ ἐναντίας, ὡσανεὶ ἔλεγεν ‘ἢ ὡς Ἀναξαγόρας λέγει ἐναντίας’.

“而若[本原]是无限的,则要么如德谟克利特所说,属为一,而在形状或形式上有所不同,”他所说的“属”是指原子的基质与实体;因为他[德谟克利特]主张所有原子都具有单一实体,但在形状上彼此不同,这是由于一部分是球形的,另一部分是立方体或锥形的,抑或具有其他某种形状。他在《后分析篇》中也经常这样将基质称为“属”。“在形状或形式上”是以并列的方式表达同一个意思;因为德谟克利特主张在原子中形状充当形式的角色。“抑或也是对立的”:要么他是说,德谟克利特假定原子的属为一,而它们在形状上有所不同,并且不仅是不同,而且也是对立的(因为德谟克利特不说热、冷、白、黑存在于原子内部,而是从形状以及原子与我们的关系中产生出这些性质;因为球形的原子由于易于运动,是热和火的原因;因为作为易动之物,它们更快地分割并渗入,而这种切断性与易动性正是火所特有的;而比方说立方体的原子,由于更多地推挤和聚结,造成寒冷;因为冷是致聚结的。他说在色彩方面发生的情况也是类似的。比方说,当角锥的顶端触及视觉时,便产生如此这般的色彩表象,比如白色;因为白色分散视觉,而尖锐之物,正如角锥的顶端那样,也是具有分割性的;而当底面触及视觉时,便产生黑色的表象;因为黑色是凝聚性的,而钝者正是如此;因为它聚结,并通过聚结把分离的东西挤压归拢到一处。既然原子凭借其不同的形状能产生对立的性质,因此他说它们不仅在形状上有所不同,而且也是对立的);要么更确切地说,他的话是指向阿那克萨哥拉的,后者主张同质部分也是对立的,例如火与水。而后一种看法更为真实,以便使划分的对称性得以保持。因为他在说了“而若[本原]是无限的,则要么如德谟克利特所说,属为一,而在形状或形式上有所不同”之后,通过说“抑或是对立的”,对应地给出了该划分的另一肢,仿佛他在说“抑或如阿那克萨哥拉所说,是对立的”。

§1.9

"Ὁμοίως δὲ ζητοῦσι καὶ οἱ τὰ ὄντα ζητοῦντες πόσα." Ἐκθέμενος τὴν διαίρεσιν νῦν βούλεται δεῖξαι, ὅτι οὐ περιέργως οὐδὲ καινοτέρως αὐτὸς ταύτῃ τῇ περὶ τῶν ἀρχῶν διαιρέσει ἐχρήσατο, ἀλλὰ πάντες οἱ πρὸ αὐτοῦ φυσικοὶ τῇ αὐτῇ διαιρέσει ἐν τῷ περὶ τῶν ἀρχῶν λόγῳ ἐχρήσαντο, ζητοῦντες πότερον ἕν τί ἐστι τὸ στοιχεῖον ἐξ οὗ τὰ πάντα ἢ πλείονα, καὶ πότερον κινούμενα ἢ ἀκίνητα.

“探求存在者有多少的人也作同样的探求。” 在陈述了这一划分之后,他[亚里士多德]现在想要表明,他自己并不是多余地、也不是标新立异地采用了这一关于诸本原的划分,而是他之前的所有自然哲学家在关于本原的论述中都采用了完全相同的划分,探求万物由之构成的元素究竟是一个还是多个,以及它们究竟是运动的还是不动的。

语法注3 条
  1. 1.8ἐκ παραλλήλου τὸ αὐτό φησιν

    副词短语 ἐκ παραλλήλου 是修辞和注疏惯用语,意为“并列地”或“同义重复地”。在此表明亚里士多德原文中的 σχήματι ἢ εἴδει(在形状或形式上)并非指两个不同的概念,而是以同义并列的方式表达同一个内容。

  2. 1.8ἢ καὶ ἐναντίας· ἤτοι τοῦτό φησιν... ἢ μᾶλλον

    注疏者引出亚里士多德文本中的短语 ἢ καὶ ἐναντίας(抑或也是对立的),并提出了两种不同的解释(ἤτοι... ἢ μᾶλλον...)。前者将其理解为德谟克利特系统内部的对立(原子形状引起相反性质),而后者从划分的对称性(ἀντιδιαίρεσις)出发,将其视为指阿那克萨哥拉的相互对立的同质部分。注疏者认为后一种解释更为恰当。

  3. 1.8ἀνταπέδωκε τὸ ἕτερον τῆς διαιρέσεως μόριον

    动词 ἀνταποδίδωμι 在此为逻辑学/论辩结构术语,意为“对应地给出/补充(二分法的)另一肢”。主语为亚里士多德,表明他以 ἢ ἐναντίας(另一肢)来对应先前的 ἢ οὕτως ὥσπερ Δημόκριτος(前一肢),从而完成整个划分的对称结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:25.12-26.20