- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:259.6-260.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在亚里士多德于《物理学》卷二第四章(195b28)转向对机遇与自发的探讨之际,斐洛庞奴斯梳理了所提出的四个问题(原因归属、相互差异、本质定义、是否存在)及其探讨次序,并阐释了通过具体例证(偶遇朋友、口渴的战马、坠落的石头)证明它们只是空洞名称的反对论疑难。
" Ὅσα μὲν οὖν τὰ αἴτια καὶ ὃν τρόπον αἴτια, ἔστω ἡμῖν διωρισμένα ἱκανῶς. λέγεται δὲ καὶ ἡ τύχη καὶ τὸ αὐτόματον τῶν αἰτίων." Διαλεχθεὶς περὶ τῶν καθ’ αὑτὸ αἰτίων καὶ τῶν κατὰ συμβεβηκός, καὶ διαστειλάμενος αὐτὰ ἀπ’ ἀλλήλων καὶ ἀκριβῶς τὸν περὶ αὐτῶν διεξελθὼν λόγον, ἐπειδὴ τῶν κατὰ συμβεβηκὸς αἰτίων ἐστὶ καὶ ἡ τύχη καὶ τὸ αὐτόματον, βούλεται καὶ περὶ αὐτῶν διαλεχθῆναι· καὶ γὰρ πολλά φαμεν καὶ εἶναι καὶ γίνεσθαι ἀπὸ τύχης καὶ ἀπὸ ταὐτομάτου. καὶ ζητεῖ περὶ αὐτῶν, ἵνα ἀνάπαλιν τῇ τάξει τῆς ἀπαριθμήσεως τῶν προβλημάτων εἴπωμεν ὥσπερ καὶ αὐτός,1 ἐν τίνι τῶν αἰτίων ἀποθετέον τὴν τύχην καὶ τὸ αὐτόματον, πότερον ἐν τῷ ποιητικῷ ἢ ἐν τῷ εἰδικῷ ἢ τινι τῶν ἄλλων, ἔπειτα τί διαφέρουσιν ἀλλήλων ἡ τύχη καὶ τὸ αὐτόματον, καὶ τί ποτε ὅλως ἐστὶν ἡ τύχη καὶ τὸ αὐτόματον, καὶ τέταρτον εἰ ὅλως ἔστιν ἡ τύχη καὶ τὸ αὐτόματον, ὅπερ ἔδει τῶν προβλημάτων πρότερον ἐκθέσθαι. ἐν γοῦν τῷ διαιτᾶν περὶ τῶν προβλημάτων τούτων ἀνάπαλιν ἄρξεται, καὶ πρῶτον ζητήσει εἰ ἔστιν ὅλως ἡ τύχη καὶ τὸ αὐτόματον, ἔπειτα τί ποτέ ἐστι2 ταῦτα, ἔπειτα τί διαφέρουσιν ἀλλήλων, καὶ τέταρτον ἐν ποίῳ τῶν αἰτίων αὐτὰ ἀποθετέον. πρότερον οὖν ζητήσει εἰ ὅλως ἔστιν ἡ τύχη καὶ τὸ αὐτόματον· ἀπορήσει γοῦν εἰς τοὐναντίον, ὅτι μήποτε οὐκ ἔστιν ὅλως ἡ τύχη καὶ τὸ αὐτόματον, ἀλλ’ ὀνόματα μόνον ἐστὶ ταῦτα κενὰ ἐν τῇ συνηθείᾳ κατὰ μηδενὸς πράγματος κατηγορούμενα. καὶ γὰρ τῶν λεγομένων ἀπὸ τύχης γίνεσθαι ἔστι, φησίν, εὑρεῖν ὡρισμένα τινὰ αἴτια τῆς γενέσεως. οἷον προῆλθέ τις εἰς ἀγορὰν ἐπί τινα χρείαν, εἶτα ἐλθὼν καταλαμβάνει ἐκεῖσε τὸν φίλον ἐξ ἀποδημίας ἐπανήκοντα, ὃν ἐβούλετο μὲν θεάσασθαι, οὐκ ᾤετο δὲ τηνικαῦτα ἢ ἐξ ἀποδημίας ἐπανήξειν ἢ εἰς ἀγορὰν εὑρίσκεσθαι· οὗτος λέγεται μὲν ἀπὸ τύχης τῷ φίλῳ περιτετυχηκέναι, κενὴ δέ τις ἔοικεν αἰτίας εἶναι ἀπόδοσις ἡ τύχη.3 ἔστι γὰρ ἐπί τι ὡρισμένον αἴτιον ἀναγαγεῖν τὴν αἰτίαν τούτου, τὴν κινήσασαν προαίρεσιν εἰς ἀγορὰν ἐλθεῖν· εἰ γὰρ καὶ μὴ διὰ τοῦτο ἡ πρόοδος εἰς ἀγορὰν γέγονεν, ἀλλ’ οὐδὲν ἕτερον αἴτιόν ἐστι τῆς τοῦ φίλου ἐντυχίας, ἢ τὸ βουληθῆναι εἰς ἀγορὰν ἐλθεῖν. εἰ τοίνυν τὴν μὲν τύχην ἀόριστον εἶναι αἴτιον καὶ οἱ τιθέμενοι λέγουσιν, ἔστι δὲ τῶν ἀπὸ τύχης λεγομένων γίνεσθαι ὡρισμένον τι αἴτιον ἀποδοῦναι, ἔοικε κενὸν εἶναι μόνον ὄνομα ἡ τύχη. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ αὐτομάτου. ἐν πολέμῳ γὰρ διψήσας τις ἵππος κατέβαλε τὸν ἐπιβάτην καὶ ἔδραμεν ἐπὶ τὸ ὕδωρ, καὶ συμβολῆς γενομένης ἡττήθησαν καὶ ἀπώλοντο· λέγεται οὖν ὁ ἵππος ἐκ ταὐτομάτου σεσῶσθαι. λίθος κατηνέχθη ἄνωθεν, καὶ περιθραυσθεὶς τὰ ἐξέχοντα γέγονεν εἰς καθέδραν ἐπιτήδειος· καὶ λέγεται ἐκ ταὐτομάτου γενέσθαι. ἀλλὰ τούτων ἔστιν ὡρισμένα αἴτια ἀποδοῦναι τήν τε φυσικὴν τοῦ λίθου ὁρμὴν τὴν ἐπὶ τὸ κάτω κινήσασαν, καὶ τὴν τοῦ ἵππου δίψαν δι’ ἣν 〈ἐκ〉 τῆς παρατάξεως ἔφυγεν· ὥστε οὐκ ἔστιν ἡ λεγομένη τύχη καὶ τὸ αὐτόματον τινῶν αἴτια.
“那么,原因有多少种,以及以何种方式是原因,就让我们算是已经充分规定了。但机遇与自发也被说成属于原因。” 在讨论了本然原因与偶性原因、将它们彼此区分并对其作出了精确阐述之后,既然机遇与自发也属于偶性原因,他便希望对它们也加以讨论;因为我们确实说许多事物是由机遇和自发而存在且生成的。关于它们,他探讨了以下问题——为了让我们如他本人一样按照与列举问题的顺序相反的次序来陈述:应当把机遇与自发归入哪一种原因,是归入动力因、形式因还是其他某种原因;其次,机遇与自发彼此有何不同;再者,机遇与自发究竟整体上是什么;第四,机遇与自发究竟是否存在——而这第四点原本是应当在诸问题之前就被提出的。无论如何,在对这些问题进行裁定时,他将从相反的顺序开始:首先他将探讨机遇与自发究竟是否存在,其次这些事物究竟是什么,再次它们彼此有何不同,第四应当将它们归入哪种原因。因此,首先他将探讨机遇与自发究竟是否存在;因为他确实会朝相反方向提出疑难,认为也许机遇与自发根本就不存在,而只是习俗用法中不陈述于任何实事的空洞名称而已。他说,因为对于那些被称为出于机遇而生成的事物,人们能够为其生成找到某种确定的原因。例如,有人为了某种事务走到集市上去,然后到了那里碰见从异邦归来的友人,他固然想见到友人,但并未料想友人会在此时从异邦归来,或在集市上被遇到;这个人被说成是出于机遇而偶然遇上了友人,但机遇似乎只是一种空洞的原因给出。因为人们完全可以把这件事情的原因归结为某种确定的原因,即促使他走向集市的抉择;因为即使走向集市的出行并非为了这个目的,但对于与友人相遇而言,除了想要走向集市之外并没有别的任何原因。那么,如果就连主张机遇的人也说机遇是不确定的原因,而另一方面对于被称为出于机遇而生成的事物却能给出某种确定的原因,那么机遇似乎就只是一个空洞的名称而已。对于自发之事亦然。因为在战争中,一匹口渴的马摔下骑者跑去喝水,而在交战发生时,〔己方的人〕被击败并阵亡了;于是这匹马被说成是出于自发而得救的。一块石头从上方坠落,周边突出的部分被摔碎后,变得适合当作座位;它也被说成是出于自发而变成这样的。但对于这些事物,人们完全可以给出确定的原因,即推动石头向下运动的自然冲力,以及马由此从战阵中逃跑的口渴;因此,所谓的机遇与自发并不是任何事物的原因。
- 2.65ἵνα ἀνάπαλιν τῇ τάξει τῆς ἀπαριθμήσεως τῶν προβλημάτων εἴπωμεν ὥσπερ καὶ αὐτός
ἵνα 引导虚拟式(εἴπωμεν)构成插入性的目的从句,意为“为了让我们如他本人一样按照列举问题相反的次序来陈述”。τῇ τάξει 是表示方式或观点的与格,而紧随其后由 ἐν τίνι 引出的一系列间接疑问句则作为动词 ζητεῖ 的宾语从句。
- 2.65εἰ γὰρ καὶ μὴ διὰ τοῦτο ἡ πρόοδος εἰς ἀγορὰν γέγονεν, ἀλλ’ οὐδὲν ἕτερον αἴτιόν ἐστι
在条件句中,由 εἰ καὶ 引导让步从句(“即使……”),在归结从句开头则由强转折连词 ἀλλά 呼应(“但是……”)。这种呼应结构在承认先行从句的让步的同时,强力确立主句的核心论断。
- 2.65κενὴ δέ τις ἔοικεν αἰτίας εἶναι ἀπόδοσις ἡ τύχη
动词 ἔοικεν 采用了人称构式(主语为主格 ἡ τύχη,表语为主格 κενή τις ἀπόδοσις,配合不定式 εἶναι,即主格加不定式结构,而非无人称的 ἔοικε 加宾格不定式)。名词 αἰτίας 则是附属于 ἀπόδοσις 的宾格性属格。
