- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:260.17-261.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德反驳了排除机遇的两个疑难,阐明第一个疑难的根据(归结为确定原因)反而在普遍共识中确立了机遇的存在,并针对第二个疑难批评了恩培多克勒等自然哲学家虽然提及机遇却未对其加以阐述。
ἔπειτα, φησίν, εἰ ἦν τι αἴτιον ἡ τύχη καὶ τὸ αὐτόματον, τί δήποτε οὐδεὶς τῶν πάλαι σοφῶν τῶν γινομένων ἀποδιδοὺς τὰς αἰτίας τὴν τύχην καὶ τὸ αὐτόματον ἐν τοῖς αἰτίοις ἀπηριθμήσατο; Αἱ μὲν οὖν ἀπορίαι αἱ ἀναιροῦσαι ἐκ τῶν αἰτίων τὴν τύχην αὗται, ἐπιλύεται δὲ αὐτὰς ὁ Ἀριστοτέλης, καὶ τέως τὸν πρότερον λόγον, ἐξ αὐτῶν ὧν οἱ ἀναιροῦντες τὴν τύχην φασί· τὰ γὰρ εἰς ἀναίρεσιν τῆς τύχης προφερόμενα τοὐναντίον κατασκευαστικά ἐστι τοῦ εἶναί τινων αἰτίαν τὴν τύχην. εἰ γὰρ δυνατὸν ἀεὶ πάντα τὰ γινόμενα εἴς τινας ὡρισμένας αἰτίας ἀνάγειν, ὡς οἱ ἀποροῦντές φασι καὶ ἡ ἀλήθεια ἔχει, ὅμως δὲ κατὰ κοινὴν ἔννοιαν πάντες ἄνθρωποι τὰ μὲν ἀπὸ τύχης γίνεσθαί φασι τὰ δὲ οὐκ ἀπὸ τύχης, καίτοι οὐκ ἀποροῦντες καὶ τὰ ἀπὸ τύχης λεγόμενα γίνεσθαι ἀνάγειν εἰς ὡρισμένας αἰτίας, ἔοικεν ἄρα καὶ ἡ τύχη1 τινῶν εἶναι αἰτία παρὰ τὴν ὡρισμένην ἀρχήν· τῷ γὰρ ὄντι εἰ 〈μὴ〉 ἀπὸ ὡρισμένης ἀρχῆς ἀνῆγον οἱ ἄνθρωποί τινα ἐπὶ τὴν ἀόριστον αἰτίαν τὴν τύχην καὶ τὸ αὐτόματον, κἂν ἔδοξάν τι λέγειν οἱ ἀποροῦντες,2 εἰ δὲ προφανὴς μὲν ἐπὶ τῶν ἀπὸ τύχης λεγομένων γίνεσθαι ἡ ὡρισμένη αἰτία, ὥσπερ δὲ ὑπ’ αὐτῆς τῆς ἀληθείας καὶ τῶν κοινῶν ἐννοιῶν ἀναγκαζόμενοι πάντες ἄνθρωποι οὐ τὴν ὡρισμένην αἰτίαν, ἀλλὰ τὴν τύχην τῶν οὕτω γινομένων αἰτιῶνται, πῶς οὐ τοὐναντίον οὗ ἐβουλήθη κατεσκεύασεν ἡ ἀπορία; ὅθεν καὶ συγγνώμης ἀξιοῦμεν πάντες ἄνθρωποι τοὺς πρᾶξίν τινα τῶν ἀπηγορευμένων ἐκ τοιαύτης αἰτίας ἐνεργήσαντας. οἷον δισκεύων τις ὦσε κατὰ τοῦ φίλου τὸν δίσκον μὴ βουλόμενος, ὁ δὲ πληγεὶς τέθνηκε, καὶ συγγνώμης παρὰ πάντων ἀξιοῦται ὁ φονεύσας· ἀπὸ τύχης γὰρ τὸν φόνον γενέσθαι φαμέν, οὐκ ἀπὸ προαιρέσεως. καίτοι ἔξεστι κἀπὶ τούτων εἰπεῖν ὅτι ἡ προαίρεσις αἰτία τοῦ φόνου (εἰ γὰρ μὴ προείλετο ἀφεῖναι τὸν δίσκον, οὐκ ἂν ἐπλήγη ὁ φίλος), ἀλλ’ ὅμως οὐδεὶς τὴν προαίρεσιν αἰτιᾶται, ἐπεὶ ἔδωκεν ἂν τὴν τῆς τοιαύτης προαιρέσεως δίκην· ἀλλὰ τῆς μὲν ἀφέσεως ἡ προαίρεσις, τοῦ φόνου δὲ οὐχ ἡ προαίρεσις, ἀλλ’ ἡ τύχη. ἔστιν ἄρα καὶ ἡ τύχη τινῶν αἰτία. ἡ μὲν οὖν πρὸς τὴν προτέραν ἀπορίαν ἀπάντησις αὕτη. Πρὸς δὲ τὴν δευτέραν ἀπορίαν φησίν, ὅτι οὐκ ἐπειδὴ οὐδεὶς τῶν ἀρχαίων αἰτίαν τινῶν εἶπεν εἶναι τὴν τύχην, παρὰ τοῦτο ἀνῄρηται ἡ τύχη, ἀλλ’ ἐπειδὴ ἔστιν ἡ τύχη, κακῶς οἱ πρότεροι παρῆκαν τὴν αἰτίαν ταύτην καὶ οὐδὲν περὶ αὐτῆς εἰρήκασιν. ἐγκαλεῖ δὲ καὶ τοῖς πρότερον φυσιολόγοις, ὅτι, καίτοι τινὰ ἀπὸ τύχης λέγοντες γίνεσθαι, οὐδὲν περὶ τύχης διελέχθησαν, τίς τέ ἐστι καὶ πῶς αἰτία τῶν ἐξ αὐτῆς γινομένων. ὁ γοῦν Ἐμπεδοκλῆς ἀπὸ τύχης φησὶ τὸν ἀέρα τὴν ἄνω χώραν κατειληφέναι· συγκεχυμένων γὰρ ὄντων πάντων ἅμα ἐν τῷ σφαίρῳ πρότερον, διακριθέντα ὑπὸ τοῦ νείκους ἕκαστον ἐνεχθῆναι εἰς τὸν τόπον ἐν ᾧ νῦν ἔστιν, οὐκ ἀπό τινος προνοίας, ἀλλ’ ὅπως ἔτυχε. λέγει γοῦν περὶ τῆς τοῦ ἀέρος ἐπὶ τὸ ἄνω κινήσεως. ὡς οὕτω συνέκυρσε θέων τότε, πολλάκι δ’ ἄλλως.
他说:“再者,如果机遇与自发是某种原因,究竟为什么古代的智者在给出生成事物的诸原因时,没有一个把机遇与自发列入诸原因之中?” 那么,将机遇从诸原因中排除的疑难就是这些;而亚里士多德——暂且就前一个论证而言——正是根据那些排除机遇的人所说的话本身来消解这些疑难的。因为被提出来用以排除机遇的那些论据,反而证明了机遇确实是某些事物的原因。诚然,正如提出疑难的人所说且真理本身所揭示的那样,始终有可能将一切生成的事物归结为某些确定的原因;然而,依照普遍共识,所有人都说某些事物出于机遇而生成,另一些事物则非出于机遇而生成,而且即便对于被称为出于机遇而生成的事物,人们也并不难于将其归结为确定的原因;由此看来,在确定的本原之外,机遇似乎也是某些事物的原因。事实上,如果人们不是在存在确定的本原的情况下还将某些事物归结为不确定的原因(即机遇与自发),提出疑难的人或许还算言之成理;但如果在被称为出于机遇而生成的事物上,确定的原因明明显而易见,而所有的人却仿佛受到真理本身和普遍共识的迫使一样,不把这样生成的事物归咎于确定的原因,而是归咎于机遇,那么这一疑难岂不是反而确立了与其本意相反的结论吗?因此,我们所有人都认为,那些出于此类原因而实施了某种被禁止之行为的人是应当被宽恕的。例如,某人在掷铁饼时无意中把铁饼推向了友人,友人被击中而身亡,杀人者被所有人认为应当得到宽恕;因为我们说杀人是出于机遇而发生的,而非出于抉择。尽管在这些情况下人们也可以说抉择是杀人的原因(因为如果他没有抉择掷出铁饼,友人就不会被击中),然而却没有一个人归咎于抉择,否则他就得为这样的抉择承担刑罚;相反,抉择只是投掷的原因,而对于杀人而言,原因不是抉择,而是机遇。由此可见,机遇也是某些事物的原因。那么,对前一个疑难的回答就是这样。 对于第二个疑难,他说,并不能因为没有一个古人说过机遇是某些事物的原因,机遇就因此被取消了;相反,既然机遇确实存在,早先的学者们遗漏了这一原因且对其只字未提,是他们的不对。他还指责早先的自然哲学家们,尽管他们说某些事物是出于机遇而生成的,却根本没有探讨过关于机遇的问题,即它究竟是什么,以及它如何作为由它生成之事物的原因。恩培多克勒至少就曾说,空气是出于机遇而占据了上方区域的;因为此前一切事物在球体中混为一体,后来被争斗分离出来后,各自便运动到了如今所在的场所,这并非出于任何预见,而是碰巧如此。他谈到空气向上的运动时就这样说道:“因为它当时奔行时恰好如此相遇,但多次却并非如此。”
- 2.65οὐκ ἐπειδὴ οὐδεὶς τῶν ἀρχαίων αἰτίαν τινῶν εἶπεν εἶναι τὴν τύχην, παρὰ τοῦτο ἀνῄρηται ἡ τύχη
οὐκ ἐπειδή ... παρὰ τοῦτο 句式,用于否定因果推论:“并不能因为没有一个古人将机遇称为原因,就因此(παρὰ τοῦτο)取消了机遇”。
- 2.65τῷ γὰρ ὄντι εἰ 〈μὴ〉 ἀπὸ ὡρισμένης ἀρχῆς ἀνῆγον οἱ ἄνθρωποί τινα ἐπὶ τὴν ἀόριστον αἰτίαν τὴν τύχην καὶ τὸ αὐτόματον, κἂν ἔδοξάν τι λέγειν οἱ ἀποροῦντες
反事实条件句(εἰ接未完成过去时直陈式;结论部为 κἂν[= καὶ ἄν]接不定过去时直陈式)。编者补入的否定词 〈μὴ〉 表达“如果人们并非在存在确定本原的情况下仍将其归结为机遇”之意,突出了人们正是在明显存在确定原因的同时依然将其称为机遇这一事实。
