- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:256.24-259.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《物理学》195b6–25,菲洛波诺斯阐明了原因的诸种区分(本然与偶性、邻近与远隔、单纯与复合、潜能与现实)同样适用于结果(被原因者),梳理了原因诸样态的计数(六种与十二种),并探讨了现实原因与结果的同时性、寻求最邻近原因的要求以及属与个别原因与结果之间的对应关系。
" Ὁμοίως δὲ λεχθήσεται καὶ ἐφ’ ὧν αἴτια τὰ αἴτια τοῖς εἰρημένοις.1" Ὅσα, φησίν, ἐπὶ τῶν αἰτίων εἴπομεν, τὰ αὐτὰ καὶ ἐπὶ τούτων ἐροῦμεν ὧν τὰ αἴτια αἴτιά εἰσι, λέγω δὴ τὰ αἰτιατά. τὰ δὲ ἑξῆς· ὁμοίως δὲ τοῖς εἰρημένοις λεχθήσεται ταῦτα· ὁ ἀνδριαντοποιὸς αἴτιος τοῦ ἀνδριάντος, ὁ δὲ ἀνδριὰς αἰτιατόν ἐστιν, ὅπερ ὡς εἶδος δοκεῖ αἴτιον, πλὴν ἐπεὶ ἐκ τοῦ ἀνδριαντοποιοῦ ὡς αἰτίου γέγονε, δοκεῖ αἰτιατὸν εἶναι. καὶ ἐνταῦθα γοῦν τοὺς προειρημένους τρόπους, τὸν καθ’ αὑτὸ τὸν κατὰ συμβεβηκὸς τὸν πόρρω τὸν προσεχῆ τὸν συμπεπλεγμένον τὸν ἁπλοῦν, εὑρήσεις χώραν ἔχοντας, καὶ ἔτι τῶν ὑλικῶν αἰτίων οὕτω † ἐξελάβειν ἐφ’ ὧν τὰ αἴτια αἴτιά εἰσιν. οἷον τοῦδε τοῦ ἀνδριάντος ἢ ἀνδριάντος ἢ ὅλως εἰκόνος· τοῦ εἴδους ὡς αἰτιατοῦ παραδείγματος. προσεχέστατον μὲν οὖν αἴτιον ὅδε ὁ ἀνδριὰς (οἷον ὁ Ὅμηρος), πορρωτέρω δὲ ἀνδριὰς ἁπλῶς, καὶ τούτου πορρώτερον ἡ εἰκών· τὸν δὲ χαλκὸν εἰς παράδειγμα τοῦ ὑλικοῦ αἰτίου ὡς αἰτιατοῦ τέθεικεν, εἴπομεν δὲ ὅτι οὐδὲν ὡς ὕλη γίνεται, ἀλλὰ τὸ αὐτὸ γινόμενον εἶδός ἐστι. καὶ ἐπὶ τῶν συμβεβηκότων ὡσαύτως. ἐπειδὴ τῶν καθ’ αὑτὸ αἰτιατῶν παραδείγματα εἶπε, φησὶν ὅτι καὶ τὸ κατὰ συμβεβηκὸς τὸν αὐτὸν ἀποδώσομεν τρόπον ἐπὶ τῶν αἰτιατῶν, ὡς ὅταν εἴπω τριπήχη γενέσθαι εἰκόνα ἢ μεγάλην, καὶ τὰ ὅμοια.
“而对于原因作为其原因的那些事物,也将按照与前述事物类似的方式被言说。” 他说,凡是我们对原因所说过的那些,对于原因作为其原因的那些事物——我指的是结果(被原因者)——我们也将完全同样地言说。文句的后续是:“这些将按照与前述事物类似的方式被言说。”雕塑家是雕像的原因,而雕像则是结果;雕像作为形式貌似是原因,然而既然它是从作为原因的雕塑家那里产生的,它就貌似是结果。无论如何,在这里你也会发现前述的诸种样态——本然的、偶性的、远隔的、邻近的、复合的、单纯的——占有一席之地;此外,对于质料因,也要这样来理解原因作为其原因的那些事物。例如对于这一座雕像,或雕像,或一般的肖像(形式作为结果的例证)。因此,最邻近的原因是这一座雕像(例如荷马的雕像),更远隔的是单纯的雕像,而比这更远隔的是肖像;他将青铜作为质料因作为结果的例证,但我们已经说过,没有任何事物作为质料而生成,而是生成的那个事物本身就是形式。对于偶性事物亦然。既然他说明了本然结果的诸例证,他说,我们也将以同样的方式把偶性归属于结果,例如当我说一个肖像生成为三肘长或巨大之类的时候。
"Ἔτι δὲ συμπλεκόμενα κἀκεῖνα καὶ ταῦτα λεχθήσεται." Τὴν ἑτέραν τῶν ἀντιθέσεων τὴν κατὰ τὸ ἁπλοῦν καὶ τὸ συμπεπλεγμένον προστίθησι νῦν. ταῦτα οὖν, φησί, τὰ ἁπλῶς εἰρημένα συμπεπλεγμένα λεχθήσεται, φημὶ δὴ τὰ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός· συμπλέκεται γὰρ ταῦτα ἀλλήλοις καὶ ταῦτα πρὸς τὸ προσεχὲς καὶ τὸ πόρρω.
“此外,那些事物与这些事物也都将被复合地言说。” 他现在补充了对立中的另一种,即依单纯与复合的对立。因此他说,这些被单纯言说的事物将被复合地言说,我指的就是本然的与偶性的事物;因为这些事物彼此复合,而且这些事物也与邻近的和远隔的复合。
"Ἀλλ’ ὅμως ἅπαντά ἐστι τὸ μὲν πλῆθος ἕξ, λεγόμενα δὲ διχῶς." Ἀπαριθμεῖται πάλιν τὰ εἰρημένα, ὅτι ἕξ εἰσιν οἱ τρόποι καθ’ ἕκαστον τῶν αἰτίων κατὰ τὰς εἰρημένας τρεῖς ἀντιθέσεις, λέγονται δὲ διχῶς κατὰ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, ὥστε συμβαίνειν δώδεκα τοὺς τρόπους εἶναι καθ’ ἕκαστον τῶν αἰτίων. ἢ γὰρ ὡς τὸ καθ’ ἕκαστον, ἢ ὡς τὸ γένος, ἢ ὡς τὸ συμβεβηκός, ἢ ὡς τὸ γένος τοῦ συμβεβηκότος. δοκεῖ μὲν λέγων ἢ ὡς τὸ καθ’ ἕκαστον, ἢ ὡς τὸ γένος, τὴν τοῦ προσεχοῦς καὶ τοῦ πόρρω ἀντίθεσιν λέγειν, τῷ δὲ ἐπαγαγεῖν ἢ ὡς τὸ συμβεβηκὸς ἐδήλωσεν ὅτι τοῦ καθ’ αὑτὸ ἦν ἡ προτέρα ἀντίθεσις ᾗ ἀντιδιέστειλε τὸ κατὰ συμβεβηκός. ἀλλ’, ὡς καὶ ἔμπροσθεν εἶπον, τὴν τοῦ προσεχοῦς καὶ τοῦ πόρρω ἀντίθεσιν συνέπλεξεν ἑκατέρῳ, καὶ τῷ καθ’ αὑτό φημι καὶ τῷ κατὰ συμβεβηκός, ἐφεξῆς δὲ προστίθησι καὶ τὴν τοῦ ἁπλοῦ καὶ τοῦ συμπεπλεγμένου, καὶ τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ.
“然而总起来说,它们在数目上是六种,但以两种方式被言说。” 他再次数清所说的事物,指出依照前述的三种对立,在每一种原因中样态都是六种,但依照潜能与现实以两种方式被言说,因此在每一种原因中样态的结果都是十二种。“因为或者作为个别者,或者作为属,或者作为偶性,或者作为偶性的属。”他在说“或者作为个别者,或者作为属”时,似乎是在陈述邻近与远隔的对立,但通过附加上“或者作为偶性”,他表明了他用以与偶性相对立的先前的对立是本然原因的对立。但是,正如我先前也说过的,他把邻近与远隔的对立与这两者交织在一起,我指的是既与本然的交织,也与偶性的交织;接着他又补充了单纯与复合的对立,以及潜能与现实的对立。
"Διαφέρει δὲ τοσοῦτον, ὅτι τὰ μὲν ἐνεργοῦντα καὶ τὰ καθ’ ἕκαστον ἅμα ἔστι καὶ οὐκ ἔστι καὶ ὧν αἴτια.2" Ὅτι τὰ μὲν ἐνεργείᾳ πάντως ὡσαύτως ἔχουσι τά τε αἴτια καὶ τὰ αἰτιατά (ἅμα γὰρ ἢ εἰσὶν ἢ οὐκ εἰσί), τὰ δὲ δυνάμει οὐ πάντως, ἀλλὰ δυνατὸν τὸ ἕτερον μὲν εἶναι τὸ δὲ ἕτερον οὔ. εἴπομεν δὲ περὶ ποίου δυνάμει λέγει. ἡ δὲ λέξις· διαφέρει, φησί, τὰ δυνάμει τῶν ἐνεργείᾳ, ὅτι τὰ μὲν ἐνεργείᾳ αἴτια καὶ προσεχῆ (τοῦτο γὰρ αὐτὸ σημαίνει τὸ καθ’ ἕκαστον, τὸ προσεχές) ἅμα ἢ εἰσὶν ἢ οὐκ εἰσὶ τούτοις ὧν ἐστιν αἴτια.
“它们的不同仅在于此:现实地作用着的事物和个别事物,与其作为其原因的事物是同时存在且同时不存在的。” 这是说,现实态中的原因与结果完全处于同等状态(因为它们要么同时存在,要么同时不存在),而潜能中的事物则并非完全如此,而是一方存在而另一方不存在是可能的。关于他说的是哪一种潜能,我们已经说明过了。文句的意思是:他说,潜能中的事物与现实态中的事物不同,乃是因为现实态中的原因以及邻近原因(因为个别者指的就是这同一件事,即邻近原因)与其作为其原因的那些事物要么同时存在,要么同时不存在。
"Δεῖ δὲ ἀεὶ τὸ αἴτιον ἑκάστου τὸ ἀκρότατον ζητεῖν." Ὅτι τὸ αἴτιον ζητοῦντας δεῖ τὸ ἀκρότατον ζητεῖν, τουτέστι τὸ προσεχέστατον· τεχνικὸν γὰρ τὸ αἴτιον ἀποδιδόντας μὴ τὸ τυχὸν ἀποδιδόναι, ἀλλὰ τὸ κυριώτατον, κυριώτατον δὲ τὸ προσεχέστατον. οἷον διὰ τί ὁ ἄνθρωπος οἰκοδομεῖ· ἐρωτηθέντας οὐ δεῖ λέγειν ὅτι τεχνίτης ἐστίν, ἀλλ’ ὅτι οἰκοδόμος· διὰ τί δὲ ὁ οἰκοδόμος, διότι ἔχει τὴν οἰκοδομικὴν τέχνην. περαιτέρω δὲ προβαίνειν εὔηθες· πρῶτον γὰρ καὶ προσεχέστατον αἴτιον τῆς οἰκίας ἡ οἰκοδομικὴ τέχνη.
“并且必须总是寻求每一事物的最极点的(最本原的)原因。” 这是说,寻求原因的人必须寻求最极点的,也就是最邻近的原因;因为在给出原因时,不给出随意的某物,而是给出最本原的某物,这才是专业的方法,而最本原的就是最邻近的。例如,当被问及人为何建造房屋时,不应当说因为他是工匠,而应当说因为他是建筑工;而建筑工为何〔建造房屋〕,则是因为他拥有建筑技艺。再进一步追问则是愚蠢的;因为房屋的首要且最邻近的原因就是建筑技艺。
"Ἔτι τὰ μὲν γένη τῶν γενῶν, τὰ δὲ καθ’ ἕκαστον τῶν καθ’ ἕκαστον." Ἕτερον θεώρημα καὶ αὐτὸ τεχνικὸν πάνυ· ἀπαιτούμενον αἰτίαν τινός, εἰ μὲν τὸ γενικώτατον εἴη, γενικὴν καὶ τὴν αἰτίαν ἀποδιδόναι.3 οἷον τίς αἴτιος τῆσδε τῆς εἰκόνος; ὁ δεῖνα ζωγράφος. ἁπλῶς δὲ εἰκόνος; ζωγράφος, οὐχ ὁ δεῖνα ἀλλ’ ἁπλῶς. καὶ τὰς μὲν δυνάμεις τῶν δυνατῶν, τὰ δὲ ἐνεργοῦντα πρὸς τὰ ἐνεργούμενα. ἕτερον θεώρημα ὅτι τῶν δυνάμει αἰτιατῶν αἴτια ἀποδοτέον τὰ δυνάμει, οἷον τῆς οἰκοδομηθησομένης οἰκίας τὸν οἰκοδομήσοντα οἰκοδόμον, τῶν δὲ ἐνεργείᾳ αἰτιατῶν τὰ ἐνεργείᾳ αἴτια, τῆς οἰκοδομουμένης τὸν οἰκοδομοῦντα.
“此外,属对应于属,而个别事物对应于个别事物。” 这是另一条定理,它本身也极其专业:在被要求给出某物的解释时,如果所问的是最普遍的事物,给出的原因也应当是普遍的。例如,谁是这一幅画像的原因?某某画家。但单纯的一般画像呢?画家,不是某某画家,而是单纯的画家。“并且潜能对应于可能的事物,作用着的事物对应于受作用的事物。”另一条定理是:对于潜能中的结果,应当给出潜能中的原因(例如对于将被建造的房屋,给出将要建造它的建筑工),而对于现实态中的结果,应当给出现实态中的原因(对于正在被建造的房屋,给出正在建造它的建筑工)。
- 2.59Ὁμοίως δὲ λεχθήσεται καὶ ἐφ’ ὧν αἴτια τὰ αἴτια τοῖς εἰρημένοις.
在句法上,与格短语 τοῖς εἰρημένοις 受副词 ὁμοίως(“与……类似地”)支配,而介词短语 ἐφ’ ὧν αἴτια τὰ αἴτια(“对于原因作为其原因的那些事物”,即结果)修饰动词 λεχθήσεται。关系代词 ὧν 引导的关系从句省略了先行词(τούτων),从句中 τὰ αἴτια 作主语,αἴτια 作表语名词。菲洛波诺斯在紧接着的释义中明确了这一语序:ὁμοίως δὲ τοῖς εἰρημένοις λεχθήσεται ταῦτα。
- 2.62ἅμα ἔστι καὶ οὐκ ἔστι καὶ ὧν αἴτια
此处使用了 ἅμα... καί 的呼应结构,意为“与……同时”。后一个 καί 并非连词“并且”,而是与 ἅμα 配合引出被比较的对象(ὧν αἴτια,“它们作为其原因的那些事物”)。菲洛波诺斯在其释义中通过补入与格 τούτοις 阐明了这一结构:ἅμα ἢ εἰσὶν ἢ οὐκ εἰσὶ τούτοις ὧν ἐστιν αἴτια。
- 2.64ἀπαιτούμενον αἰτίαν τινός, εἰ μὲν τὸ γενικώτατον εἴη, γενικὴν καὶ τὴν αἰτίαν ἀποδιδόναι.
ἀπαιτούμενον 是宾格分词,在受省略的非人称动词(如 δεῖ)支配的宾格加不定词结构中充当逻辑主语(泛指某人:“当有人被要求给出某物的解释时”),与不定词 ἀποδιδόναι 相连。
