← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§255.1-256.23

本然与偶性原因中的直接与远隔关系

注解亚里士多德《物理学》195a29–195b3,讨论了本然原因与偶性原因的区分,以及在二者内部邻近原因与普遍远隔原因的层级结构,并解释了偶性原因中依据固有程度而分的远近关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.54

" Λέγεται γὰρ αἴτια πολλαχῶς, καὶ αὐτῶν τῶν ὁμοειδῶν προτέρως καὶ ὑστέρως." Ὁμοειδῶν, οἷον τῶν ποιητικῶν ἢ τῶν ὑλικῶν· ἕκαστον γὰρ τούτων, φησί, πολλαχῶς λέγεται. ἐκτίθεται δὲ τὴν τοῦ καθ’ αὑτὸ καὶ [τὴν] τοῦ κατὰ συμβεβηκὸς ἀντίθεσιν, καὶ τὴν τοῦ προσεχοῦς καὶ τοῦ πόρρω συμπεπλεγμένην. ἐκθέμενος γὰρ τὸ καθ’ αὑτὸ εὐθὺς συμπλέκει αὐτῷ τὸ προσεχὲς καὶ τὸ πόρρω, καὶ πάλιν τὸ κατὰ συμβεβηκὸς θεὶς πάλιν συμπλέκει αὐτῷ τὸ προσεχὲς καὶ τὸ πόρρω.

“因为原因以多种方式被言说,且在同类原因自身之中,以先在和后在的方式被言说。” 同类原因:例如动力因或质料因;他说,因为这其中的每一类都以多种方式被言说。他列出了本然原因与偶性原因的对立,并将邻近原因与远隔原因的对立交织于其中。因为在列出了本然原因之后,他立刻将邻近与远隔与其交织在一起;再次设定了偶性原因之后,他又将邻近与远隔与其交织在一起。

§2.55

"Οἷον ὑγείας ὁ ἰατρὸς καὶ ὁ τεχνίτης, καὶ τοῦ διὰ πασῶν τὸ διπλάσιον καὶ ὁ ἀριθμός." Τοῦ καθ’ αὑτὸ παράδειγμα καὶ τοῦ ἐν τούτῳ προσεχοῦς καὶ τοῦ πόρρω· πόρρω μὲν γὰρ αἴτιον καὶ καθ’ αὑτὸ ὁ ἰατρός, προσεχὲς δὲ καὶ πόρρω ὁ τεχνίτης,1 καὶ ἔτι πορρωτέρω ὁ ποιός, καὶ τῆς διὰ πασῶν ἁρμονίας προσεχὲς μὲν αἴτιον τὰ δύο πρὸς ἕν, πορρωτέρω δὲ τὸ διπλάσιον, καὶ ἔτι πορρωτέρω ὁ ἀριθμός. καὶ ἀεὶ τὰ περιέχοντα πρὸς τὸ καθ’ ἕκαστον, τουτέστι τὰ περιέχοντα τὰ προσεχῆ αἴτια· ταῦτα γὰρ εἶπε καθ’ ἕκαστα, τὰ προσεχῆ, διὰ τὸ μὴ δύνασθαι εἰς μερικώτερα διαιρεθῆναι.

“例如对于健康而言是医生与工匠,对于八度音程而言是两倍比与数。” 这是本然原因以及其中邻近与远隔原因的例证。因为医生是远隔原因且是本然的,而工匠是邻近且远隔的,更远隔的则是具有某种性质者;八度和声的邻近原因是二对一的比例,更远隔的是两倍比,更进一步远隔的是数。并且包摄者相对于个别者总是如此,即包摄邻近原因的事物;因为他把这些邻近原因称为个别者,乃是由于它们不能被进一步划分为更特殊的成分。

§2.56

"Ἔτι δὲ ὡς τὸ συμβεβηκὸς καὶ τὰ τούτου γένη." Δείξας ἐπὶ τοῦ καθ’ αὑτὸ τὸ προσεχὲς καὶ τὸ πόρρω, βούλεται καὶ ἐπὶ τοῦ κατὰ συμβεβηκὸς τὸ αὐτὸ δεῖξαι, καὶ πρὶν τοῦτο δείξει, πρότερον τὴν διαφορὰν δείκνυσι τοῦ καθ’ αὑτὸ καὶ τοῦ κατὰ συμβεβηκός. οἷον ἀνδριάντος ἄλλως Πολύκλειτος καὶ ἄλλως ἀνδριαντοποιός. ὁ μὲν γὰρ ἀνδριαντοποιὸς καθ’ αὑτὸ αἴτιος τοῦ ἀνδριάντος, ὁ δὲ Πολύκλειτος κατὰ συμβεβηκός· συμβέβηκε γὰρ τὸν ἀνδριαντοποιὸν Πολύκλειτον εἶναι.2 δῆλον δὲ ὅτι οὕτως ἐνταῦθα λέγεται τῷ ἀνδριαντοποιῷ συμβεβηκέναι ὁ Πολύκλειτος, ὥσπερ ἐν Κατηγορίαις τῷ δεσπότῃ ὁ ἄνθρωπος. καὶ τὰ περιέχοντα δὲ τὸ συμβεβηκός. εἰπὼν δὲ τὴν διαφορὰν τοῦ καθ’ αὑτὸ καὶ τοῦ κατὰ συμβεβηκός, βούλεται λοιπὸν εἰπεῖν τὸ προσεχὲς καὶ τὸ πόρρω. ἔστι γὰρ προσεχὲς μὲν κατὰ συμβεβηκὸς αἴτιον τοῦ ἀνδριάντος ὁ ἄνθρωπος, πορρωτέρω δὲ τὸ ζῷον ἢ τὸ ἔμψυχον· οὐ καθ’ αὑτὸ γὰρ ὁ ἄνθρωπος αἴτιος τοῦ ἀνδριάντος ἀλλὰ κατὰ συμβεβηκός, διότι συμβέβηκε τῷ ἀνδριαντοποιῷ ἀνθρώπῳ εἶναι.

“此外还有作为偶性及其诸属的原因。” 在指出本然原因中的邻近与远隔之后,他也想在偶性原因上指出同样的内容;而在指出这一点之前,他首先指出了本然原因与偶性原因的区别。例如对于雕像而言,波利克莱托斯与雕塑家是以不同的方式作为原因的。因为雕塑家是雕像的本然原因,而波利克莱托斯则是偶性原因;因为雕塑家恰好是波利克莱托斯。显然,在这里波利克莱托斯被说成是附随于雕塑家,正如在《范畴篇》中人被说成附随于主人一样。包摄偶性原因的事物亦然。在说明了本然与偶性的区别之后,他接着想说明邻近与远隔的原因。因为雕像的邻近偶性原因是人,更远隔的则是动物或有灵魂者;因为人不是雕像的本然原因,而是偶性原因,乃是因为雕塑家恰好是人。

§2.57

"Ἔστι δὲ καὶ τῶν συμβεβηκότων ἄλλα ἄλλων πορρώτερον καὶ ἐγγύτερον, οἷον εἰ ὁ λευκὸς καὶ ὁ μουσικὸς λέγοιτο αἴτιος τοῦ ἀνδριάντος." Ἢ εἰς κατασκευὴν τοῦ προτέρου τοῦτο ἐπήγαγεν, ὅτι ἐστὶ τοῦ συμβεβηκότος τὸ μὲν προσεχὲς τὸ δὲ πόρρω, ἵνα τὸν δὲ ἀντὶ τοῦ γάρ ἀκούσωμεν, ἢ βούλεται διὰ τούτων δεῖξαι,3 ὅτι καὶ τῶν τῆς αὐτῆς τάξεως συμβεβηκότων τὰ μὲν οἰκειότερα μᾶλλόν ἐστι τοῖς καθ’ αὑτὸ αἰτίοις, τὰ δὲ ἧττον, ἵνα τὸ πορρώτερον καὶ ἐγγύτερον ἀντὶ τοῦ οἰκειότερον καὶ ἀνοικειότερον ἀκούσωμεν. ὅθεν καὶ τὰ παραδείγματα τὰ τοιαῦτα ἔθηκε τὸν λευκὸν καὶ τὸν μουσικόν, ὧν οὐδέτερον περιεκτικώτερόν ἐστιν, ἀλλὰ τὸ μὲν μουσικὸν οἰκειότερον, ὅπερ οὐδενὶ ἄλλῳ συμβαίνει ἢ τῷ ἀνθρώπῳ, ὅπερ καθ’ αὑτὸ τῷ μουσικῷ συμβέβηκεν, ἧττον δὲ οἰκεῖον τὸ λευκόν· καὶ γὰρ ἄλλοις πολλοῖς παρὰ τὸν ἄνθρωπον.

“并且在偶性事物中,有些比起另一些来更远或更近,例如若白人与懂音乐的人被说成是雕像的原因。” 他附加上这句话,要么是为了确立前述论点,即偶性原因中也有邻近与远隔之分——以便我们把“但是”(δέ)理解为“因为”(γάρ);要么他是想通过这些话指出,即使在处于相同位序的偶性事物之中,有些更固有于本然原因,有些则较不固有,以便我们把“更远”与“更近”理解为“较不固有”与“更固有”。因此他也举出了诸如白色的人与懂音乐的人这样的例子,这两者中没有哪一个比另一个更具包摄性,但懂音乐的更为固有,它不会偶性地属于除人之外的任何其他事物,且本然地属于懂音乐者;而白色的则较不固有,因为除了人之外它还属于许多其他事物。

§2.58

"Παρὰ πάντα δὲ τὰ οἰκείως λεγόμενα." Ὅτι καὶ ἔστι τρίτη ἀντίθεσις τοῦ τρόπου τῶν αἰτίων ἡ κατὰ τὸ δυνάμει καὶ κατὰ τὸ ἐνεργείᾳ, ἑτέρα οὖσα τοῦ καθ’ αὑτὸ καὶ τοῦ κατὰ συμβεβηκός· οἰκείως γὰρ λεγόμενα εἶπε τὸ καθ’ αὑτό.

“而在所有被固有地言说的事物之外。” 这是说,原因的样态还存在第三种对立,即依潜能与依现实的对立,它不同于本然与偶性的对立;因为他所说的“被固有地言说的”,指的就是本然的。

语法注3 条
  1. 2.55πόρρω μὲν γὰρ αἴτιον καὶ καθ’ αὑτὸ ὁ ἰατρός, προσεχὲς δὲ καὶ πόρρω ὁ τεχνίτης

    此处文本在对比的词序上存在明显的反常或讹误:根据后文音乐比例的类比(二对一是邻近的,数是远隔的),医生理应是“邻近的”,而工匠是“远隔的”;但传世文本中医生被冠以πόρρω,工匠被冠以προσεχὲς δὲ καὶ πόρρω。译文保留传抄文本字面,维持其上升归纳的层级结构(医生、工匠、具有某种性质者)。

  2. 2.56συμβέβηκε γὰρ τὸν ἀνδριαντοποιὸν Πολύκλειτον εἶναι

    非人称动词συμβέβηκε支配带不定式的宾格句(τὸν ἀνδριαντοποιὸν... εἶναι)。紧接着其下又出现与格补足语搭配主格主语的不定式结构(τῷ ἀνδριαντοποιῷ συμβεβηκέναι ὁ Πολύκλειτος),用以表达偶性归属(波利克莱托斯这一偶性附随于雕塑家这一本质身份)。

  3. 2.57Ἢ εἰς κατασκευὴν τοῦ προτέρου τοῦτο ἐπήγαγεν ... ἢ βούλεται διὰ τούτων δεῖξαι

    由“Ἢ ... ἢ ...”引导的抉择结构,提出了对亚里士多德行文用意的两种解构。第一种解释将δέ视为表原因的γάρ,用以确立前项;第二种解释则将“更远/更近”解构为同阶偶性中固有程度的高低(较不固有/更固有)。两种解构分别由对应的目的从句(ἵνα ... ἀκούσωμεν)加以说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:255.1-256.23