- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:253.11-254.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯解释了关于原因与结果的若干定理,探讨了潜能与现实中原因与结果的对应关系,化解了《范畴篇》中关于关系者的难题,并确立了指出最直接且同类原因的原则。
καὶ πρῶτόν γε τοῦτο, ὅτι ὄντων τῶν ἐνεργείᾳ αἰτίων καὶ τῶν δυνάμει, ὁμοίως δὲ καὶ τῶν ἐνεργείᾳ αἰτιατῶν καὶ τῶν δυνάμει, οὐχ ὥσπερ ἔχουσι τὰ ἐνεργείᾳ αἴτια πρὸς τὰ ἐνεργείᾳ αἰτιατά, οὕτως ἔχουσι καὶ τὰ δυνάμει αἴτια πρὸς τὰ δυνάμει αἰτιατά· τὰ μὲν γὰρ ἐνεργείᾳ αἴτια καὶ αἰτιατὰ ἅμα ἢ εἰσὶν ἢ οὐκ εἰσίν (ἅμα γὰρ ὁ ἐνεργείᾳ πρίων ἐστὶ καὶ τὸ ἐνεργείᾳ πριζόμενον, καὶ ὁ ἐνεργείᾳ οἰκοδομῶν καὶ τὸ ἐνεργείᾳ οἰκοδομούμενον· καὶ εἰ παύσεται τῆς ἐνεργείας ὁ οἰκοδομῶν, εὐθὺς καὶ τὸ οἰκοδομούμενον παύσεται), ἐπὶ δὲ τῶν δυνάμει οὐχ οὕτως· οὐ γὰρ συμφθείρεται τῷ οἰκοδόμῳ ἡ οἰκία, ἀλλ’ ἔστι καὶ μετὰ τὸ φθαρῆναι τὸν οἰκοδόμον· καὶ ὁ μὲν δυνάμει οἰκοδόμος οὐκ ἔστι, τὸ δὲ δυνάμει οἰκοδομούμενον ἔστιν. ἰστέον δὲ ὅτι δυνάμει νῦν λέγει οὐ τὸ σύνηθες (λέγω δὴ τὸ μήπω μὲν ἠγμένον εἰς τὴν ἐνέργειαν, δυνάμενον δὲ ἀχθῆναι), ἀλλὰ τὸ πεπαυμένον τῆς ἐνεργείας καὶ μηκέτι ὂν ἐν κινήσει, οἷον τὴν ᾠκοδομημένην οἰκίαν, δυνάμει οἰκοδομητὸν λέγων αὐτὴν παρὰ τὸ μὴ νῦν οἰκοδομεῖσθαι.1 ἐπεὶ οὖν [ὅτι] οἶδε καὶ αὐτὸς ὅτι τὸ κυρίως δυνάμει ἅμα ἢ ἔστιν ἢ οὐκ ἔστι μετὰ τοῦ αἰτίου, ὥσπερ καὶ τὸ ἐνεργείᾳ, εὐθὺς ἐφεξῆς λέγει, ὅτι δεῖ ἀποδιδόναι τὰς μὲν δυνάμεις τῶν δυνατῶν, τὰ δὲ ἐνεργοῦντα πρὸς τὰ ἐνεργούμενα. οὕτως ἄρα οἶδεν ὅτι ὡς ἔχουσι τὰ αἴτια, οὕτως ἔχουσι καὶ τὰ αἰτιατὰ ἐπί τε τῶν δυνάμει καὶ τῶν ἐνεργείᾳ. Μετὰ τοῦτό φησιν, ὅτι δεῖ τὰς αἰτίας ἑκάστου ἀποδιδόντα τὰς κυριωτάτας καὶ προσεχεστάτας ἀποδιδόναι· τοῦτο δέ ἐστιν, ἐφ’ ᾧ παύεται ἡ ζήτησις τοῦ διὰ τί. οἷον τί τῆς οἰκίας αἴτιον; οὐ δεῖ λέγειν ὅτι ὁ ἄνθρωπος ἢ ὁ τεχνίτης, ἀλλὰ τὸ προσεχέστατον αἴτιον ὅτι ὁ οἰκοδόμος, καὶ ὁ οἰκοδόμος οὐ καθὸ ἄλλο τί ἐστιν, ἀλλὰ καθὸ τὴν οἰκοδομικὴν ἔχει· οὐ γὰρ καθὸ φέρε εἰπεῖν φαλακρός ἐστιν ἢ μουσικὸς ἢ ὅλως ἄνθρωπος. ἔτι, φησί, δεῖ τὰ μὲν γένη τῶν γενῶν ἀποδιδόναι, τὰ δὲ καθ’ ἕκαστον τῶν καθ’ ἕκαστον. οἷον ἐρωτῶντά με τί τοῦ τεχνητοῦ πράγματος αἴτιον, οὐ δεῖ λέγειν ὅτι ὁ οἰκοδόμος οὐδὲ ὁ γεωμέτρης, ἀλλὰ τὸ γενικὸν αἴτιον ἀποδιδόναι ὅτι ὁ τεχνίτης· τῆς δὲ οἰκίας τί τὸ αἴτιον, ὅτι ὁ οἰκοδόμος, τῆσδε δὲ τῆς οἰκίας, ὅδε ὁ οἰκοδόμος· καὶ ἁπλῶς εἰ μὲν τὸ αἰτιατὸν γενικώτατον ᾖ, καὶ τὸ αἴτιον γενικώτατον ἀποδιδόναι, εἰ δὲ μερικώτατον ἢ καὶ καθ’ ἕκαστον, καὶ τὸ αἴτιον ὡσαύτως. ἔτι φησὶ τῶν μὲν δυνάμει αἰτιατῶν τὰ δυνάμει αἴτια ἀποδοτέον, τῶν δὲ ἐνεργείᾳ τὰ ἐνεργείᾳ· οἷον τῆς ἐνεργείᾳ οἰκίας τὸν ἐνεργείᾳ οἰκοδόμον, τῆς δὲ δυνάμει τὸν δυνάμει. Ταῦτα δὲ τὰ θεωρήματα παραδέδωκεν, ἱκανὰ πάνυ ὄντα τεχνῶσαι τὴν ψυχὴν πρὸς τὰς φυσικωτάτας τε καὶ λογικωτάτας τῶν πραγμάτων αἰτιολογίας. καὶ ἐκ τούτων καὶ ἡ ἐν Κατηγορίαις περὶ τῶν πρός τι ἀπορία ἐπελύθη· ἐζητεῖτο γὰρ πῶς ἅμα τῇ φύσει ἐστὶ τὰ πρός τι, εἴ γε ὁ τοῦ κύκλου τετραγωνισμὸς ἐπιστητὸν μέν ἐστιν, ἐπιστήμη δὲ τούτου οὐκ ἔστιν. ἔχεις οὖν ἐντεῦθεν τὴν τούτου ἐπίλυσιν, ὅτι δεῖ οὐ τὰ τυχόντα αἴτια τῶν τυχόντων αἰτιατῶν ἀποδίδοσθαι, ἀλλὰ τὰ σύστοιχα. ὁ γὰρ τοῦ κύκλου τετραγωνισμὸς δυνάμει ἐστὶν ἐπιστητὸν οὐκ ἐνεργείᾳ· ἔστιν οὖν τούτου καὶ ἡ δυνάμει ἐπιστήμη, καὶ εἰ ἐνεργείᾳ γένοιτο ἐπιστητόν, πάντως καὶ ἐνεργείᾳ αὐτοῦ ἐπιστήμη ἔσται. καὶ ἡ ἀπορία συνέβη ἐκ τοῦ τοῦ δυνάμει ἐπιστητοῦ ἐνεργείᾳ ζητεῖν τὴν ἐπιστήμην.2 Τρόποι δὲ τῶν αἰτίων ἀριθμῷ μέν εἰσι πολλοί, κεφαλαιούμενοι δὲ καὶ οὗτοι ἐλάττους. ἕκαστον, φησί, τῶν αἰτίων κατὰ πολλοὺς τρόπους γίνεται· οἷον τὸ ποιητικὸν καὶ τῶν ἄλλων ἕκαστον, τὸ ὑλικὸν φημι καὶ εἰδικὸν καὶ τελικόν. ἀριθμῷ δὲ πολλούς φησιν, οἷον τὸ οἰκοδομικὸν ἢ τὸ γεωμετρικὸν ἢ τεκτονικὸν καὶ ἐπὶ τῶν ἄλλων τῶν κατὰ μέρος τεχνῶν, ἀλλὰ ταῦτα πάντα συγκεφαλαιούμενα ἀνάγονται ὑπὸ τὸ καθ’ αὑτὸ αἴτιον. λέγομεν πάλιν τὸ λευκὸν αἴτιον ἢ τὸ φαλακρὸν ἢ τὸ σιμὸν καὶ ἐπὶ πάντων τῶν ὁμοίων, ἀλλὰ πάντα τὰ τοιαῦτα ἀνάγονται ὑπὸ τὸ κατὰ συμβεβηκὸς αἴτιον. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων.
首先是这一点:尽管存在现实中的原因和潜能中的原因,同样也存在现实中的结果和潜能中的结果,但潜能中的原因与潜能中的结果之间的关系,并不像现实中的原因与现实中的结果之间的关系那样。因为现实中的原因与结果要么同时存在,要么同时不存在(因为现实中拉锯者与现实中被锯者同时存在,现实中建房者与现实中被建之房同时存在;如果建房者停止活动,被建之物立刻也会停止);但在潜能的事物上却并非如此。因为房屋并不随建房者一同毁灭,而是在建房者毁灭之后依然存在;并且潜能中的建房者不存在,但潜能中被建之物却存在。但必须认识到,他现在所谓的“潜能”并不是通常所说的(我指的是尚未被引入现实但能够被引入的事物),而是停止了活动、不再处于运动之中的事物,例如已经建成的房屋,他仅仅因为房屋现在没有在被建造而称其为“潜能中可建的”。因此,既然他自己也知道严格意义上的潜能之物与原因要么同时存在、要么同时不存在,正如现实中的事物一样,他紧接着就说,应当把潜能归于有潜能的事物,把活动着的事物对应于被作用的事物。因此,他以此方式知道,无论在潜能中还是在现实中,原因具有怎样的关系,结果也具有怎样的关系。 在此之后他说,指出每一事物的原因的人,必须指出最本真且最直接的原因;而这正是追问“为什么”停留之处。例如,房屋的原因是什么?不应当说是人或工匠,而应当指出最直接的原因,即建房者;并且是就其具有建房术而言的建房者,而非就其是其他任何东西而言;因为绝非就他是秃顶或懂音乐、或者普遍而言是人而言。此外,他说,应当把属的原因归于属的结果,把个别的原因归于个别的结果。例如,对向我提问人工制品的原因是什么的人,不应当说是建房者也不应当说是几何学家,而应当给出属的原因,即工匠;房屋的原因是什么,则是建房者;而这座特定房屋的原因,是这位特定的建房者。简而言之,如果结果是最普遍的属,也应当给出最普遍的属的原因;如果它是最特殊的或个别的,原因亦当同样如此。此外,他说,对于潜能中的结果应当给出潜能中的原因,对于现实中的结果应当给出现实中的原因;例如,对于现实中的房屋给出现实中的建房者,对于潜能中的房屋给出潜能中的建房者。 他传授了这些定理,因为它们完全足以在技术上训练灵魂,使其能够对事物进行最符合自然学且最符合逻辑学的因果解释。从这些定理出发,在《范畴篇》中关于关系的疑难也得到了解决;因为曾有人追问,如果化圆为方是可知的事物,却不存在关于它的知识,那么关系者怎能在本性上是同时的?因此由此你可以得出这一问题的解答:不应当把任意的原因对应于任意的结果,而必须对应同一系列的东西。因为化圆为方是在潜能中可知的,而非在现实中;因此关于它也存在潜能中的知识,而如果它在现实中成为可知的,必定也会存在关于它的现实中的知识。而这一疑难之所以产生,正是由于人们对潜能中可知的事物寻求现实中的知识。 “原因的样态在数量上是多的,但当被概括起来时,这些样态也是较少的。”他说,每一类原因都以多种样态生成:例如动力因以及其余每一类原因,即质料因、形式因和目的因。而在数量上多,他指的是例如建筑术、几何学或木工术,以及其余各具体技艺的情况,但所有这些在被概括起来时都被归入本然原因之下。我们又称白色的或秃顶的或塌鼻子的为原因,在所有类似情况下皆是如此,但所有这类事物都被归入偶性原因之下。在其余事物上也是同样。
- 2.53παρὰ τὸ μὴ νῦν οἰκοδομεῖσθαι
介词 παρά 后接带中性单数宾格定冠词的不定式(τὸ μὴ νῦν οἰκοδομεῖσθαι),表示原因或根据(“因为/依据它现在没有在被建造”)。
- 2.53ἐκ τοῦ τοῦ δυνάμει ἐπιστητοῦ ἐνεργείᾳ ζητεῖν τὴν ἐπιστήμην
该结构由介词 ἐκ 支配带属格定冠词的不定式短语 τοῦ... ζητεῖν(“由于探求……”),其中又嵌入了另一个属格短语 τοῦ δυνάμει ἐπιστητοῦ(“潜能中可知之物的”),导致属格冠词 τοῦ 的连续出现。其句法骨干为 ἐκ τοῦ ζητεῖν τὴν ἐνεργείᾳ ἐπιστήμην τοῦ δυνάμει ἐπιστητοῦ。
