- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:251.27-253.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯总结了关于原因复合之疑难的解答,指出对原因的划分同样完全适用于结果,并阐明了作为结果的形式与(直接)质料的性质。
〈τὸ δὲ κατὰ συμβεβηκὸς〉 ἢ τῷ πόρρω συμπλέκεται ἢ τῷ προσεχεῖ· ἀλλ’ ὅταν τῷ προσεχεῖ συμπλέκηται, οὐκ ἔστιν ἡ συμπλοκὴ πρὸς τὸ προσεχές (ἄμφω γὰρ ἓν καὶ ταὐτὸν κατὰ τοῦτο), ἀλλὰ πρὸς τὸ κατὰ συμβεβηκὸς μόνον. ὥσπερ οὖν καὶ ὅταν τὸ προσεχὲς καθ’ αὑτὸ τῷ πόρρω καθ’ αὑτὸ συμπλέκηται, ἡ συμπλοκὴ οὐ πρὸς τὸ καθ’ αὑτὸ ἀλλὰ πρὸς τὸ πόρρω, οὕτως οὖν καὶ τὸ πόρρω καθ’ αὑτὸ ὅταν λέγωμεν συμπεπλέχθαι ἢ πρὸς τὸ κατὰ συμβεβηκὸς ἢ πρὸς τὸ προσεχές, τῷ κατὰ συμβεβηκὸς ἢ προσεχεῖ ἢ πόρρω λέγομεν συμπεπλέχθαι (καὶ πάλιν ἐπὶ τούτου ἡ συμπλοκὴ ἡ πρὸς τὸ κατὰ συμβεβηκὸς πόρρω οὐκ ἔστι πρὸς τὸ πόρρω, ἀλλὰ πρὸς τὸ κατὰ συμβεβηκὸς μόνον), εἰ δὲ καὶ τῷ καθ’ αὑτὸ προσεχεῖ συμπλέκεται, ὡς προσεχεῖ οὐχ ὡς καθ’ αὑτό. εὐλόγως ἄρα ἐπί τε τοῦ προσεχοῦς καθ’ αὑτὸ καὶ ἐπὶ τοῦ πόρρω λαμβάνομεν τὴν κατὰ τὸ ἁπλοῦν καὶ τὸ συμπεπλεγμένον διαίρεσιν, τοῦ συμπεπλεγμένου σημαίνοντος κοινῇ μὲν τὴν πρὸς τὸ κατὰ συμβεβηκὸς συμπλοκὴν ἐπ’ ἀμφοτέρων, ἰδίᾳ δὲ ἐπὶ μὲν τοῦ προσεχοῦς τὴν πρὸς τὸ πόρρω, τὸ πόρρω τοῦτο εἴτε καθ’ αὑτὸ εἴη εἴτε κατὰ συμβεβηκός, ἐπὶ δὲ τοῦ πόρρω τὴν πρὸς τὸ προσεχές, εἴτε πάλιν καθ’ αὑτὸ εἴη εἴτε κατὰ συμβεβηκός· εἰς γενικώτερα γὰρ κατέληξεν ἡ διαίρεσις, οὐκ εἰς εἰδικώτατα. Οἱ μὲν οὖν τρόποι τῶν αἰτίων τοσοῦτοι. ὁσαχῶς οὖν τὰ αἴτια λέγεται, τοσαυταχῶς καὶ τὰ αἰτιατά· καὶ ἐπὶ τῶν αἰτιατῶν γὰρ εὑρήσεις τὰ μὲν καθ’ αὑτὸ τὰ δὲ κατὰ συμβεβηκός, καὶ τὰ μὲν προσεχῆ τὰ δὲ πόρρω, καὶ τὰ μὲν ἁπλᾶ τὰ δὲ συμπεπλεγμένα, πάντα δὲ ταῦτα τὰ μὲν δυνάμει τὰ δὲ ἐνεργείᾳ. αἰτιατὰ δέ φησιν εἶναι ὑλικόν τε καὶ εἰδικόν· εὔδηλον γὰρ ὡς οὔτε ποιητικὸν οὔτε τελικὸν αἰτιατόν ἐστιν, ἀλλ’ εἰδικὸν μὲν οἷον ὁ ἀνδριάς, ὑλικὸν δὲ οἷον ὁ χαλκός. μᾶλλον δὲ οὐδὲ ἡ ὕλη ἐστὶν αἰτιατόν, ἀλλὰ μόνως τὸ εἶδος· πᾶν γὰρ τὸ γινόμενον εἶδός τί ἐστι καὶ οὐδὲν ὡς ὕλη γίνεται· ἡ γὰρ κυρίως ὕλη οὔτε γίνεται ὑπὸ φύσεως οὔτε φθείρεται. ἀλλ’ εἰ καὶ μηδὲν ὡς ὕλη γίνεται, ἀλλ’ οὖν ἐπειδὴ αἱ προσεχεῖς ὗλαι εἴδη τινά εἰσι καὶ γίνονται πολλὰ καὶ μάλιστα ἐπὶ τῶν τεχνητῶν οὐ δι’ αὐτὰ ἐκεῖνα ἀλλ’ ἵνα ἄλλων ὕλη ᾖ (οἷον ὁ χαλκὸς καὶ τὰ λοιπὰ τῶν μετάλλων), διὰ τοῦτο καὶ τὴν ὕλην αἰτιατὸν εἶπεν, οὐχ ὕλης μένοντος τοῦ γινομένου, ἀλλ’ εἴδους.1 διότι δὲ συμβέβηκε τὴν προσεχῆ ὕλην εἶδος εἶναι, διὰ τοῦτο λέγων τὴν ὕλην γίνεσθαι, εἰσὶν οὖν, φησί, καὶ ἐπὶ τούτων πάντες οἱ τρόποι τῶν αἰτίων.2 ὅταν μὲν γὰρ εἴπω εἰκόνα Σωκράτους γεγονέναι, καθ’ αὑτὸ εἶπον αἰτιατὸν καὶ προσεχές, ὅταν δὲ εἰκόνα ἁπλῶς ἢ ὁμοίωμα, καθ’ αὑτὸ καὶ πόρρω· καὶ ὅταν μὲν εἴπω δίπηχυν εἰκόνα ἢ δεκάπηχυν, κατὰ συμβεβηκὸς εἶπον καὶ προσεχές, ὅταν δὲ μικρὰν ἢ μεγάλην, κατὰ συμβεβηκὸς καὶ πόρρω, ὅταν δὲ δεκάπηχυν εἰκόνα ἢ μεγάλην εἰκόνα, συμπεπλεγμένον εἶπον αἰτιατόν· καὶ ὅταν μὲν εἰκόνα γενήσεσθαι, δυνάμει, ὅταν δὲ γενέσθαι, ἐνεργείᾳ. καὶ ἐπὶ τῆς ὕλης ὡσαύτως, ὡς ὅταν εἴπω χαλκὸν γεγενῆσθαι ἢ μέταλλον, ἢ ἐρυθρὸν χαλκὸν ἢ εὔηχον χαλκόν, καὶ ἐπὶ πάντων οὕτω. ἄλλως δὲ δῆλον ὅτι ἐπὶ τῶν αἰτίων τὸ εἶδος εἰλήφαμεν, καὶ ἄλλως ἐπὶ τῶν αἰτιατῶν· αἴτιον μὲν γὰρ λέγεται τὸ εἶδος, ὅταν ὡς συμπληρωτικὸν τοῦ συνθέτου θεωρῆται, ὡς δὲ ἀποτέλεσμα ὂν τοῦ ποιητικοῦ αἰτίου αἰτιατὸν λέγεται. Λαβὼν δὲ τῷ εἰρημένῳ τρόπῳ πάντας τῶν αἰτίων τοὺς τρόπους, ἐφεξῆς παρακολουθοῦντά τινα θεωρήματα τοῖς αἰτίοις παραδίδωσι πλείονα.
〈偶性的则〉或者与间接的复合,或者与直接的复合;但每当它与直接的复合时,这种复合并不是针对直接的(因为就此而言二者是同一回事),而仅仅是针对偶性的。正如当直接的本然原因与间接的本然原因复合时,复合并不是针对本然的,而是针对间接的;同样,当我们说间接的本然原因或者与偶性的复合、或者与直接的复合时,我们指的是它与偶性的(无论是直接的还是间接的)复合(在此情况下,针对偶性间接原因的复合同样不是针对间接的,而仅仅是针对偶性的);若它也与直接的本然原因复合,则是作为直接的复合,而非作为本然的复合。因此,无论在直接的本然原因还是间接的原因上,我们采用按照单纯与复合的划分都是合理的,因为“复合的”在二者上共同表示针对偶性原因的复合,而在直接原因上特指针对间接原因(无论这间接原因是本然的还是偶性的)的复合,在间接原因上特指针对直接原因(无论这直接原因同样是本然的还是偶性的)的复合;因为划分最终落实在更属的类别上,而非最种的类别上。 因此,原因的样态恰好只有这么多。所以,原因以多少种方式被述说,结果也就以多少种方式被述说;因为在结果上你同样会发现,有些是本然的,有些是偶性的,有些是直接的,有些是间接的,有些是单纯的,有些是复合的,而所有这些,有些处于潜能,有些处于现实。他说结果既有质料性的,也有形式性的;因为很显然,无论是动力因还是目的因都不是结果,而形式性的结果例如雕像,质料性的结果例如青铜。更确切地说,甚至质料也不是结果,而只有形式才是结果;因为一切生成的事物都是某种形式,没有任何东西作为质料而生成;严格意义上的质料既不由自然生成也不由自然毁灭。但是,即使没有任何东西作为质料而生成,然而由于直接质料是某种形式,且许多东西的生成——尤其在人造物中——并不是为了它们自身,而是为了成为其他事物的质料(例如青铜以及其余金属),正因如此他也将质料称为结果,尽管生成的事物并不是停留为质料,而是成为形式。正因为直接质料附带地是形式,他因而说质料生成,他说:“因此在这些[结果]中也存在原因的所有样态。”因为每当我说了“苏格拉底的像生成了”,我说的是本然且直接的结果,而当我单纯地说“像或摹本”时,我说的是本然且间接的结果;当我说“两肘高的像或十肘高的”时,我说的是偶性且直接的结果,当我说“小的或大的”时,我说的是偶性且间接的结果;当我说“十肘高的像”或“大的像”时,我说的是复合的结果;当说“像将要生成”时,是在潜能中,而说“已生成”时,是在现实中。在质料上也是同样,如每当我说了“青铜生成了”或“金属生成了”,或者“红色的青铜”或“发声洪亮的青铜”,在所有情况中皆是如此。但显然,我们在原因上理解形式的方式与在结果上理解形式的方式不同;因为当形式被视作充实复合物的要素时被称为原因,而作为动力因的产物时则被称为结果。 在以所述方式把握了原因的所有样态之后,他接下来传授了伴随着诸原因的更多定理。
- 2.53οὐχ ὕλης μένοντος τοῦ γινομένου, ἀλλ’ εἴδους
属格绝对结构。逻辑主语是 τοῦ γινομένου(“生成之物”),表语呈 οὐχ ὕλης ... ἀλλ' εἴδους 的对立结构。动词 μένω(“停留、保持”)在此具有表语性质,表达让步或限定之意:“尽管生成之物并非停留为质料,而是成为形式”。
- 2.53διότι δὲ συμβέβηκε τὴν προσεχῆ ὕλην εἶδος εἶναι, διὰ τοῦτο λέγων τὴν ὕλην γίνεσθαι, εἰσὶν οὖν, φησί, καὶ ἐπὶ τούτων πάντες οἱ τρόποι τῶν αἰτίων
此处句式略带破格(破折句)。承接 διότι 从句的原因副词短语 διὰ τοῦτο 修饰现在分词 λέγων(指亚里士多德),其宾语从句为 τὴν ὕλην γίνεσθαι。分词短语并未走向预期的主句动词,而是直接被引述动词 φησί 及其后的引文“εἰσὶν οὖν...”吸收。
