← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§250.1-251.26

定义区分下的原因复合样态推导

斐洛庞努斯通过阐明原因样态的划分并非基底上的实存分离而是定义上的固有性质分析来解答疑难,并运用《导论》中的组合方法推导出实际存在的六种复合样态,从而捍卫了十二种样态体系的严密性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.53#2

Φαμὲν οὖν πρὸς τὴν ἀπορίαν, ὅτι οὐχ ὡς διῃρημένου ὑπάρχοντος τοῦ ἀριθμοῦ τῶν τριῶν ἀντιθέσεων τῶν τρόπων τῶν αἰτίων, οὕτως αὐτὰς ἐκτίθεται ὁ Ἀριστοτέλης (τοῦτο γὰρ τῷ ὄντι ἀδύνατον), ἀλλὰ τὰς ἰδιότητας τῶν αἰτίων ἡμῖν ἐκθέσθαι βουληθείς·1 κἂν γὰρ μυριάκις μὴ ἔστιν ἕκαστον τούτων κατ’ ἰδίαν θεωρῆσαι, ἀλλ’ οὖν τῷ λόγῳ χωρίζονται ἀπ’ ἀλλήλων. ὅταν γὰρ εἴπω ‘ἀνδριαντοποιόν’, εἰ καὶ ἕν τι πρᾶγμα εἶπον τῷ ὑποκειμένῳ, ἀλλ’ οὖν τῷ λόγῳ οὐκ ἔστιν ἕν. τῷ γὰρ ἀνδριαντοποιῷ οὐ ταὐτὸν τὸ αἰτίῳ εἶναι καὶ προσεχεῖ αἰτίῳ· εἰ γὰρ ταὐτὸν ἦν αἴτιον εἰπεῖν καὶ προσεχές, πᾶν αἴτιον προσεχὲς ἂν ἦν. τὸ δὲ ἁπλοῦν καὶ τὸ συμπεπλεγμένον, ἵνα συμπλέκωμεν ἢ τῷ καθ’ αὑτὸ τὸ κατὰ συμβεβηκὸς ἢ τῷ προσεχεῖ τὸ πόρρω,2 κἂν ἄμφω ἢ καθ’ αὑτὰ ὑπάρχει ἢ κατὰ συμβεβηκός. ὥστε ἰδιότητας αἰτίων παραδέδωκεν ἡμῖν διὰ τούτων, καὶ οὐχ ἁπλῶς χωρίζεσθαι δυνάμενον ἀριθμὸν αἰτίων. καὶ οὐδέν γε διαφέρει τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ συμπλέκειν ταῖς ἄλλαις τρισὶν ἀντιθέσεσιν, ἢ ἄλλην τινὰ συμπλέκειν μετὰ τῶν λοιπῶν τῇ κατὰ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ· ἁπλῶς γὰρ τὰς συμπλοκὰς αὐτῶν τὰς πρὸς ἀλλήλας ζητοῦμεν. Τῷ λόγῳ οὖν ἑκάστην ἰδιότητα τῶν λοιπῶν χωρίσας, καθ’ αὑτὸ κατὰ συμβεβηκὸς προσεχὲς πόρρω ἁπλοῦν σύνθετον, εὑρίσκει τούτων τὰς διαφορὰς ἕξ, ὧν ἑκάστη συμπλεκομένη τῷ δυνάμει καὶ ἐνεργείᾳ δώδεκα αἰτίων ἀριθμὸν ποιεῖ. εἰ δέ τις μὴ λόγῳ μόνῳ θεωρεῖν ταύτας τὰς διαφορὰς βούλεται, ἀλλὰ τὰς ἐν ὑπάρξει δυναμένας ἀποδίδοσθαι ζητοίη, εὕροι ἂν οὕτως· τῶν γὰρ καθ’ αὑτὸ αἰτίων ἢ προσεχῶν ὄντων ἢ πορρωτέρω, καὶ τῶν κατὰ συμβεβηκὸς ὁμοίως, γίνονται τέσσαρα μόρια ἁπλᾶ τὰ ὑποκείμενα, ἀνδριαντοποιὸς καθ’ αὑτὸ προσεχές, τεχνίτης καθ’ αὑτὸ πορρωτέρω, ὁ λευκὸς κατὰ συμβεβηκὸς προσεχές, ὁ κεχρωσμένος κατὰ συμβεβηκὸς πορρωτέρω. καὶ τούτων πλείονα ἁπλᾶ γίνεσθαι ἀδύνατον. εἰ δὲ ταῦτα συμπλέκειν ἀλλήλοις βουληθείημεν, γένοιντ’ ἂν αἱ πᾶσαι ἐκ τούτων συμπλοκαὶ ἓξ κατὰ τὴν ἐν Εἰσαγωγῇ παραδεδομένην ἡμῖν μέθοδον· εἰ γὰρ λάβοιμεν τὸν τρία ἀριθμὸν μονάδι τῶν τεσσάρων λείποντα, καὶ πολλαπλασιάσωμεν τὸν τρία ἐπὶ τὸν τέσσαρα, καὶ τῶν γενομένων δώδεκα τὸν ἥμισυν λάβωμεν,3 τουτέστι τὸν ἕξ, τοσαύτας μόνας εὑρήσομεν τῶν αἰτίων τὰς συμπλοκὰς γινομένας. εἰσὶ δὲ αἱ ὑποκείμεναι τεχνίτης ἀνδριαντοποιός (αὕτη καθ’ αὑτὸ προσεχές τε ἅμα καὶ πόρρω), ἀνδριαντοποιὸς λευκός (καθ’ αὑτὸ ἅμα καὶ κατὰ συμβεβηκὸς καὶ προσεχές), ἀνδριαντοποιὸς κεχρωσμένος (προσεχὲς καὶ πόρρω, καὶ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός), τεχνίτης λευκός (πάλιν προσεχὲς καὶ πόρρω, καὶ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός· ὥστε ἡ τετάρτη καὶ ἡ τρίτη αἱ αὐταὶ μέν, διαφέρουσι δὲ ὅτι ἐν μὲν τῇ τρίτῃ τὸ μὲν καθ’ αὑτὸ ἦν τὸ προσεχὲς ὁ ἀνδριαντοποιὸς τὸ δὲ συμβεβηκὸς τὸ πόρρω ὁ κεχρωσμένος, ἐν δὲ τῇ τετάρτῃ ἀνάπαλιν τὸ μὲν καθ’ αὑτὸ πόρρω ὁ τεχνίτης τὸ δὲ κατὰ συμβεβηκὸς προσεχὲς ὁ λευκός), πέμπτη συμπλοκὴ κεχρωσμένος τεχνίτης (καθ’ αὑτὸ ἅμα καὶ κατὰ συμβεβηκὸς καὶ πόρρω), ἕκτη κεχρωσμένος λευκός (κατὰ συμβεβηκὸς προσεχὲς ἅμα καὶ πόρρω). δεῖ οὖν εἰς τὸ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκὸς διελόντας καὶ εἰς τὸ προσεχὲς καὶ πόρρω μηκέτι ταῦτα διελεῖν εἰς τὸ ἁπλοῦν καὶ τὸ συμπεπλεγμένον, ἀλλ’ εὐθὺς εἰς τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ· καὶ οὕτως οὔτε δὶς τὰ αὐτὰ ληψόμεθα, καὶ σωθήσεται ὁ τῶν δώδεκα τρόπων ἀριθμός. Ἴσως δὲ ἔτι προσαπορήσειέ τις τῇ διαιρέσει ἐκ τῶν εἰρημένων λαβὼν τὰς ἀφορμάς, ὅτι τοῦ προσεχοῦς καθ’ αὑτὸ διῃρημένου εἰς τὸ ἁπλοῦν καὶ τὸ συμπεπλεγμένον οὐκ ἔδει τὸ καθ’ αὑτὸ πόρρω πάλιν εἰς τὰ αὐτὰ διαιρεθῆναι, εἴ γε τὸ προσεχὲς καθ’ αὑτὸ συμπλέκεται ἢ τῷ κατὰ συμβεβηκὸς ἢ τῷ πόρρω. φημὶ οὖν ὅτι μάλιστα μὲν ὥσπερ τὸ καθ’ αὑτὸ συμπλέκεται τῷ κατὰ συμβεβηκός, οὕτω καὶ τὸ πόρρω καθ’ αὑτὸ τῷ κατὰ συμβεβηκός, καὶ ἔδει διὰ ταῦτα καὶ τοῦτο διαιρεθῆναι· ἄλλως τε ὅταν λέγωμεν τὸ καθ’ αὑτὸ προσεχὲς συμπλέκεσθαι τῷ πόρρω, οὐ πάντως τοῦτό φαμεν ὅτι τῷ καθ’ αὑτὸ πόρρω συμπλέκεται, ἀλλὰ μάλιστα τῷ κατὰ συμβεβηκός, ἵν’ οὕτως ᾖ τὸ προσεχὲς καθ’ αὑτὸ συμπλεκόμενον τῷ κατὰ συμβεβηκός.

因此我们针对这一疑难回答说,并非像原因样态的三种对立的数目在现实中彼此分离存在那样,亚里士多德才如此列举它们(因为这确实是不可能的),而是因为他意在向我们列举诸原因的固有性质。因为即便万万不能单独观察它们当中的每一者,但它们在定义上彼此分开。因为每当我说了“雕像工匠”,即使我在基底上说的是单一事物,但它在定义上并不是一。因为对雕像工匠而言,作为原因与作为直接原因并非同一;因为如果说“原因”与说“直接的”是同一回事,那么一切原因就都是直接原因了。而单纯的与复合的,则是为了让我们或者把偶性的与本然的复合,或者把间接的与直接的复合,即使二者都是本然存在或偶性存在的。因此,他通过这些向我们传授了原因的固有性质,而非能够被单纯分立的原因的数目。而且,将潜能与现实与其他三种对立相复合,还是将其他某种对立与潜能和现实的对立连同其余对立相复合,并无任何差异;因为我们所探求的仅仅是它们彼此之间的复合。 因此,在定义上将每一固有性质从其余性质中区分开来——本然、偶性、直接、间接、单纯、复合——他发现了这六种差异,其中每一种与潜能和现实复合,就造成了十二个原因的数目。但假若有人不愿仅仅在定义上观察这些差异,而是寻求能够在实际存在中被指明的差异,他就会按如下方式发现它们:因为在本然原因中,有些是直接的,有些是较间接的,而在偶性原因中亦是同样,于是产生出如下四个单纯项:雕像工匠(本然且直接)、工匠(本然且较间接)、白皮肤的人(偶性且直接)、具有颜色的人(偶性且较间接)。而单纯项不可能产生出多于这些的数目。假若我们希望将这些项彼此复合,按照在《导论》中向我们传授的方法,由这些项构成的全部复合就将有六种;因为如果我们取比四少一的数字三,将三乘以四,再取所产生的十二的一半,也就是六,我们就会发现所产生的原因的复合恰好只有这么多。它们是如下这些:身为工匠的雕像工匠(这同时是本然直接且间接的);白皮肤的雕像工匠(同时是本然、偶性且直接的);具有颜色的雕像工匠(直接且间接,本然且偶性);白皮肤的工匠(同样是直接且间接,本然且偶性;因此第四种与第三种是相同的,但差别在于:在第三种中,本然的是直接的雕像工匠,而偶性的是间接的具有颜色的人;在第四种中恰恰相反,本然的是间接的工匠,而偶性的是直接的白皮肤的人);第五种复合是具有颜色的工匠(同时是本然、偶性且间接的);第六种是具有颜色的白皮肤的人(偶性,同时是直接且间接的)。因此,在划分成本然与偶性以及直接与间接之后,不应再将它们划分为单纯与复合,而应直接划分为潜能与现实;这样我们既不会两次取得相同的事物,十二种样态的数目也能得到保全。 或许还会有人从前述讨论中获得由头,对这一划分进一步提出疑难:既然本然直接原因已经被划分为单纯与复合,那么本然间接原因就不应再次被划分为同样的东西,如果本然直接原因确实是或者与偶性原因复合,或者与间接原因复合的话。因此我说:最根本地在于,正如本然的与偶性的相复合,间接的本然原因同样也与偶性的相复合,因而在这些缘故下它也应当被划分;再者,每当我们说本然直接原因与间接原因复合时,我们绝不是说它是与本然间接原因复合,而是主要指与偶性原因复合,从而使本然直接原因是以这种方式与偶性原因复合的。

语法注3 条
  1. 2.53οὐχ ὡς διῃρημένου ὑπάρχοντος τοῦ ἀριθμοῦ τῶν τριῶν ἀντιθέσεων τῶν τρόπων τῶν αἰτίων, οὕτως αὐτὰς ἐκτίθεται ὁ Ἀριστοτέλης (τοῦτο γὰρ τῷ ὄντι ἀδύνατον), ἀλλὰ τὰς ἰδιότητας τῶν αἰτίων ἡμῖν ἐκθέσθαι βουληθείς

    这是一个破格结构(anacoluthon),以 οὐχ ὡς 引导的属格独立结构(διῃρημένου ὑπάρχοντος τοῦ ἀριθμοῦ...)与同主节主语 ὁ Ἀριστοτέλης 一致的主格分词短语(ἀλλὰ ... βουληθείς)形成不对称对比,将所否定的前提(“仿佛数目分离存在”)与肯定的真实动机(“意在列举固有性质”)进行对照。

  2. 2.53τὸ δὲ ἁπλοῦν καὶ τὸ συμπεπλεγμένον, ἵνα συμπλέκωμεν ἢ τῷ καθ’ αὑτὸ τὸ κατὰ συμβεβηκὸς ἢ τῷ προσεχεῖ τὸ πόρρω

    主格主语短语 τὸ δὲ ἁπλοῦν καὶ τὸ συμπεπλεγμένον 缺少明确的主动词(如 παρείληπται 等),其后直接跟有表示目的的 ἵνα 引导的从句。结构上应补充理解为“单纯与复合[这一对立]是为了让我们复合……”

  3. 2.53κατὰ τὴν ἐν Εἰσαγωγῇ παραδεδομένην ἡμῖν μέθοδον· εἰ γὰρ λάβοιμεν τὸν τρία ἀριθμὸν μονάδι τῶν τεσσάρων λείποντα, καὶ πολλαπλασιάσωμεν τὸν τρία ἐπὶ τὸν τέσσαρα, καὶ τῶν γενομένων δώδεκα τὸν ἥμισυν λάβωμεν

    此处说明波菲利《导论》中组合公式 n(n-1)/2 的具体运算。在条件从句中,祈愿语气(λάβοιμεν)与虚拟语气(πολλαπλασιάσωμεν, λάβωμεν)并列,体现了晚期希腊语中以假设性步骤进行一系列数学推导时的语气交替。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:250.1-251.26