← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§248.9-249.32

原因样式的分类与四十八种划分

菲洛波庞解释了亚里士多德如何通过三组对立(本然/偶性、直接/间接、单纯/复合)与潜能/现实的结合得出十二种原因样式,并乘以四类原因推导出四十八种原因,随后提出了这些样式在具体实例中相互重叠而无法彼此完全分离的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.53#1

" Τὰ μὲν οὖν αἴτια ταῦτα καὶ τοσαῦτα τῷ εἴδει ἐστί· τρόποι δὲ τῶν αἰτίων ἀριθμῷ μὲν πολλοί, κεφαλαιούμενοι δὲ καὶ οὗτοι ἐλάττους.1" Ἐπεξελθὼν τὸν περὶ τῶν καθ’ αὑτὸ αἰτίων λόγον, ἐπειδὴ ἐν ταῖς ἀποδόσεσι τῶν αἰτίων οὐ μόνον τὰ καθ’ αὑτὸ αἴτια εἰώθαμεν ἀποδιδόναι, ἀλλ’ ἔστιν ὅτε καὶ τὰ κατὰ συμβεβηκός (λέγομεν γὰρ τὸν φαλακρὸν ᾠκοδομηκέναι ἢ τὸν σιμὸν φιλοσοφεῖν), διὰ τοῦτο μέλλων παραδιδόναι καὶ τὰ κατὰ συμβεβηκὸς ἀναλαμβάνει καθόλου τὸν περὶ τῶν αἰτίων λόγον καὶ διαίρεσιν αὐτῶν ποιεῖται καθολικήν. τῶν γὰρ αἰτίων, φησί, τὰ μέν ἐστι καθ’ αὑτὸ τὰ δὲ κατὰ συμβεβηκός, καὶ τὰ μὲν προσεχῆ τὰ δὲ πόρρω, καὶ τὰ μὲν ἁπλᾶ τὰ δὲ συμπεπλεγμένα. καθ’ αὑτὸ μὲν οὖν αἴτιον τοῦ ἀνδριάντος ὁ ἀνδριαντοποιός, κατὰ συμβεβηκὸς δὲ ὁ φαλακρὸς ἢ ὁ μουσικός· καὶ προσεχὲς μὲν καθ’ αὑτὸ ὡσαύτως ὅδε ὁ ἀνδριαντοποιὸς τοῦδε τοῦ ἀνδριάντος, πόρρω δὲ ὁ τεχνίτης· καὶ ἐπὶ τῶν κατὰ συμβεβηκὸς προσεχὲς μὲν αἴτιον ὁ λευκός, πόρρω δὲ ὁ κεχρωσμένος· καὶ ἁπλοῦν μὲν ὁ τεχνίτης ἢ ὁ ἀγαλματοποιὸς ἢ ὁ φαλακρός, συμπεπλεγμένον δὲ ὁ φαλακρὸς ἀγαλματοποιὸς ἢ ὁ τεχνίτης ἀγαλματοποιός· ἐπὶ μὲν γὰρ τοῦ προτέρου συνέπλεξα τὸ καθ’ αὑτὸ τῷ κατὰ συμβεβηκός, ἐπὶ δὲ τοῦ ὑστέρου τὸ προσεχὲς τῷ πόρρω. τριῶν οὖν ἀντιθέσεων οὐσῶν, μορίων δὲ δηλονότι ἕξ, καθ’ ἕκαστον τούτων συμπλεκόμενον τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ διπλασιάζει τὸν ἀριθμόν,2 ὡς γίνεσθαι τὰ πάντα μόρια τῶν αἰτίων δώδεκα. ἔστι γὰρ καθ’ αὑτὸ ἐνεργείᾳ μὲν οἷον ὁ ἀνδριαντοποιὸς οἰκοδομεῖ, δυνάμει δὲ ὁ ἀνδριαντοποιὸς οἰκοδομήσει· πάλιν κατὰ συμβεβηκὸς ἐνεργείᾳ μὲν ὁ φαλακρὸς οἰκοδομεῖ, δυνάμει δὲ ὁ φαλακρὸς οἰκοδομήσει· καὶ ἐπὶ τῶν ἄλλων δὲ ὡσαύτως. δώδεκα οὖν γινομένων τμημάτων καθ’ ἕκαστον αἴτιον, ἐπεὶ τέσσαρα τὰ γένη τῶν αἰτίων, τὸ ποιητικὸν τὸ εἰδικὸν τὸ τελικὸν τὸ ὑλικόν, τῶν δώδεκα τρόπων τῶν αἰτίων συμπλεκομένων πρὸς τὰ τέσσαρα γένη τῶν αἰτίων ὁ πᾶς ἀριθμὸς αἰτίων γίνεται μηʹ. Ἀπορήσειε δ’ ἄν τις πρὸς τὸν συναχθέντα ἀριθμὸν τῶν αἰτίων, ὅτι εἰ θελήσομεν καθ’ ἕκαστον τῶν αἰτίων τοὺς δώδεκα τρόπους ἐκθέσθαι, οὐχ εὑρήσομεν εὐοδοῦντα ἡμῖν τὸν λόγον. ἔστω γὰρ ἐπὶ τοῦ ποιητικοῦ ἡ ζήτησις· εἰπὼν γὰρ ὅτι ὁ ἀνδριαντοποιὸς αἴτιος τοῦ ἀνδριάντος, εὐθὺς καὶ καθ’ αὑτὸ εἶπον καὶ ἁπλοῦν καὶ προσεχές· ὥστε οὐ δυνατὸν τρεῖς ἀντιθέσεις ποιῆσαι κεχωρισμένας ἀλλήλων, καὶ μὴ ἐπικοινωνοῦσαν ἄλλη ἄλλην.3 πάλιν τὸ ἁπλοῦν καὶ τὸ συμπεπλεγμένον εἰ μὲν καθ’ αὑτὸ μόνον τὸ σημαινόμενον τῶν αἰτίων καὶ μὴ κατὰ τὰς τῶν φωνῶν συμπλοκὰς ἐκλαμβάνοις, ἀδύνατον ὅλως ἁπλοῦν εἶναί τι κατὰ σημαινόμενον αἴτιον (ἅμα γὰρ τῷ εἰπεῖν ‘ἀνδριαντοποιός’ καὶ καθ’ αὑτὸ εἶπον αἴτιον καὶ προσεχές· πῶς οὖν ἁπλοῦν; ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων), εἰ δὲ κατὰ τὴν τῶν φωνῶν προφορὰν τὸ ἁπλοῦν λαμβάνομεν καὶ τὸ σύνθετον, ὥσπερ οὖν καὶ Ἀριστοτέλει δοκεῖ (ὡς διὰ τῶν ὑποδειγμάτων ἔδειξε· συμπλέκοντες γάρ φαμεν Πολύκλειτος ἀνδριαντοποιός), πάλιν οὐδὲν ἧττον καὶ ἐν τοῖς ἁπλοῖς καὶ ἐν τοῖς συνθέτοις συνεπινοεῖται καὶ τὸ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός, καὶ τὸ προσεχὲς ἢ πόρρω. ἐπὶ μὲν οὖν τῶν ἁπλῶν ἐδείξαμεν, ἐπὶ δὲ τῶν συνθέτων, οἷον ἐὰν εἴπω Πολύκλειτος ἀνδριαντοποιός· ἅμα γὰρ ἐν τούτῳ θεωρεῖται καὶ τὸ καθ’ αὑτὸ καὶ τὸ κατὰ συμβεβηκός (ὁ μὲν γὰρ ἀνδριαντοποιὸς καθ’ αὑτὸ αἴτιος τοῦ ἀνδριάντος, ὁ δὲ Πολύκλειτος κατὰ συμβεβηκός), καὶ ἔτι τὸ προσεχές. ἐνδέχεται δὲ καὶ ἅμα πάντα εὑρεθῆναι, οἷον εἰ οὕτως εἴπω ‘ἄνθρωπος ἀγαλματοποιός’· ἐν μὲν γὰρ τῷ ἄνθρωπος ἔστι καὶ τὸ πόρρω καὶ τὸ κατὰ συμβεβηκός, ἐν δὲ τῷ ἀγαλματοποιὸς τὸ προσεχὲς καὶ τὸ καθ’ αὑτό. οὐκ ἄρα ἐνδέχεται διακεκριμένα ταῦτα εὑρεῖν ἀλλήλων.

“因此,诸原因就是这些,在种上也就是这么多;而原因的诸样式在数量上虽多,但总括起来,这些样式也是较少的。” 在详尽探讨了关于本然原因的论述之后,既然在指出原因时我们不仅习惯于指出本然原因,有时也指出偶性原因(因为我们说秃头的人造了房屋,或者塌鼻的人在研究哲学),为了这个缘故,在他将要传授偶性原因之时,他普遍地重新拾起关于原因的论述,并对它们作出普遍的划分。他说,因为在原因中,有些是本然的,有些是偶性的;有些是直接的,有些是间接的;有些是单纯的,有些是复合的。因此,雕像的本然原因是雕像工匠,而偶性原因是秃头的人或懂音乐的人;同样,这尊雕像的直接且本然的原因是这位雕像工匠,而间接原因则是工匠;在偶性原因方面,直接原因是白皮肤的人,间接原因则是具有颜色的人;单纯的原因是工匠或雕像工匠或秃头的人,而复合的原因则是秃头的雕像工匠或身为工匠的雕像工匠;因为在前一种情况下我将本然的与偶性的复合在一起,在后一种情况下则将直接的与间接的复合在一起。既然存在三种对立,显而易见就有六个部分,潜能与现实与这每一部分复合,就使数目增加了一倍,以至于原因的所有部分总共变为十二个。因为本然且现实的,例如雕像工匠正在建造房屋,而潜能的则是雕像工匠将要建造房屋;同样,偶性且现实的是秃头的人正在建造房屋,而潜能的则是秃头的人将要建造房屋;在其余诸项上也是同样。因此,既然每一原因产生出十二个区分,而诸原因的属有四个——动力因、形式因、目的因、质料因——当原因的十二种样式与诸原因的四个属相复合时,原因的总数就成为四十八个。 然而,有人可能会针对推导出的这一原因数目提出疑难:如果我们愿意就每一原因列举出这十二种样式,我们将发现这一论述在我们这里无法顺利进行。因为假定这一探讨是在动力因上进行的:在说了雕像工匠是雕像的原因之后,我立刻既说了它是本然的,又说了它是单纯的,还说了它是直接的;因此不可能确立彼此分离且互不相通的三种对立。再者,关于单纯的与复合的,如果人们仅仅依据原因自身的含义而不根据语词的发声结合来理解,那么依照含义根本不可能有任何单纯的原因(因为在说出“雕像工匠”的同时,我既说了它是本然的原因,又说了它是直接的原因;那么它何以是单纯的呢?在其他项上也是如此);但如果依照语词的发声来把握单纯与复合,正如亚里士多德所认为的那样(正如他通过实例所表明的;因为我们在复合时说“雕像工匠波利克莱托斯”),那么无论在单纯的项中还是在复合的项中,本然或偶性、直接或间接同样都被一同构想出来。在单纯项的情形中我们已经表明了这一点;而在复合项的情形中,例如假若我说“雕像工匠波利克莱托斯”:因为在这当中同时观察到了本然的与偶性的(因为雕像工匠是雕像的本然原因,而波利克莱托斯则是偶性原因),并且还观察到了直接的原因。而且也有可能全部同时被发现,例如假若我这样说“身为人的雕像工匠”:因为在“人”中既有间接的也有偶性的,而在“雕像工匠”中则有直接的和本然的。因此,不可能发现这些是彼此截然分开的。

语法注3 条
  1. 2.53κεφαλαιούμενοι δὲ καὶ οὗτοι ἐλάττους

    亚里士多德引文中的语句。分词 κεφαλαιούμενοι 为被动语态,带有条件或时间含义(“当被总括起来时”)。在主语 οὗτοι 与谓语 ἐλάττους 之后省略了系动词 εἰσί。

  2. 2.53τριῶν οὖν ἀντιθέσεων οὐσῶν, μορίων δὲ δηλονότι ἕξ, καθ’ ἕκαστον τούτων συμπλεκόμενον τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ διπλασιάζει τὸν ἀριθμόν

    句法骨架为:属格绝对结构 τριῶν οὖν ἀντιθέσεων οὐσῶν, μορίων δὲ δηλονότι ἕξ 提供背景前提,主语 τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ 支配谓语动词 διπλασιάζει 及其宾语 τὸν ἀριθμόν。分词 συμπλεκόμενον 采用中性单数与合并视为主体的复合主语一致,表示手段或条件。

  3. 2.53καὶ μὴ ἐπικοινωνοῦσαν ἄλλη ἄλλην

    分词 ἐπικοινωνοῦσαν 虽指向前述复数 τρεῖς ἀντιθέσεις,却采用了阴性单数形式,这是受到其后的分配性呼应结构 ἄλλη ἄλλην(“一个与另一个”)的影响,表示每一个对立与另一个对立互不相通。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:248.9-249.32