- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:23.23-25.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯补充解释了将单一本原视作无限的主张的理据以及为何土被排除,随后按照“有限/无限”与“不动/运动”的组合对多元本原说进行分类,梳理并评述了蒂迈欧、恩培多克勒、阿那克萨哥拉以及原子论者等人的观点。
οὗτοι δὲ καὶ ἄπειρον ἔλεγον εἶναι τὸν ἀέρα ἢ τὸ μεταξύ, ἐπειδὴ ὑπενόησαν ὡς εἰ γίνοιτο μὲν ἀεὶ ἐξ αὐτῶν τὰ γινόμενα, μὴ εἴη δὲ ἄπειρα, ἐπιλιπεῖν τὴν γένεσιν ἀνάγκη·1 οὐ προσέσχον γὰρ τῇ ἀνταποδόσει καὶ τῇ εἰς ἄλληλα τῶν πραγμάτων μεταβολῇ. οἱ μὲν οὖν μίαν τὴν ἀρχὴν ὑποθέμενοι οὗτοι καὶ τοσοῦτοί εἰσιν, οὐδεὶς δὲ τῶν μίαν ὑποθεμένων μόνην τὴν γῆν ὑπέθετο εἶναι ἀρχήν, διὰ τὸ δυσκίνητον αὐτῆς καὶ δυσμετάβλητον. Τῶν δὲ πολλὰς ὑποθεμένων τὰς ἀρχὰς οἱ μὲν ἀπείρους ὑπέθεντο, οἱ δὲ πεπερασμένας, καὶ τούτων ἀμφοτέρων οἱ μὲν ἀκινήτους, οἱ δὲ κινουμένας· πλείους μὲν καὶ πεπερασμένας καὶ ἀκινήτους ὁ Τίμαιος ὑπετίθετο, θεὸν ἰδέαν καὶ ὕλην, πλείους δὲ καὶ πεπερασμένας καὶ κινουμένας ὅ τε Ἐμπεδοκλῆς τὰ τέσσαρα στοιχεῖα καὶ τὸ νεῖκος καὶ τὴν φιλίαν, καὶ ὁ Ἱπποκράτης ὁ ἰατρὸς ὁμοίως τὰ τέσσαρα στοιχεῖα. ὁ δὲ Ἐμπεδοκλῆς δύο τοὺς κόσμους εἶναι ὑπετίθετο, τόν τε ἐκ τεσσάρων στοιχείων τὸν αἰσθητὸν καὶ τὸν σφαῖρον, τουτέστι τὸν νοητόν (ὃν σφαῖρον ἐκάλει διὰ τὸ πρὸς ἑαυτὸν ἐπεστράφθαι καὶ πρὸς τῷ ἑνὶ εἶναι μᾶλλον), οὓς καὶ μεταβάλλειν ἔλεγεν εἰς ἀλλήλους· ἐπικρατούσης μὲν γὰρ τῆς φιλίας μεταβάλλειν τὰ στοιχεῖα εἰς τὸν σφαῖρον, ἐπικρατοῦντος δὲ τοῦ νείκους τὸν σφαῖρον εἰς τὰ στοιχεῖα μεταβάλλειν· οὐ τοῦτο λέγων ὅτι οἱ κόσμοι εἰς ἀλλήλους μεταβάλλουσιν, ἀλλὰ τὴν τῆς ψυχῆς τῆς ἡμετέρας εἰς τοὺς κόσμους τούτους σημαίνων μεταβολήν. ἐπειδὴ γὰρ ἔστιν ἐν τῇ ἡμετέρᾳ ψυχῇ καὶ ἑτεροποιὸς καὶ ταὐτοποιὸς δύναμις, ὅταν μὲν κατὰ τὴν ταὐτοποιὸν δύναμιν ἐνεργήσῃ, ὃν “ταὐτοῦ κύκλον” ὁ Πλάτων ἐκάλεσε, πρὸς τοῖς νοητοῖς γίνεται μᾶλλον (ταύτην δὲ τὴν δύναμιν φιλίαν ὁ Ἐμπεδοκλῆς ἐκάλεσεν, ὅτι ἡ φιλία ἑνοποιός ἐστιν), ὅταν δὲ κατὰ τὴν ἑτεροποιὸν δύναμιν ἐνεργήσῃ, ἣν Πλάτων μὲν “θατέρου κύκλον” ἐκάλεσεν, Ἐμπεδοκλῆς δὲ νεῖκος, πρὸς τοῖς αἰσθητοῖς γίνεται. τὴν οὖν μεταβολὴν τῆς ψυχῆς κατὰ τὸν αἰσθητόν τε καὶ νοητὸν κόσμον μεταβολὴν τῶν κόσμων ὁ Ἐμπεδοκλῆς ἐκάλεσεν, ὅθεν καὶ τὸ πολυθρύλητον ἐκεῖνο περὶ ψυχῆς ἔφη· ὡς καὶ ἐγὼ δεῦρ’ εἰμὶ φυγὰς θεόθεν καὶ ἀλήτης νείκεϊ μαινομένῳ πίσυνος, τουτέστι πεπεισμένος τῇ ἑτεροποιῷ τῆς ψυχῆς δυνάμει. Πλείους δὲ καὶ ἀπείρους καὶ κινουμένας ἔλεγον Ἀναξαγόρας Δημόκριτος Ἐπίκουρος Λεύκιππος. Ἀναξαγόρας μὲν τὰς ὁμοιομερείας ἀρχὰς τῶν ὄντων ὑπετίθετο, ὁμοιομέρεια δέ ἐστιν ἧς τὸ μέρος τῷ ὅλῳ ὅμοιον. ὑπάρχειν οὖν ἐν ἀλλήλαις τὰς ὁμοιομερείας, οἷον ἐν τῷ ξύλῳ ὁμοιομερεῖ ὄντι ὑπάρχειν καὶ σάρκα καὶ ὀστοῦν καὶ ὕδωρ καὶ πῦρ καὶ χρυσὸν καὶ πάντα ἁπλῶς, καὶ ἐν ἑκάστῳ καὶ τῷ τυχόντι ἀπείρους ἐνυπάρχειν ὁμοιομερείας. τοῦτο δὲ ὑπετίθετο, διότι ἑώρα πάντα ἐξ ἀλλήλων γινόμενα, εἰ καὶ μὴ κατὰ πρώτην γένεσιν, ἀλλ’ οὖν διὰ πλειόνων μέσων. περιφανταζόμενος οὖν τὴν ὕλην τὴν εἰς πάντα ἐπιτηδείαν μεταβληθῆναι, μὴ ἐξισχύων δὲ αὐτὴν τελείως θεωρῆσαι, ὑπέθετο “ὁμοῦ πάντα εἶναι χρήματα”, καὶ οὕτω τὴν ἐξ ἀλλήλων γένεσιν κατ’ ἔκκρισιν γίνεσθαι καὶ οὐ κατὰ μεταβολὴν τῆς οὐσίας. καλῶς δὲ καὶ τὰς ὁμοιομερείας μὲν ἐν ἀλλήλαις εἶναι ὑπέθετο, οὐκέτι δὲ καὶ τὰς ἀνομοιομερείας· οὐδεὶς γὰρ ἂν ὑπολάβοι ἐν προσώπῳ χεῖρα εἶναι ἢ ἐν χειρὶ πόδα. Δημόκριτος δὲ καὶ Λεύκιππος καὶ Ἐπίκουρος τὰς ἀτόμους καὶ τὸ κενὸν ὑπετίθεντο, τό τε κενὸν ἄπειρον εἶναι καὶ τὰς ἀτόμους τὰς ἐν αὐτῷ. ἀτόμους δὲ ἔλεγε2 σώματά τινα διὰ σμικρότητα ἀφανῆ καὶ ἀδιαίρετα διὰ σκληρότητα, οἷά εἰσι τὰ διὰ τῶν θυρίδων ἐν ταῖς ἀκτῖσι κονιορτώδη φαινόμενα ψήγματα, ἅπερ ἀφανῆ γίνεται μὴ ἐπιλαμπούσης ἀκτῖνος οὐ διὰ τὸ μὴ εἶναι, ἀλλὰ διὰ τὴν σμικρότητα. Πολλὰς δὲ τὰς ἀρχὰς καὶ ἀπείρους καὶ ἀκινήτους οὐδεὶς ὑπέθετο.
这些人还说气或中间物是无限的,因为他们猜想,如果生成之物始终由此类东西生成,而此类东西又不是无限的,那么生成就必然会穷竭;因为他们没有注意到事物的相互补偿以及事物彼此之间的转化。那么,假定本原为一个的人就是这些人,且仅有这么多;但在假定一个本原的人当中,没有一个人把土单独假定为本原,这是由于它的难以运动和难以变化。 另一方面,在假定本原为多数的人当中,一些人假定它们是无限的,另一些人则假定是有限的;而在前后两类人中,一些人假定它们是不动的,另一些人则假定是运动的。蒂迈欧假定本原是多数、有限且不动的,即神、相和质料;而恩培多克勒则假定本原是多数、有限且运动的,即四元素、争斗与友爱,医者希波克拉底同样假定四元素。恩培多克勒假定有两个世界:由四元素构成的感觉世界和斯派罗斯,即理智世界(他之所以称之为斯派罗斯[球体],是因为它转向自身,且更靠向“一”的这一边);他还说这两个世界彼此相互转化。因为当友爱占优势时,诸元素便转化为斯派罗斯;而当争斗占优势时,斯派罗斯便转化为诸元素;他说这话并不是指世界本身彼此转化,而是指我们的灵魂向着这两个世界的转化。因为既然在我们的灵魂中既存在致异的力量,也存在致同的力量,当灵魂按照致同的力量活动时——柏拉图称之为“同之圈”——它就更多地处于理智事物之中(恩培多克勒称这种力量为友爱,因为友爱是使之合一的);而当灵魂按照致异的力量活动时——柏拉图称之为“异之圈”,而恩培多克勒称之为争斗——它就处于感觉事物之中。因此,恩培多克勒把灵魂依感觉世界和理智世界的转化称为诸世界的转化,由此他也关于灵魂说了那句极为著名的诗句:“在此我也是逃离神祇的流亡者和游荡者,信从了狂暴的争斗”,也就是信从了灵魂的致异力量。 另一方面,阿那克萨哥拉、德谟克利特、伊壁鸠鲁和留基伯则主张本原是多数、无限且运动的。阿那克萨哥拉假定同质部分[同类部分]是存在者的诸本原;而同质部分就是其部分与全体相似的东西。因此他认为同质部分相互存在于彼此之中,例如在作为同质部分的木头中,存在着肉、骨、水、火、金,并纯然存在着一切事物,且在每一个任意的事物中都内在存在着无限的同质部分。他之所以作此假定,是因为他看到一切事物都从彼此生成,即便不是在最初的生成中,也是通过更多的中间环节。因此,他虽模模糊糊地意识到了适于转化为一切事物的质料,却无力完全地观照它,于是假定了“万物同在一处”,从而彼此之间的生成是通过析出发生,而非通过实体的变化发生。他恰当地假定了同质部分相互存在于彼此之中,却不再假定非同质部分也是如此;因为绝不会有人认为脸中有手,或者手中有足。而德谟克利特、留基伯和伊壁鸠鲁则假定原子与虚空,并假定虚空是无限的,其内部的原子也是无限的。他[德谟克利特]还说,原子是某些由于微小而不可见、由于坚硬而不可分的物体,正如透过窗户在光线中显现出的如尘埃般的碎屑,当光线不照耀时便变为不可见,这并非由于它们不存在,而是由于其微小。 另一方面,至于说诸本原是多数、无限且不动的,则没有任何人作此假定。
- 1.7ὡς εἰ γίνοιτο μὲν ἀεὶ ἐξ αὐτῶν τὰ γινόμενα, μὴ εἴη δὲ ἄπειρα, ἐπιλιπεῖν τὴν γένεσιν ἀνάγκη
这是由动词 ὑπενόησαν 所引出的从属结构,连接词 ὡς 引导间接引语,其内嵌套了希求法条件从句(εἰ γίνοιτο ... μὴ εἴη)以及归结从句(ἐπιλιπεῖν τὴν γένεσιν ἀνάγκη [ἐστίν])。主格名词 ἀνάγκη 后省略了系词 ἐστίν,“宾格加不定词”短语 ἐπιλιπεῖν τὴν γένεσιν 充当其主语。
- 1.7ἀτόμους δὲ ἔλεγε
尽管紧接前文列举了多个主语(德谟克利特、留基伯、伊壁鸠鲁),此处的动词 ἔλεγε 却采用了单数。这或是将这三人中最主要的代表人物德谟克利特视为默示的主语,或是作为概称的单数表达(意即“理论家如是说”)。
