← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§246.15-248.8

四种原因方式的归纳与同一物的复数原因

注解者阐释了亚里士多德对四种根本原因方式(质料因、形式因、动力因、目的因)的概括,以及同一事物在不同方式下具有多个原因的论述(195a4–195a23)。菲洛波庞梳理了文本上下文的衔接关系,并考察了种子兼具动力因与质料因的双重角色,以及目的因中真实的善与显现的善之区分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.49

" Συμβαίνει δὲ πολλαχῶς λεγομένων τῶν αἰτίων καὶ πολλὰ τοῦ αὐτοῦ αἴτια εἶναι." Ἀπαριθμησάμενος τὰ αἴτια βούλεται λοιπὸν ὅσα παρακολουθεῖ τοῖς αἰτίοις παραδοῦναι. καὶ πρῶτόν φησιν, ὅτι τοῦ αὐτοῦ πολλὰ ἔσονται αἴτια καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός, οὐ μὴν κατὰ τὸν αὐτὸν λόγον· οἷον τοῦ ἀνδριάντος αἴτιος καὶ ὁ χαλκὸς καὶ ὁ ἀνδριαντοποιός, οὐ κατ’ ἄλλο τι ἢ καθὸ ἀνδριάς, ἀλλ’ ὁ μὲν ὡς ποιητικὸν αἴτιον, ὁ δὲ ὡς ὑλικόν.

“由于原因是在多种意义上被述说的,因此同一事物也有多个原因,这是常有的事。” 在列举了各种原因之后,他接下来希望传达伴随这些原因而来的诸特征。他首先说,对于同一事物,从自身而言而非偶然地会有多个原因,只是并非出于同一种规定。例如,对于雕像而言,青铜和雕像制作者都是原因,并不是就雕像以外的其他事物而言,而是就其作为雕像而言,但一者作为动力因,另一者作为质料因。

§2.50

"Ἅπαντα δὲ τὰ νῦν εἰρημένα αἴτια εἰς τέτταρας τρόπους πίπτει τοὺς φανερωτάτους." Ἀνακεφαλαιοῦται τὰ εἰρημένα ἐν συντόμῳ, ὅτι τέσσαρές εἰσι τῶν ἀπηριθμημένων αἰτίων οἱ τρόποι, τὸ ὑλικὸν αἴτιον τὸ εἰδικὸν τὸ ποιητικὸν τὸ τελικόν. εἶτα πλείονα τοῦ ὑλικοῦ τίθησι παραδείγματα, ὅτι τὰ στοιχεῖα ὡς ὕλη αἴτιά ἐστι τῶν συλλαβῶν, καὶ τὸ ὑποκείμενον αἴτιόν ἐστι τοῖς σκευαστοῖς ὡς ὕλη (οἷον θυμιάμασι καὶ τοῖς τοιούτοις, καὶ ἁπλῶς τοῖς τεχνητοῖς πᾶσι), καὶ τὰ τέσσαρα στοιχεῖα ὕλη ἐστὶ τῶν συνθέτων σωμάτων, καὶ τὰ μέρη ὑλικὰ αἴτιά ἐστι τοῦ ὅλου, καὶ αἱ προτάσεις αἴτιαι τοῦ συμπεράσματος ὡς ὕλη. Τούτων δὲ τὰ μὲν ὡς τὸ ὑποκείμενον, οἷον τὰ μέρη. τοῦτο τῷ ἀνωτέρω ἐστὶ συνεχὲς1 ἅπαντα δὲ τὰ νῦν αἴτια εἰς τέσσαρας τρόπους πίπτει τοὺς φανερωτάτους, εἶτα συναπτέον τὸ προκείμενον τούτων δὲ τὰ μὲν ὡς τὸ ὑποκείμενον καὶ τὰ ἑξῆς. τὰ δὲ μεταξὺ παραδείγματά ἐστι τοῦ ὑλικοῦ αἰτίου. ἀλλ’ ἐπειδὴ πολλὰ παρέθετο παραδείγματα, διὰ τοῦτο ἀναλαμβάνει πάλιν τὸν λόγον, ἀπαριθμεῖται δὲ πάλιν τοὺς τέσσαρας τρόπους τοὺς εἰρημένους τῶν αἰτίων. Τὰ δὲ ὡς τὸ τί ἦν εἶναι, τό τε ὅλον καὶ ἡ σύνθεσις καὶ τὸ εἶδος. ὡς τὸ τί ἦν εἶναι ἀντὶ τοῦ ὡς τὸ εἶδος· κατὰ τοῦτο γάρ ἐστιν ἑκάστῳ τὸ εἶναι. τὸ οὖν εἶδος τοῦτο λέγεται καὶ ἡ σύνθεσις ἡ τῶν μερῶν, λέγεται καὶ ἡ ὁλότης αὐτῶν, λέγεται καὶ αὐτὸ τοῦτο τὸ ἐπικείμενον αὐτοῖς εἶδος.

“方才言及的所有原因,都归入最显明的四种方式之中。” 他简要概括了方才所说的一切,即所列举的原因有四种方式:质料因、形式因、动力因、目的因。随后他给出了关于质料因的若干例证:字母元素作为质料是音节的原因,基底之物作为质料是制品的原因(例如对于香料以及诸如此类的事物,简言之对于一切人工制品),四元素是复合物体的质料,部分是整体的质料因,前提作为质料是结论的原因。“在这些原因中,有些是作为基底之物,例如各个部分”:这与前面的“方才言及的所有原因,都归入最显明的四种方式之中”是连续的,随后应当将眼前的“在这些原因中,有些是作为基底之物”等等衔接起来。介于其间的则是关于质料因的例证。但由于他列举了许多例证,因此他重新拾起论述,再次列举了上述原因的四种方式。“有些则是作为本性(何其所是):即整体、结合以及形式”:“作为本性”代替了“作为形式”;因为每一事物都是按照这一点而具有其存在的。因此,这一形式既被称为诸部分的结合,也被称为诸部分的整体性,还被称为加之于诸部分之上的形式本身。

§2.51

"Τὸ δὲ σπέρμα καὶ ὁ βουλεύσας καὶ ὁ ἰατρὸς καὶ ὅλως τὸ ποιοῦν, πάντα ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἢ στάσεως ἢ κινήσεως." Τὸ σπέρμα ποιητικὸν αἴτιον, φησί, διότι τοὺς φυσικοὺς λόγους ἐν ἑαυτῷ ἔχει, καὶ τὸ μὲν καταμήνιον ὑπέστρωται αὐτῷ ὡς ὕλη, οἱ δὲ τοῦ εἴδους λόγοι ἐκ τούτου προΐασιν εἰς ἐκεῖνο. ἔμπροσθεν δὲ τὸ σπέρμα ὡς ὕλην ἐλάβομεν ὡς πρὸς τὴν τῶν γονέων φύσιν, ἢ τό τε σπέρμα καὶ τὸ καταμήνιον ὡς ὕλη ὑπέστρωται. καὶ ἄλλως εἰ ἡ φύσις ὡς ποιοῦσα ἐν τῷ κινουμένῳ ἐστίν, εἴη ἂν τὸ σπέρμα ὕλη τῷ ἐν αὐτῷ λόγῳ,2 ὥσπερ καὶ τὸ ζῷον ὑπόκειται ὡς ἐν ὕλης τάξει τῇ ἐν αὐτῷ φύσει ἐν ταῖς φυσικαῖς μεταβολαῖς αὐξήσει καὶ ἀλλοιώσει καὶ ταῖς λοιπαῖς.

“种子、谋划者、医者,以及一般而言的制造者,全都是变化、静止或运动的本原由之产生的东西。” 他说,种子是动力因,因为种子自身内部具有自然的规定根据,月经血作为质料铺垫在它之下,而形式的规定根据由前者进入后者。但在前面,我们相对于父母的自然而将种子视为质料,或者说种子与月经血二者都作为质料而铺垫在下。另外,如果作为制造者的自然处于受动者之中,种子相对于其内部的规定根据而言就会是质料,正如动物在自然变化(即生长、质变及其他变化)中,也是以质料的位阶作为其内部自然的基底一样。

§2.52

"Τὸ δὲ ὡς τὸ τέλος καὶ τἀγαθὸν τῶν ἄλλων." Τὸ δέ ἐστιν αἴτιον, φησίν, ὡς τέλος τῶν ἄλλων, καὶ ὡς ἀγαθὸν καὶ οὗ ἕνεκα πάντα γίνεται. τὸ γὰρ τελικὸν αἴτιον τὸ βέλτιστον καὶ τὸ ἀγαθὸν θέλει εἶναι· πᾶν γὰρ ὃ γίνεται διὰ τὸ ἀγαθὸν γίνεται. εἶτα ἐπειδὴ μὴ πάντα τὸ τέλος ἀγαθὸν ἔχει, μηδέν, φησί, τοῦτο διαφερέτω, εἴτε ὄντως ἐστὶν ἀγαθὸν τὸ τέλος, εἴτε φαινόμενον· προφανὲς γὰρ τοῦτο, ὅτι πάντα ἀγαθοῦ τινος ἕνεκα γίνεται, εἰ καὶ περὶ τὴν αἵρεσιν τοῦ ὄντως ἀγαθοῦ ἔστιν ὅτε πλάνη γίνεται, πλὴν ὅτι πάντα σκοπὸν καὶ τέλος τίθεται τοῦτο.

“另一者则是作为目的,以及其余诸事物的善。” 他说,另一者是作为其余事物的目的、作为善以及作为万物为之产生的东西而成为原因的。因为目的因往往是最善的事物和善;因为凡产生之物都是为了善而产生的。随后,由于并非所有事物都有善的目的,他说,无论目的是真实的善还是显现的善,都毫无区别;因为这是显而易见的,即一切事物都是为了某种善而产生的,即便在真实善的抉择上有时会出现迷误,但这并不妨碍一切事物都将之设定为目标与目的。

语法注2 条
  1. 2.50τοῦτο τῷ ἀνωτέρω ἐστὶ συνεχὲς

    菲洛波诺斯指出了亚里士多德原文中的插入与远隔结构:在195a15的概括性论断之后紧接着插入了质料因的诸多具体例子(195a16–19),而在195a19处以 τούτων δὲ τὰ μὲν... 重新接续原本的四种原因划分。主语 τοῦτο(指195a19的文句)与与格 τῷ ἀνωτέρω(指195a15的论断)在句法和逻辑上是连续的(συνεχές)。

  2. 2.51εἴη ἂν τὸ σπέρμα ὕλη τῷ ἐν αὐτῷ λόγῳ

    短语 τῷ ἐν αὐτῷ λόγῳ 是表示关系或关联的与格(dativus relationis),意为“相对于其内部的规定根据而言”。该与格表示种子作为基底所对应的受用方。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:246.15-248.8