- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:245.3-246.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺解释了作为形式因之例证的八度音程比例(二比一)、其上位属(数)以及定义的部分(各属),随后阐明了动力因的定义(变化或静止的最初本原),以及连接动力因与最终目的(幸福)之间的各种中介环节(活动与工具)的目的论联系。
" Οἷον τοῦ διὰ πασῶν τὰ δύο πρὸς ἕν, καὶ ὅλως ὁ ἀριθμὸς καὶ τὰ μέρη τὰ ἐν τῷ λόγῳ." Παράδειγμα τίθησι τοῦ εἰδοποιὰ εἶναι αἴτια μὴ μόνον τὸ προσεχὲς εἶδος, ἀλλὰ καὶ τὰ γένη αὐτοῦ1 τά τε ἐγγὺς καὶ τὰ πορρωτέρω. τῆς οὖν διὰ πασῶν ἁρμονίας εἶδος ἂν εἴη τὰ δύο πρὸς ἕν· ἔστι δὲ ἡ διὰ πασῶν ἁρμονία ἐν ᾗ ἡ ὑπάτη δὶς ἔχει τὴν νεάτην, τουτέστι διπλασίονα αὐτῆς φθόγγον ἔχει. ἔστιν οὖν εἶδος ταύτης τὰ δύο πρὸς ἕν· ὃν γὰρ λόγον ἔχει τὰ δύο πρὸς ἕν, τοῦτον τὸν λόγον ἡ ὑπάτη πρὸς τὴν νεάτην. ἀλλὰ καὶ τὸ γένος τῶν δύο πρὸς ἓν εἰδοποιοῖ ἂν τὴν διὰ πασῶν, τοῦτο δέ ἐστι τὸ διπλάσιον· ἐπὶ πλέον γὰρ τοῦτο τῶν δύο πρὸς ἕν· ἐπὶ πάντων γὰρ ἁρμόζει τῶν διπλασίων ἀριθμῶν. ἀλλὰ καὶ τούτου γένος ὁ ἀριθμός· ἐπὶ πλέον γὰρ τοῦ διπλασίου ὁ ἀριθμός· εἴ τι μὲν γὰρ διπλάσιον, τοῦτο καὶ ἀριθμός, οὐκ εἴ τι δὲ ἀριθμός, τοῦτο διπλάσιον. τὸ δὲ καὶ τὰ μέρη τὰ ἐν τῷ λόγῳ ἐξήγησίς ἐστι τοῦ τίνα λέγει τὰ τοῦ λόγου γένη. φησὶν οὖν ὅτι τὰ μέρη τοῦ ὁρισμοῦ, ταῦτα γένη αὐτοῦ φημι. ἐπεὶ γὰρ ὡς ἐν παραδείγματι τοῦ εἴδους τοῦ τε προσεχοῦς καὶ γένους τούτου παρέλαβε τὰ δύο πρὸς ἓν ὡς εἶδος καὶ τὸν ἀριθμὸν ὡς γένος, ἐπ’ αὐτοῦ τοῦ προκειμένου μεταφέρων τὸν λόγον ἐπήγαγε καὶ τὰ μέρη τὰ ἐν τῷ λόγῳ.
“例如对于八度音程而言是二比一,以及总体上的数,和规定根据中的各个部分。” 他给出一个例证,说明不仅直接的形式,而且它的属(无论是近属还是更远的属)也是赋予形式的原因。因此,八度和谐的形式应当是二比一;八度和谐就是其中最高音包含最低音两次,也就是具有它两倍的音调。因此,它的形式是二比一;因为二对一所具有的比例,最高音对最低音也具有同样的比例。但是二比一的属也会赋予八度音程以形式,这就是成倍;因为这比二比一外延更广;因为这适用于一切成倍的数。而这成倍的属也是数;因为数比成倍外延更广;因为如果某物是成倍的,它也是数,但并不是如果某物是数,它就是成倍的。至于“和规定根据中的各个部分”,则是对他说什么是规定根据的各属所作的解释。因此他说:“定义的各个部分,我称之为它的属。” 因为他既然把二比一作为形式、把数作为属,用来作为直接形式及其属的范例,便把论述转移到论题本身上,补充道“和规定根据中的各个部分”。
"Ἔτι ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἡ πρώτη ἢ τῆς ἠρεμήσεως." Τὸ ποιητικὸν αἴτιον· ὅταν γὰρ ἐρωτήσωμεν τίς τοῦ πολέμου αἴτιος, ἐροῦμεν ὅτι ὁ βουλεύσας, καὶ τίς αἴτιος τοῦ υἱοῦ, ὅτι ὁ πατήρ. τὴν πρώτην δὲ εἶπεν, ὅτι δοκοῦσι καὶ τὰ ὄργανα κινεῖν, ἀλλ’ οὐ πρῶτα κινεῖ. οὐκ οὖν ποιητικὰ αἴτια ταῦτα· τὸ γὰρ ποιητικὸν τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως ἡ πρώτη. ὥσπερ δὲ κινήσεως ἀρχὴ τὸ ποιητικόν, οὕτω καὶ ἠρεμήσεως· ὁ γὰρ συμβουλεύσας εἰρήνην, οὗτος τῆς ἠρεμήσεως τῆς τοιαύτης αἴτιος. καὶ ὅσα δὴ κινήσαντος ἄλλου μεταξὺ γίνεται τοῦ τέλους.2 ταῦτα πάντα, φησίν, ἕνεκά τού ἐστι καὶ διὰ τὸ τέλος ἔχει τὸ εἶναι, ὅσα κινήσαντός τινος μεταξύ ἐστι τοῦ κινητικοῦ τούτου αἰτίου καὶ τοῦ τελικοῦ, τουτέστι πάντα τὰ μεταξὺ τοῦ ποιητικοῦ αἰτίου καὶ τοῦ τελικοῦ πάντα τοῦ τέλους ἕνεκα γίνονται, κἂν ἄλλο ἐξ ἄλλου τῶν μεταξὺ γίνηται. οἷον ὑπὸ τῶν πόνων ἡ ἰσχνασία· οὐ γὰρ μόνον οἱ πόνοι διὰ τὴν ὑγείαν, ἀλλὰ καὶ ἡ ἰσχνασία· ὥστε πάντων τούτων τέλος ἡ ὑγεία. ἀλλὰ καὶ αὐτή, εἰ τύχοι, διὰ τὸ ἀναγινώσκειν· διὰ τοῦτο γὰρ ὑγιαίνειν βουλόμεθα, ἵνα ἀναγινώσκωμεν. ἀλλὰ καὶ τοῦτο δι’ ἕτερόν τι· διὰ γὰρ τὴν εὐδαιμονίαν. καὶ ἔστι πάντων τοῦτο τελικώτατον αἴτιον, καὶ τὰ ἄλλα πάντα τούτου ἕνεκεν γέγονε. διαφέρει δὲ ἀλλήλων ὡς ὄντα τὰ μὲν ἔργα τὰ δὲ ὄργανα. διαφέρει, φησί, τὰ πρὸς τὸ τέλος τῷ τὰ μὲν ἔργα εἶναι, οἷον βάδισιν ἴσχνανσιν κάθαρσιν, ὄργανα δὲ φάρμακα φλεβότομα καὶ τὰ λοιπά.3
“此外,变化或静止的最初本原由之产生的东西。” 这是指动力因;因为当我们问“谁是战争的原因”时,我们会说“是谋划者”,而问“谁是儿子的原因”时,我们会说“是父亲”。他说“最初的”,是因为工具似乎也能运动事物,但并不是首要地运动事物。因此这些并不是动力因;因为动力因是运动的最初本原由之产生的东西。正如动力因是运动的本原一样,它也是静止的本原;因为劝告和平的人就是这种静止的原因。 “以及在另一物启动运动之后,在与目的之间所产生的一切”:他说,凡是在某物启动运动之后,处于这一能动的动力原因和目的因之间的事物,这一切都是为了某种事物,并且因目的而具有存在;也就是说,处于动力因和目的因之间的一切事物完全是为了目的而产生的,即便在这些中间事物中一个是由另一个产生的。例如由辛劳锻炼导致的消瘦;因为不仅辛劳锻炼是为了健康,消瘦也是如此;所以这一切的目的都是健康。但健康本身,如果适逢其会,也是为了阅读;因为我们之所以希望健康,正是为了阅读。但这同样是为了别的某种东西:是为了幸福。这是一切事物最根本的目的因,而其余一切都是为了这个而产生的。 “它们彼此不同,因为有些是活动,有些则是工具”:他说,朝向目的的事物之所以彼此不同,在于有些是活动(例如步行、消瘦、排泄),有些则是工具(药物、刺络刀以及其余工具)。
- 2.47Παράδειγμα τίθησι τοῦ εἰδοποιὰ εἶναι αἴτια μὴ μόνον τὸ προσεχὲς εἶδος, ἀλλὰ καὶ τὰ γένη αὐτοῦ
属格冠词 τοῦ 将不定式短语 εἰδοποιὰ εἶναι αἴτια... 名词化,依附于 τίθησι παράδειγμα(给出……的例证)。后随的宾格 τὸ προσεχὲς εἶδος 以及 τὰ γένη αὐτοῦ 作为不定式 εἶναι 的逻辑主语,而 εἰδοποιὰ αἴτια 则是其表语宾格。
- 2.48καὶ ὅσα δὴ κινήσαντος ἄλλου μεταξὺ γίνεται τοῦ τέλους.
此处引自亚里士多德原文(194b36–195a1)。κινήσαντος ἄλλου 为属格独立结构(“在另一物启动运动之后”),插入在 μεταξύ 及其补足成分 τοῦ τέλους(“在……与目的之间”)之间。在接下来的注疏中,斐洛庞诺以前置的指示词 ταῦτα πάντα 照应关系词 ὅσα,理顺了句子的骨干结构。
- 2.48διαφέρει, φησί, τὰ πρὸς τὸ τέλος τῷ τὰ μὲν ἔργα εἶναι, οἷον βάδισιν ἴσχνανσιν κάθαρσιν, ὄργανα δὲ φάρμακα φλεβότομα καὶ τὰ λοιπά.
由与格冠词 τῷ 引导的定冠词不定式短语作为方式或关系与格依附于动词 διαφέρει(“相区别”),用以说明区别的根据。不定式 εἶναι 的主语与表语采用宾格:前半句以 τὰ μέν 为主语、ἔργα 为表语,并附有同格的具体例证(宾格名词 βάδισιν...);后半句则以 ὄργανα δέ 为表语,具体例证(中性复数宾格 φάρμακα...)直接兼作主语。
