← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§243.4-245.2

认识原因的必要性与质料因及形式因的定义

对《物理学》卷二第三章开篇的注解。阐明把握“为什么”(诸原因)是认识的前提,继而详细解说四原因中的前两种:质料因(“内存在其中的由之者”)和形式因与范型,以及它们各自的属(更普遍的基底与定义的组成部分)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.44

" Εἰδέναι δὲ οὐ πρότερον οἰόμεθα πρὶν ἂν λάβωμεν τὸ διὰ τί περὶ ἕκαστον." Τὸ διὰ τί ἀντὶ τοῦ τὰς περὶ ἕκαστον αἰτίας, ὧν ἕνεκεν ἔστιν· ἐρωτώμενοι γὰρ ‘διὰ τί ἄνθρωπος ἔστιν;’ ἀποδίδομεν ἢ τὸ ποιητικὸν ἢ τὸ τελικὸν ἢ ἕν τι τῶν ἄλλων ἢ πάντα. δῆλον ὅτι καὶ ἡμῖν τοῦτο ποιητέον καὶ περὶ γενέσεως καὶ φθορᾶς καὶ περὶ πάσης τῆς φυσικῆς μεταβολῆς, τουτέστι τὰ αἴτια γενέσεως καὶ φθορᾶς καὶ καθόλου πάσης φυσικῆς μεταβολῆς.1 ὥστε καὶ ἐντεῦθεν ἔχεις, ὅτι περὶ τῶν κοινῶς παρακολουθούντων τοῖς γινομένοις καὶ φθειρομένοις ἐστὶν ὁ λόγος. ὅπως εἰδότες αὐτῶν τὰς ἀρχὰς ἀνάγειν εἰς αὐτὰς πειρώμεθα τῶν ζητουμένων ἕκαστον. εἰδότες γὰρ ὅτι πάντων τῶν φυσικῶν αἱ τέσσαρές εἰσιν αὗται αἰτίαι, ἕκαστον τῶν ζητουμένων εἰς τὰς ἀρχὰς ταύτας ἀνάγομεν· οἷον ζητοῦντες περὶ κλίνης λέγομεν ὅτι ποιητικὴ μὲν αὐτῆς ἡ τεκτονικὴ τέχνη, εἶδος δὲ τὸ τοιόνδε σχῆμα, ὑλικὸν αἴτιον τὰ ξύλα, τελικὸν ἡ τοῦ ἀνθρώπου χρεία.

“在我们把握关于每件事物的‘为什么’之前,我们并不认为自己知道了。” “为什么”替代的是“关于每件事物的原因,即它为了什么而在”;因为当被问到“为什么有人存在”时,我们给出的或是动力因,或是目的因,或是其他[原因]中的某一个,或是全部。显然,我们也必须就生成与消灭以及一切自然变化做这件事情,即[把握]生成与消灭以及总体上一切自然变化的原因。因此从这里你也可以得知,这一论述是关于共同伴随着生成和消灭之物的。“以便我们在知道了它们的本原之后,尝试将所探究的每一事物归纳到这些本原上。”因为知道了对于一切自然事物这四种就是原因之后,我们便把所探究的每一事物归纳到这些本原上;例如探究关于床的事情时,我们说它的动力因是木工技艺,形式是如此这般的形状,质料因是木料,目的因则是人的需要。

§2.45

"Ἕνα μὲν οὖν τρόπον αἴτιον λέγεται τὸ ἐξ οὗ γίνεται τι ἐνυπάρχοντος." Τὸ ὑλικὸν αἴτιόν φησι· τοῦτο γὰρ καλεῖ τὸ ἐξ οὗ· λέγομεν γὰρ ἐκ ξύλων τὸ ἀβάκιον, καὶ ἐξ ὕλης καὶ εἴδους τὰ πράγματα. εἰ δὲ ἐλέγομεν ἐν τῷ προτέρῳ λόγῳ, ὅτι τὸ ἐξ οὗ τῇ στερήσει μᾶλλον οἰκεῖόν ἐστι τῇ δὲ ὕλῃ τὸ τόδε, οὐκ ἐναντία φαμέν· ἐκεῖ μὲν γὰρ διαιροῦντες τῷ λόγῳ τὴν στέρησιν ἀπὸ τῆς ὕλης, διὰ τὸ ὑπομένειν τὸ τόδε αὐτῇ προσήπτομεν, νῦν δὲ ἐπειδὴ τοῖς τέτρασιν αἰτίοις ἴδιον ἀφορίσαι βουλόμεθα πρόσρημα, οἰκειότερον δήπου πάντων τὸ ἐξ οὗ τῇ ὕλῃ ἁρμόσει· αὕτη γάρ ἐστιν ἡ μεταβάλλουσα καὶ ἀλλοιουμένη, οὔτε δὲ τὸ ποιητικὸν αἴτιον οὔτε τὸ τελικὸν οὔτε τὸ εἶδος κινεῖται. ἐνυπάρχοντος δέ φησιν ἀντὶ τοῦ ἐν τῷ πράγματι αὐτῷ τῷ γινομένῳ ὄντος τοῦ ὑλικοῦ αἰτίου καὶ στοιχείου αὐτοῦ γινομένου, καὶ οὐχ ὥσπερ τὸ ποιητικὸν ἔξωθεν ὄντος· ἔξωθεν γὰρ ὁ τεχνίτης τοῦ τεχνητοῦ καὶ ὁ πατὴρ τοῦ υἱοῦ καὶ ἡ περιφορὰ τῶν οὐρανίων τῶν γενητῶν πάντων, ἡ δὲ ὕλη ἐν αὐτοῖς ἐστι. καὶ τὰ τούτων γένη. ἐπειδὴ τὰς προσεχεῖς ὕλας ἀποδέδωκε, διὰ τοῦτο προσέθηκε καὶ τὰ τούτων γένη, τουτέστι καὶ τὰ τούτων καθολικώτερα, ἤτοι γένη τὰ ὑποκείμενά φησι· τοῦ γὰρ ἀνδριάντος προσεχὴς μὲν ὕλη ὁ χαλκός, ἐπειδὴ δὲ καὶ τούτῳ ὑπόκειται ἕτερόν τι, οἷον τὸ ὕδωρ, καὶ τὸ ὕδωρ ἄρα ὕλη τοῦ ἀνδριάντος· ἀλλὰ καὶ τὸ τριχῇ διαστατόν, ὅπερ ὑπόκειται τῷ ὕδατι, καὶ ἡ πρώτη ὕλη, ἥτις προσεχῶς τῷ τριχῇ διαστατῷ ὑπόκειται. εἴτε οὖν ἐξ ὕδατός τις ἡγοῖτο εἶναι τὸ τοῦ χαλκοῦ μέταλλον εἴτε ἐκ γῆς, οὗ δἂν ᾖ ὕλη ὁ χαλκός, τούτου καὶ τὰ τῷ χαλκῷ ὑποκείμενα εἴτε προσεχῶς εἴτε καὶ διὰ μέσων πλειόνων ὕλη ἂν εἴη.2

“因此,在一种方式下,某物由之内在地生成于其中的东西被称为原因。” 他指的是质料因;因为他把这称为“由之”;实际上我们说小桌“由木料制成”,诸事物“由质料和形式构成”。如果我们在前面的论述中曾说“由之”更切合于缺失,而“这个”更切合于质料,我们并没有说相互矛盾的话;因为在那里我们在论理中把缺失从质料中区分开来,由于质料的留存而将“这个”归于质料,而现在既然我们希望为四种原因分别规定一个特有的称呼,“由之”无疑在所有称呼中最切合于质料;因为质料正是发生变化和受蚀变的东西,而动力因、目的因和形式都不会被运动。他说“内存在其中的”,替代的是质料因存在于生成的具体事物本身之中并成为它的构成要素,而不像动力因那样存在于外部;因为工匠在所造之物的外部,父亲在儿子的外部,天体的周转运动在一切被生成物的外部,而质料则存在于它们内部。“以及这些的类”:由于他给出了直接质料,为此他补充了“以及这些的类”,也就是比这些更具普遍性的东西,或者说他把基底物称为“类”;因为雕像的直接质料是青铜,但既然在此之下也有别的东西(例如水)作为基底,那么水也是雕像的质料;此外还有作为水之基底的三维延展体,以及直接作为三维延展体之基底的第一质料。因此,无论有人认为青铜矿石是由水产生的还是由土产生的,凡是青铜作为其质料的东西,直接地或者通过更多中介作为青铜之基底的东西,也将是该东西的质料。

§2.46

"Ἄλλον δὲ τὸ εἶδος καὶ τὸ παράδειγμα." Ἄλλον τρόπον, φησίν, ἀρχή ἐστι τὸ εἶδος. παράδειγμα δὲ εἶπεν, οὐχ ὡς οἱ τὰς ἰδέας ὑποτιθέμενοι, οὐδ’ ὡς οἰόμενος φυσικοῦ εἶναι παραδειγματικὸν ἀποδιδόναι αἴτιον3 (οὐ γὰρ πρὸς παράδειγμα ὁρῶσα ἡ φύσις ποιεῖ, ἐπειδὴ μὴ γινώσκουσα ποιεῖ, ἀλλ’ ἀνεπιστάτως τοὺς λόγους τῶν γινομένων ἔχουσα), ἀλλ’ ἐπειδὴ οἱ πρὸς παράδειγμα ποιοῦντες ὡρισμένα ποιοῦσι μήτε ὑπερπίπτοντες μήτε ἐνδεέστερον τοῦ παραδείγματος ἐργαζόμενοι τὸ ἀποτέλεσμα, καὶ τὰ ὑπὸ φύσεως δὲ γινόμενα ὡρισμένα ἐστίν (ὥρισται γὰρ τὸ ἀνθρώπου εἶδος τὸ βοὸς τὸ συκῆς τὸ ἀμπέλου καὶ τῶν λοιπῶν, καὶ μέχρι τοσούτου κινεῖ ἡ φύσις τὴν ὕλην μέχρις ἂν εἰς τὸ εἶδος ἔλθῃ), διὰ τοῦτο τὸ εἶδος παράδειγμα εἶπε. τοῦτο δέ ἐστιν ὁ λόγος ὁ τοῦ τί ἦν εἶναι καὶ τὰ τούτου γένη. οἷον τοῦ ἀνδριάντος εἶδος οὐχ ὁ χαλκός (τοῦτο γὰρ ὕλη), ἀλλ’ ἡ ἀνδρείκελος μορφή, τούτου δὲ γένος ἡ εἰκών (πᾶς μὲν γὰρ ἀνδριὰς εἰκών, οὐ πᾶσα δὲ εἰκὼν ἀνδριάς), εἰκόνος δὲ γένος ἂν εἴη τὸ τεχνητόν· καὶ ἐπὶ φυσικῶν δὲ εἶδος μὲν ἂν εἴη ὁ ὁριστικὸς λόγος τοῦ πράγματος, γένη δὲ τούτου τὰ μέρη αὐτοῦ, ὡς αὐτὸς εὐθέως ἐρεῖ. γένος γὰρ τοῦ λόγου τοῦ ἀνθρώπου τὸ ζῷον τὸ λογικὸν καὶ τὸ θνητόν· ἐπὶ πλέον γὰρ ἕκαστον τούτων τοῦ ἀνθρωπείου λόγου. εἴρηται δὲ ὅτι τὰ γένη οἷον ὕλη ἐστὶ τῶν ὁρισμῶν.

“在另一种方式下,形式与范型[被称为原因]。” 他说,在另一种方式下形式是本原。而他说“范型”,并不是像那些假定理念的人那样说的,也不是认为给出范型因属于自然哲学家的职责(因为自然并不是朝着范型瞻望而造作的,既然它是在不知晓的情况下造作,只是无反思地保有生成之物的规定根据),而是因为依照范型造作者所造出的是确定的事物,既不超出,所造出的结果也不短缺于范型,并且由自然生成的事物也是确定的(因为人的形式、牛的形式、无花果树的形式、葡萄藤的形式以及其余的形式都是被确定的,自然运动质料直到它达到形式为止),为此他将形式称为范型。“而这就是‘正是其所是’的规定根据,以及这[根据]的类”:例如雕像的形式不是青铜(因为这是质料),而是人形的形态,而这形态的类是像(因为凡雕像都是像,但并非凡像都是雕像),像的类则是人造物;并且在自然事物上,形式应当是事物的定义性规定根据,而它的类则是它的各部分,正如他本人随即要说的那样。因为人的规定根据的类是动物、理性的和必死的;因为这些中的每一个都比人的规定根据外延更广。而且已经说过,类就像是定义的质料。

语法注3 条
  1. 2.44τουτέστι τὰ αἴτια γενέσεως καὶ φθορᾶς καὶ καθόλου πάσης φυσικῆς μεταβολῆς

    宾格短语 τὰ αἴτια... 是对前句中代词 τοῦτο 所指内容的同格解释与补充说明,其语法上受动形容词 ποιητέον(相当于 δεῖ ποιεῖν)所隐含的动作意义(或补出如 ληπτέον/ζητητέον 之类的动词)支配作为宾语。

  2. 2.45οὗ δἂν ᾖ ὕλη ὁ χαλκός, τούτου καὶ τὰ τῷ χαλκῷ ὑποκείμενα εἴτε προσεχῶς εἴτε καὶ διὰ μέσων πλειόνων ὕλη ἂν εἴη

    关系从句 οὗ δ᾽ ἂν ᾖ ὕλη ὁ χαλκός(“凡青铜作为其质料的东西”)与主句中的属格指示代词 τούτου 相呼应。主句的主语是 τὰ τῷ χαλκῷ ὑποκείμενα(“青铜的基底物”),谓语是 ὕλη ἂν εἴη(“也将是质料”),整体结构为“凡青铜是其质料之物,青铜的基底物也必然是该物之质料”。

  3. 2.46οὐχ ὡς οἱ τὰς ἰδέας ὑποτιθέμενοι, οὐδ’ ὡς οἰόμενος φυσικοῦ εἶναι παραδειγματικὸν ἀποδιδόναι αἴτιον

    这是一个否定副词从句 οὐχ ὡς ... οὐδ᾽ ὡς ...(“并非像……那样,也不是因为认为……”)与 ἀλλ᾽ ἐπειδή ...(“而是因为……”)相对立的对比结构。后一个 ὡς 修饰分词 οἰόμενος,该分词支配不定式 εἶναι,其中不定式短语 παραδειγματικὸν ἀποδιδόναι αἴτιον 作主语,表职责/属性的属格 φυσικοῦ(“属于自然哲学家的职责”)作表语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:243.4-245.2