- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:242.3-243.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
论述亚里士多德提出的诸原因之伴随属性,即同一事物四因并存、互为因果,以及同一事物成为相反之物的原因(舵手与太阳的例子),并辩护指出舵手的缺席乃是船只覆灭的自身原因而非偶性原因。
δυνατὸν δὲ παράδειγμα ἐπὶ τῶν φυσικῶν αὐτὴν τὴν φύσιν εἰπεῖν, εἴ γε τὸ ὅμοιον τοῦ ὁμοίου γεννητικὸν καὶ σκοπὸς τῇ φύσει τῇ ἐν τῷ πατρὶ ἢ τῇ μητρὶ τὸ ποιῆσαι ὅμοιον αὑτῇ, ἀλλ’ οὔτε γνωστικῶς, ὅπερ εἶπον, εἰς ἑαυτὴν ὡς πρὸς παράδειγμα ἀφορᾷ, κεχωρίσθαι τε θέλει κατ’ οὐσίαν τοῦ ποιητικοῦ τὸ παράδειγμα. ταῦτα εἰπών, ἐφεξῆς ὅσα παρακολουθεῖ τοῖς αἰτίοις παραδίδωσι, καὶ πρῶτον ὅτι πολλῶν ὄντων τῶν αἰτίων συμβαίνει τοῦ αὐτοῦ πλείονα εἶναι αἴτια καθ’ αὑτό, τὰ ἀπηριθμημένα τέσσαρα. πάντα γὰρ καθ’ αὑτὸ αἴτιά εἰσιν, ἀλλ’ οὐ κατὰ τὸ αὐτό· ἄλλως γὰρ ἡ ὕλη αἴτιον, καὶ ἄλλως τὸ ποιητικόν. καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. ἔτι, φησί, τινὰ ἀλλήλων ἐστὶν αἴτια, οἷον οἱ πόνοι τῆς εὐεξίας εἰσὶν αἴτιοι, ἀλλὰ καὶ ἡ εὐεξία τῶν πόνων· ἀλλ’ οὐ κατὰ τὸν αὐτὸν τρόπον, ἀλλ’ οἱ μὲν πόνοι τῆς εὐεξίας αἴτιοι ὡς ποιητικοί, ἡ δὲ εὐεξία τῶν πόνων αἰτία ὡς τελική. διὰ γὰρ τὸ τυχεῖν εὐεξίας καὶ ὑγείας πονοῦμεν· ‘διὰ τί’ γὰρ ‘βαδίζεις;’ ἐρωτηθείς, λέγω ‘ἵνα ὑγιάνω’. ἔτι, φησί, τὸ αὐτὸ τῶν ἐναντίων δύναται εἶναι αἴτιον· ὁ γὰρ κυβερνήτης παρὼν μὲν αἴτιος γίνεται τῆς σωτηρίας τῆς νεώς, ἀπὼν δὲ ἀπωλείας αὐτῇ αἴτιος γίνεται. καί φασιν ὅτι οὐ καθ’ αὑτὸ ὁ κυβερνήτης ἀπὼν ἀπωλείας αἴτιος γίνεται τῇ νηί, ἀλλὰ κατὰ συμβεβηκός· κἂν σωθείη γὰρ ἡ ναῦς ἀπόντος τοῦ κυβερνήτου. διό, φασίν, οἰκειότερον παράδειγμα ἂν εἴη τὸ κατὰ τὸν ἥλιον, ὃς παρὼν μὲν φωτὸς γίνεται αἴτιος ἀπὼν δὲ σκότους, καὶ ἀμφότερα καθ’ αὑτό· εἰ γὰρ κατὰ συμβεβηκὸς ἀπὼν σκότους αἴτιος ἐγίνετο καὶ μὴ καθ’ αὑτό, κἂν ἀπὼν ἦν ὅτε οὐκ ἐγένετο σκότους αἴτιος·1 τοιαῦτα γὰρ τὰ κατὰ συμβεβηκὸς αἴτια. φημὶ δὲ ὅτι εἰ καὶ ἡ τοῦ κυβερνήτου ἀπουσία οὐ πάντως ἀπωλείας τῇ νηὶ αἰτία γίνεται, οὐ παρὰ τοῦτο νομιστέον2 κατὰ συμβεβηκὸς αὐτὴν αἰτίαν εἶναι τῆς ἀπωλείας, ἐπεὶ καὶ ἡ παρουσία αὐτοῦ οὐ πάντως σωτηρίας αἰτία γίνεται, καὶ οὐ παρὰ τοῦτο, ἡνίκα ἂν σῴζῃ, οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς σῴζει. οὕτως οὖν, κἂν ἀπόντος τοῦ κυβερνήτου ποτὲ σωθείη ἡ ναῦς, κατὰ τύχην ἐροῦμεν τὴν σωτηρίαν γενέσθαι, ὥσπερ τὴν ἀπώλειαν τὴν ἐπὶ τῆς παρουσίας τοῦ κυβερνήτου βίᾳ γενέσθαι φαμέν (αἱ γὰρ τέχναι τῶν ὡς ἐπὶ τὸ πολύ), τῆς μέντοι ἀπωλείας τῆς ἐπὶ τῇ ἀπουσίᾳ τοῦ κυβερνήτου γινομένης καθ’ αὑτὸ ἂν εἴη αἰτία ἡ ἀπουσία αὐτοῦ· ὥστε καθ’ αὑτὸ ὁ κυβερνήτης τῇ παρουσίᾳ καὶ ἀπουσίᾳ τῶν ἐναντίων αἴτιος γίνεται, σωτηρίας φημὶ καὶ ἀπωλείας.
但在自然事物上,将自然本身说成是范型也是可能的,如果确实同类产生同类,并且存在于父亲或母亲中的自然的目的就是造出与自身相似的东西;然而,正如我所说,它绝不是像朝向范型瞻望那样以认知的方式注视自身,而且范型要求在实体上与动力因相分离。在讲完这些之后,他接下来传授了伴随诸原因的所有属性,首先是:在原因有多个的情况下,同一事物会有数个自身原因,即列举出的四个原因。因为所有的原因都是自身原因,但不是依同一个方面;因为质料作为原因是一种方式,动力因又是另一种方式;对于其余的原因也是同样。他说,此外,有些事物互为原因,例如劳作是体魄健壮的原因,而体魄健壮也是劳作的原因;但不是依同一种方式,而是劳作作为动力因是体魄健壮的原因,而体魄健壮作为目的因是劳作的原因。因为为了获得健壮和健康,我们才去劳作;实际上,当被问到“你为什么步行”时,我说“为了让我健康”。他说,此外,同一事物能够成为相反之物的原因;因为舵手在场时成为船只得救的原因,不在场时则成为船只覆灭的原因。有人说,舵手在不在场时成为船只覆灭的原因,并不是自身原因,而是偶性原因;因为即使舵手不在场,船也可能得救。因此他们说,关于太阳的例子或许更贴切,它在场时成为光明的原因,不在场时成为黑暗的原因,并且两者都是自身原因;因为如果它不在场时成为黑暗的原因是由于偶性而非自身原因,那么本也会有它在不在场时并未成为黑暗的原因的时候;因为偶性原因就是这种性质的。但我说,即使舵手的缺席并不必定成为船只覆灭的原因,也不能因此就认为缺席是覆灭的偶性原因,因为他的在场也并不必定成为得救的原因,然而不能因此就说每当他救了船时,他不是自身地而是偶性地施救。因此,即使舵手不在场时船有时得救了,我们也会说这种得救是出于机运而产生的,正如我们说舵手在场时发生的覆灭是出于强力而产生的一样(因为技艺针对的是绝大多数情况下发生的事情);然而,对于舵手缺席时发生的覆灭,他的缺席应当是自身原因;所以舵手通过在场和缺席,自身地成为了相反之物(我是指得救与覆灭)的原因。
- 2.43κἂν ἀπὼν ἦν ὅτε οὐκ ἐγένετο σκότους αἴτιος
由 κἂν (= καὶ ἄν) 加上未完成过去时 ἦν 构成的反事实条件句归结分句。基于偶性原因的属性(并非必然发生),推导出反谬的假定:“如果这只是偶然的,那么它本也会有缺席却不产生黑暗的时候”。
- 2.43οὐ παρὰ τοῦτο νομιστέον
习惯表达 οὐ παρὰ τοῦτο 意为“并不因此就应当认为……”或“绝非由于这个缘故”。παρά 支配宾格表示原因或根据,在此否定了从前面的让步从句(εἰ καὶ...)所描述的事实中得出该结论。
