← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§241.1-242.3

四因说的提出与对范型因和工具因的审视

针对亚里士多德在《物理学》卷二第三章(194b16)转入对诸原因的探讨,斐洛庞奴斯系统梳理了四因说,并阐明了亚里士多德作为自然学者为何排除了柏拉图所列的范型因,并将工具因归并入质料因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.43#1

" Διωρισμένων δὲ τούτων ἐπισκεπτέον περὶ τῶν αἰτίων, ποῖά τε καὶ πόσα τὸν ἀριθμόν ἐστι." Διαλεχθεὶς περὶ τῶν συναιτίων, ταῦτα δέ ἐστιν ἡ ὕλη καὶ τὸ εἶδος, βούλεται νῦν καὶ περὶ τῶν λοιπῶν δύο διαλεχθῆναι τοῦτε ποιητικοῦ καὶ τοῦ τελικοῦ, ἅπερ κυρίως ἐστὶν αἴτια. ἐπεὶ γάρ, φησί, σκοπὸς ἡμῖν γνῶναι τὰ φυσικὰ πράγματα, οὐ πρότερον δὲ γινώσκομέν τι πρὶν ἂν τὰς ἀρχὰς καὶ τὰ αἴτια πάντα τούτου γνῶμεν, ἀνάγκη καὶ τῶν φυσικῶν πραγμάτων πάντα τὰ αἴτια γνῶναι, εἴ γε τῆς γνώσεως αὐτῶν ἐφιέμεθα. ἐπεὶ οὖν βούλεται περὶ τῶν λοιπῶν αἰτίων εἰπεῖν τοῦτε ποιητικοῦ καὶ τοῦ τελικοῦ, ἀναλαμβάνει καθόλου τὸν περὶ 〈τῶν〉 αἰτίων λόγον, καί φησιν ὅτι παντὸς πράγματος τέσσαρά ἐστι τὰ αἴτια, ἡ ὕλη τὸ εἶδος τὸ ποιητικὸν αἴτιον τὸ τελικόν· οἷον οἰκίας ὕλη μὲν λίθοι καὶ πλίνθοι καὶ ξύλα, εἶδος δὲ τὸ τοιόνδε σχῆμα, ποιητικὸν δὲ αἴτιον ὁ οἰκοδόμος, τελικὸν ἡ χρεία τοῦ ἀνθρώπου δι’ ἣν γίνεται (λέγω δὴ τὸ εἶναι σκέπασμα κωλυτικὸν ὄμβρων καὶ καυμάτων)· καὶ ἐπὶ πάντων ὁμοίως. καλεῖ δὲ τὴν μὲν ὕλην ἐξ οὗ, τὸ δὲ εἶδος καθ’ ὅ, τὸ δὲ ποιητικὸν αἴτιον ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, τὸ δὲ τελικὸν δι’ ὅ. εἰσὶ δὲ καὶ ἕτερα δύο αἴτια τῶν γινομένων τό τε ὀργανικὸν καὶ τὸ παραδειγματικόν, ἅπερ καὶ ὁ Πλάτων ἐν τοῖς αἰτίοις ἀπαριθμεῖται, ἀλλ’ ὁ Ἀριστοτέλης ὡς φυσικὸς οὐ προσποιεῖται ταῦτα, τὸ μὲν παραδειγματικὸν διότι τοῦτο κρεῖττόν ἐστιν ἢ κατὰ φύσιν (οὐ γὰρ πρὸς παράδειγμα ἡ φύσις ἀποβλέπουσα ποιεῖ· εἰ γὰρ ἔχει τοὺς λόγους τῶν γινομένων, ἀλλ’ οὐ γνωστικῶς1 ὥσπερ ὁ τέκτων, ζωτικῶς δὲ μόνον, διότι πεποίωται κατ’ αὐτούς), τὸ δὲ ὀργανικὸν αἴτιον συμπεριλαμβάνει τῷ ὑλικῷ. ἔστι μὲν γὰρ οἷον ὄργανον τῆς φύσεως τὸ ἔμφυτον θερμόν, ἀλλὰ τοῦτο, ὡς εἶπον, συναναλαμβάνει τοῖς ὑλικοῖς, ἐπειδὴ ὅλως τὰ τέσσαρα στοιχεῖα, ἐν οἷς αἱ τέσσαρες ποιότητες, ὑλικὸν αἴτιον οἶδε τῶν γινομένων· ποῖον δ’ ἂν ὄργανον τοιοῦτον αὐτῆς τῆς τῶν τεσσάρων στοιχείων γενέσεως παραληφθείη; ὁ μὲν οὖν Πλάτων θεολογῶν ποιητικὸν μὲν αἴτιον τὸν δημιουργὸν λέγων, ὀργανικὸν εἶναι τὴν ὕλην φησίν, ὁ μέντοι Ἀριστοτέλης φυσιολογῶν εἰκότως ταύτην μὲν ποιητικὸν φησιν εἶναι αἴτιον,2 ὀργανικὸν δὲ ἀνάλογον οὐκ ἔχει· καὶ γὰρ τὰ ὄργανα καθόλου χωριστὰ εἶναι θέλει καὶ τῶν ποιητικῶν καὶ τῶν ἀποτελεσμάτων, τὸ δὲ ἔμφυτον θερμὸν οὐ κεχώρισται τῆς δημιουργούσης φύσεως, ἀλλὰ καὶ αὐτὸ τῶν ὑποκειμένων ἐστὶ τῇ φύσει, ἐν ᾧ ὀχουμένη δημιουργεῖ τὸ ζῷον.

“既然这些已经确定,我们就必须考察关于原因的事情,它们是何种原因,数量上有多少。” 在讨论了协同原因(这些就是质料和形式)之后,[亚里士多德]现在也希望讨论其余的两个原因,即动力因和目的因,而它们才是本义上的原因。他说,因为既然我们的目的是认识自然事物,而在我们认识某事物的一切本原和原因之前并不能认识它,那么,如果我们确实渴望获得关于它们的知识,就必定也要认识自然事物的一切原因。因此,既然他希望谈论其余的原因,即动力因和目的因,他便总体上重新展开关于诸原因的论述,并说任何事物的原因都有四个:质料、形式、动力因、目的因。例如,房屋的质料是石头、砖块和木材,形式是如此这般的形状,动力因是建筑工,目的因是它据以产生的人的需要(即作为防止雨淋和酷热的遮蔽物);在一切事物上也是同样。他把质料称为“由之而来的东西”,形式称为“依之而成的”,动力因称为“运动本原之所由出的”,目的因称为“为了它的东西”。而在生成的事物中,还有另外两个原因,即工具因和范型因,柏拉图也在诸原因中列举了它们,但亚里士多德作为自然学者并不认可它们。他不认可范型因,是因为这超越了依自然的状态(因为自然并不是通过朝向范型瞻望来制作的;即使自然具有生成之物的理则,也绝不是像木匠那样以认知的方式具有,而仅仅是以生命的方式具有,因为它乃是依这些理则而被规定了性状的);至于工具因,他将其包括在质料因中。因为与生俱来的热固然可以说是自然的一种工具,但正如我所说的,他将此与质料一并把握,因为总体上他认识到具有四种性质的四元素乃是生成之物的质料因;可是对于四元素本身的生成,又能采纳何种如此这般的工具呢?因此,柏拉图以神学的方式立论,称造物主为动力因,并说质料是工具;然而亚里士多德探讨自然,合乎情理地称这[自然]为动力因,且没有相应的工具;因为工具总体上要求既与施动者分离又与结果分离,但与生俱来的热并没有与造作的自然分离,反而其本身也属于自然的基层底物,自然乘载于其上造作了动物。

语法注2 条
  1. 2.43εἰ γὰρ ἔχει τοὺς λόγους τῶν γινομένων, ἀλλ’ οὐ γνωστικῶς

    由 εἰ 引导的让步条件从句后紧接转折连词 ἀλλά,以此引出主句的断言(“即使……但绝非……”),以强调对前述让步前提的转折和限定。

  2. 2.43ταύτην μὲν ποιητικὸν φησιν εἶναι αἴτιον

    阴性指示代词 ταύτην 的先行词是语境中承接的“自然”(ἡ φύσις),以此与前文柏拉图将造物主作为动力因相对照,随后的“造作的自然”(τῆς δημιουργούσης φύσεως)也证实了这一点。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:241.1-242.3