- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:239.1-240.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德关于操舵术与造船术分工的论述,阐明了自然科学与技艺在质料和形式处理上的差异,并以此确立自然学者必须知晓两者的根据,进而界定了自然学者考察形式的限度,将其与神学(形而上学)的领域区分开来。
" Ὁ μὲν γὰρ κυβερνήτης ποιόν τι τὸ εἶδος τοῦ πηδαλίου γνωρίζει καὶ ἐπιτάττει, ὁ δ’ ἐκ ποίων ξύλων καὶ ποίων κινήσεων ἔσται.1" Ἀμφότεραι μὲν οὖν περὶ τὸ εἶδος καταγίνονται, οὐκ ἀγνοοῦσι δὲ οὐδὲ τὴν ὕλην, ἀλλ’ ἡ μὲν κυβερνητικὴ μᾶλλον οἶδε τῆς ὕλης τὸ εἶδος2 καὶ ἐπιτάττει τοῦτο τῷ ναυπηγῷ, ἡ δὲ ναυπηγικὴ μανθάνει μὲν παρὰ τοῦ κυβερνήτου τὸ εἶδος, οἴκοθεν δὲ τὴν ὕλην ἐπινοεῖ. ἀντιλαμβάνουσιν οὖν παρ’ ἀλλήλων ἡ μὲν ναυπηγικὴ παρὰ τῆς κυβερνητικῆς τὸ εἶδος, ἡ δὲ κυβερνητικὴ παρὰ τῆς ναυπηγικῆς τὴν ὕλην. τὸ δὲ ἐκ ποίων κινήσεων ἀντὶ τοῦ ἐκ ποίων φυσικῶν ῥοπῶν καὶ δυνάμεων· οὐ γὰρ τὸ τυχὸν ξύλον εἰς τὴν κατασκευὴν τοῦ πλοίου ἢ τοῦ πηδαλίου παραλήψεται.
“因为操舵工知道并吩咐舵应当具有何种形式,而另一人[知道]它将由何种木料和何种运动产生。” 因此,两者都致力于形式,但对质料也并非不知;然而操舵术知晓形式胜于质料,并将此吩咐造船工,造船术则从操舵工那里领会形式,而由自己构想出质料。因此它们彼此互取:造船术从操舵术取得形式,操舵术从造船术取得质料。而“由何种运动产生”,意思是“由何种自然倾向与能力产生”;因为在制造船只或舵时,他不会采用碰巧遇到的任意木料。
"Ἐν μὲν οὖν τοῖς κατὰ τέχνην ἡμεῖς ποιοῦμεν τὴν ὕλην τοῦ ἔργου ἕνεκα, ἐν δὲ τοῖς φυσικοῖς ὑπάρχει οὖσα." Ἡ ἐπίλυσις τῆς ἀπορίας, ὅτι ἐν μὲν τοῖς κατὰ τέχνην ἔξωθεν ὁ τεχνίτης παραλαβὼν τὴν ὕλην, οὕτως αὐτῇ τὸ εἶδος ἐπιτίθησι, καὶ διὰ τοῦτο ἄλλης τέχνης ἐστὶ τὴν ὕλην καὶ ἄλλης τὸ εἶδος εἰδέναι, ἐν δὲ τοῖς φυσικοῖς οὐκ ἔξωθεν τῇ φύσει ἡ ὕλη δίδοται, ἀλλ’ ἐν αὐτῇ ὑπάρχει καὶ ὑπ’ αὐτῆς δημιουργεῖται. εἰ δὲ τοῦτο, ὁ ἄρα τῆς τοιαύτης φύσεως ἐν ἐπιστήμῃ γενόμενος καὶ τὸ εἶδος εἴσεται καὶ τὴν ὕλην· ἀμφοτέρων γὰρ ἡ φύσις ἐργάτις, καὶ οὐκ ἐγχωρεῖ μὴ ἄμφω ἐγνωκότα ἐν ἐπιστήμῃ τῆς φύσεως γενέσθαι, εἴ γε ἀμφοτέρων ἐργάτις ἡ φύσις.
“因此在依技艺的事物中,我们为了成品而制造质料,但在自然事物中,质料乃是现成存在着的。” 疑难的解决在于:在依技艺的事物中,工匠从外部获得质料,然后给它赋予形式,因此知晓质料与知晓形式属于不同的技艺;但在自然事物中,质料并不是从外部赋予自然的,而是在自然之中原本存在,并由自然造作。如果这样,那么进入对此种自然的科学认识之人,就既将知道形式也将知道质料;因为自然是两者的制造者,既然自然是两者的制造者,若不知道两者,就不可能进入对自然的认识。
"Ἔτι τῶν πρός τι ἡ ὕλη." Τὸ τρίτον ἐπιχείρημα, ὅτι ἀμφότερα τοῦ φυσικοῦ γνῶναι.
“此外,质料属于关系物。” 第三个论据,旨在说明知晓两者属于自然学者的任务。
"Μέχρι δὴ πόσου δεῖ τὸν φυσικὸν εἰδέναι τὸ εἶδος;" Ἐντεῦθεν διακρίνει τοῦ θεολόγου τὸν φυσικόν. περὶ μὲν οὖν τῆς ὕλης, φησίν, οὕτως ὁ φυσικὸς ἐπισκέψεται ὡς εἰρήκαμεν, τὸ δὲ εἶδος μέχρι πόσου ἐπισκέψεται; τουτέστιν, ἐπειδὴ τοῦ αὐτοῦ πράγματος ἔστι λαβεῖν πλείονα εἴδη (ἔστι γὰρ τοῦ Σωκράτους, ὡς ἀνθρώπου, εἶδος καὶ τὸ ζῷον λογικὸν θνητὸν καὶ πρὸ τούτου οὐσία ἔμψυχος αἰσθητική· εἰσὶ δέ τινα καὶ χωριστὰ εἴδη τῶν φυσικῶν, εἴτε οἱ ἀριθμοὶ κατὰ τοὺς Πυθαγορείους εἴτε τὰ πρὸ τῶν πολλῶν, καὶ τούτων εἴτε κατὰ Πλάτωνα τὰ αὐτὰ καθ’ αὑτὰ ὑφεστῶτα, λέγω δὴ τὸ αὐτοάνθρωπος καὶ αὐτοζῷον, εἴτε τοὺς λόγους τῶν πραγμάτων τοὺς ἐν τῷ δημιουργῷ), ἆρα, φησί, περὶ παντὸς εἴδους ἁπλῶς ὁ φυσικὸς διαλέξεται,3 ἢ μέχρι τινὸς προάξει τὴν διδασκαλίαν; φησὶν οὖν ὅτι οὐκ ἔστι φυσικοῦ περὶ παντὸς εἴδους διαλεχθῆναι, ἀλλὰ μέχρι τινὸς προκόψει ὁ φυσικός· καὶ ὥσπερ ὁ χαλκεὺς οὐ πάσας τὰς τοῦ χαλκοῦ ἐπισκέψεται ἐνεργείας, φέρε εἰπεῖν εἴ τι πρὸς ἰατρικὴν συμβάλλεται, ἀλλ’ ὅτι τυχὸν τηκτός ἐστι καὶ ἐλατός, καὶ ὅσα πρὸς τὰ ὑποβεβλημένα αὐτῷ συντελεῖ πράγματα· καὶ ὁ ἰατρὸς περὶ νεύρου σκοπῶν τὰς συμβαλλομένας αὐτῷ ἐνεργείας εἰς τὴν ὑποκειμένην αὐτοῦ τέχνην σκοπήσει, φέρε εἰπεῖν ὅτι κινήσεως αἴτιόν ἐστιν, οὐ μέντοι ζητήσει εἰ ἔστι τι εἶδος αὐτοῦ παρὰ τῷ δημιουργῷ, ἢ ἐξ ὕλης καὶ εἴδους συνέστηκεν, ἀλλ’ ὅτι τῶν ἄλλων τυχὸν ξηρότερόν ἐστιν ἢ ψυχρότερον· οὕτω καὶ ὁ φυσικὸς οὐ περὶ παντὸς ἁπλῶς εἴδους διαλέξεται, ἀλλὰ μέχρι τινός, τοῦτο δέ ἐστιν ὅσον μὴ τῆς ὕλης κεχώρισται. ἐρωτώμενος γὰρ τίνος ἕνεκεν, εἰ τύχοι, ἄνθρωπος ἔστιν, οὐκ ἐρεῖ ὅτι ‘ἔστι τὸ ἐν τῷ δημιουργῷ τοῦ ἀνθρώπου εἶδος, δεῖ δὲ τοῦτο ἐνεργὸν εἶναι καὶ γόνιμον, διὰ τοῦτο ἔστι καὶ τὸ ἐνταῦθα εἶδος’, ἀλλ’ ἀρκεῖν ἡγήσεται τὰ μὴ ἄνευ ὕλης αἴτια ἀποδοῦναι, ὅτι ἄνθρωπος ἄνθρωπον γεννᾷ καὶ ἥλιος· τῷ γὰρ ἀπιέναι ἢ προσιέναι ὁ ἥλιος γενέσεως ἢ φθορᾶς τοῖς τῇδε γίνεται αἴτιος, γεννᾶται δὲ προσεχῶς οὐ τὸ τυχὸν ἐκ τοῦ τυχόντος, ἀλλὰ τὸ ὅμοιον ἐκ τοῦ ὁμοίου. ταύτην οὖν τὴν αἰτίαν ἀποδιδοὺς ἐρεῖ ὅτι ἄνθρωπος ἄνθρωπον γεννᾷ καὶ ἥλιος, ἄμφω δὲ ἐν ὕλῃ τὸ εἶναι ἔχει. οὐδὲ ἐρεῖ τυχὸν ὅτι 〈ἐπεὶ〉 δεῖ μέσα τινὰ εἴδη εἶναι ἐν τῷ παντὶ (τοιοῦτον δὲ ἡ ψυχὴ ἡ ἡμετέρα ἀνιοῦσα καὶ κατιοῦσα), διὰ τοῦτο ἔστιν ἐν τῷ κόσμῳ ὁ ἄνθρωπος· θεολόγων γὰρ ταῦτα καὶ τὰ τοιαῦτα ἐξετάζειν ἴδιον, οἷον τίνα τε καὶ πόσα τὰ χωριστὰ εἴδη, καὶ τίς ἡ σχέσις αὐτῶν ἥ τε πρὸς ἑαυτὰ καὶ ἡ πρὸς τὰ τῇδε. ὁ τοίνυν φυσικὸς οὐ πᾶσαν αἰτίαν ἀποδώσει ἐρωτώμενος οὔτε εἰδικὴν οὔτε ποιητικήν, ἀλλὰ ταύτας μόνας ὅσαι μὴ ἄνευ ὕλης εἰσί.
“那么,自然学者应当知晓形式到何种程度呢?” 从这里开始,他将自然学者与神学家区分开来。他说,关于质料,自然学者将如我们所说的那样加以考察,但关于形式,他要考察到何种程度呢?这就是说,既然对同一事物可以把握多种形式(因为作为人的苏格拉底,其形式既是有理性的可死动物,在此之前还是有灵魂的感觉实体;并且自然事物也有某些分离的形式,无论是依毕达哥拉斯派的数,还是先于多数者,而在后者中,无论是依柏拉图而言本身自存之物,即我所指的人本身和动物本身,还是造物主中诸事物的理则),他说,自然学者究竟是无条件地论述一切形式,还是将教导推进到某一限度为止?于是他说,论述一切形式并不属于自然学者,自然学者只推进到某一限度;正如铜匠不会考察铜的一切功效——比如它是否对医学有所助益——而只考察例如它是可熔的、可延展的,以及凡是有助于交给他的工作的事项;又正如医生在考察筋腱时,只考察有助于其所属技艺的功效——比如它是运动的原因——绝不探究在造物主那里是否有它的某种形式,或者它是否由质料与形式构成,而只考察例如它比其他东西更干还是更冷;同样,自然学者也并不无条件地论述一切形式,而是推进到某一限度,这就是只要它不与质料相分离的限度。因为例如若被问及人为何存在,他绝不会说:“造物主之中存在人的形式,而此形式必须是活跃且多产的,为此这地上的形式也存在”;而是认为给出非无质料的原因就足够了,即人和太阳产生人;因为通过离去或临近,太阳成为了这地上诸物生成或毁灭的原因,而近接地看,绝非任意之物由任意之物产生,而是同类由同类产生。因此,在给出这一原因时,他会说人和太阳产生人,而这两者都在质料中具有其存在。他大概也不会说,既然在宇宙中必定有某些中间形式(我们那上升与下降的灵魂就是如此),人因此存在于宇宙之中;因为审察这些以及此类事情乃是神学家特有的任务,诸如分离形式是何种形式、有多少,以及它们彼此之间以及与地上诸物的关系是怎样的。因此,自然学者在被问及时,绝不给出一切原因,无论是形式因还是动力因,而只给出那些非无质料的原因。
- 2.39ὁ δ’ ἐκ ποίων ξύλων καὶ ποίων κινήσεων ἔσται
在对照性的 ὁ μέν ... ὁ δέ 结构中,与前文的操舵工(ὁ κυβερνήτης)相对,ὁ δέ 指代造船工(ὁ ναυπηγός)。此句省略了主句谓语动词(如 γνωρίζει)以及间接疑问句中的主语(τὸ πηδάλιον),整句按“而另一人[知道舵]将由何种木料和何种运动产生”来理解。
- 2.39μᾶλλον οἶδε τῆς ὕλης τὸ εἶδος
属格 τῆς ὕλης 是由副词 μᾶλλον 引导的比较属格,与直接宾语 τὸ εἶδος 形成对比。此处并非指“质料的形式”(名词定语属格),而是表示“知晓形式胜于知晓质料”。
- 2.42ἐπειδὴ τοῦ αὐτοῦ πράγματος ἔστι λαβεῖν πλείονα εἴδη ... ἆρα, φησί, περὶ παντὸς εἴδους ἁπλῶς ὁ φυσικὸς διαλέξεται
由表示原因的连词 ἐπειδή 引导的从属句后,插入了列举同一事物多种形式(种差定义、感觉实体、毕达哥拉斯式的数、相论、造物主的理则)的冗长插入句,随后才出现主句疑问句(ἆρα ... διαλέξεται)。其骨架为:“既然对同一事物可以把握多种形式……自然学者究竟是无条件地论述一切形式[还是……]”。
