← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§237.9-238.33

目的的双重含义与四种技艺的区分

斐洛庞努斯厘清了亚里士多德原文中因插入语导致的句法倒置与晦涩,梳理了“为了何者”的双重含义(目标与受益者),并剖析了涉及质料与形式的四种技艺(伐木、制材、造船、操舵)以及为何操舵术被称为“在某种意义上是主导性的”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.38

" Ἐπεὶ καὶ ποιοῦσιν αἱ τέχναι τὴν ὕλην αἱ μὲν ἁπλῶς αἱ δὲ εὐεργόν, καὶ χρώμεθα ὡς ἡμῶν ἕνεκα πάντων ὑπαρχόντων." Μεταξὺ τῆς συντάξεως τῶν παρόντων χωρίων πολλὰ παρεμβαλὼν ἀσαφεστάτην ἐποίησε τὴν λέξιν. δεῖ οὖν, ἵνα ἡ συνέχεια τῶν ῥητῶν φυλαχθείη, ὑπερβιβάσαι ἡμᾶς τὰς λέξεις, καὶ ἑκάστῳ τόπῳ τὸ οἰκεῖον ἀποδοῦναι.1 τὸ μὲν οὖν καὶ χρώμεθα ὡς ἡμῶν ἕνεκα πάντων ὑπαρχόντων τοῖς ἀνωτέρω συντακτέον οὕτως· “ἔτι τὸ οὗ ἕνεκα καὶ τὸ τέλος τῆς αὐτῆς, καὶ ὅσα τούτων ἕνεκα· ἡ δὲ φύσις τέλος καὶ οὗ ἕνεκα”, εἶτα σύναψον· καὶ χρώμεθα ὡς ἡμῶν ἕνεκα πάντων ὑπαρχόντων μέχρι τοῦ εἴρηται δὲ ἐν τοῖς Περὶ φιλοσοφίας. ἡ μὲν οὖν σύνταξις τούτου τοῦ χωρίου αὕτη, ὁ δὲ νοῦς· ἐπεὶ διττὸν τὸ τέλος τό τε οὗ καὶ τὸ ᾧ, εἰπὼν τὸ τέλος τὸ ὡς οὗ διὰ τοῦ εἰπεῖν “ἡ δὲ φύσις τέλος καὶ οὗ ἕνεκα” προσέθηκε καὶ τὸ ἕτερον τοῦ τέλους σημαινόμενον, λέγω δὴ τὸ ᾧ, διὰ τοῦ εἰπεῖν καὶ χρώμεθα ὡς ἡμῶν ἕνεκα πάντων ὑπαρχόντων. ὅθεν σαφέστερον ποιῶν ἐπήγαγεν ἐσμὲν γάρ πως καὶ ἡμεῖς τέλος· διχῶς γὰρ τὸ οὗ ἕνεκα. εἰρῆσθαι δέ φησι τὴν διαίρεσιν ταύτην τοῦ οὗ ἕνεκα καὶ ἐν τοῖς Περὶ φιλοσοφίας, λέγει δὲ τοῖς Ἠθικοῖς, ἅπερ Περὶ φιλοσοφίας ἐκάλεσε, διότι τὸ φιλόσοφον ἦθος δι’ αὐτῶν παραδίδοται. αὕτη μὲν οὖν ἡ σύνταξις, τὰ δὲ μεταξὺ τὰ μέν ἐστι πρὸς κατασκευὴν τοῦ ὅτι τὸ οὗ ἕνεκα τέλος, τὰ δὲ πρὸς ἔλεγχον τοῦ Εὐριπίδου. τῷ δὲ ἐπεὶ καὶ ποιοῦσιν αἱ τέχναι τὴν ὕλην αἱ μὲν ἁπλῶς αἱ δὲ εὐεργὸν συναπτέον τὸ δύο δὲ καὶ αἱ ἄρχουσαι τῆς ὕλης καὶ γνωρίζουσαι τέχναι καὶ τὰ ἑξῆς. ἔστι δὲ ἐντεῦθεν ἡ ἀπορία ἣν εἴπομεν, ὅτι μήποτε ὥσπερ τῶν τεχνῶν αἱ μὲν περὶ τὴν ὕλην καταγίνονται αἱ δὲ περὶ τὸ εἶδος, οὕτω καὶ ἐπὶ τῆς φυσικῆς ἐπιστήμης ἔχει, καὶ ἄλλη μὲν ἡ τοῦ εἴδους γνωριστικὴ ἄλλη δὲ ἡ τῆς ὕλης. καὶ ὅτι ὡς ἀπορίαν προφέρει ταῦτα, δείκνυσιν ἐφεξῆς ὥσπερ λύσιν ἀπορίας ἐπενεγκὼν ἐν οἷς φησιν “ἐν μὲν οὖν τοῖς κατὰ τέχνην ἡμεῖς ποιοῦμεν τὴν ὕλην τοῦ ἔργου ἕνεκα”, τὴν αἰτίαν τῆς διαφορᾶς λέγων τοῦ τὴν μὲν τέχνην μὴ πάντως τὴν αὐτὴν περὶ ἀμφότερα καταγίνεσθαι, τὴν δὲ φύσιν περὶ ἀμφότερα. ἔστιν οὖν ἡ ὅλη τοῦ ῥητοῦ διάνοια τοιαύτη· τῶν τεχνῶν αἱ μὲν ποιοῦσι τὴν ὕλην, αἱ δὲ ἄρχουσιν αὐτῆς· καὶ τῶν τὴν ὕλην ποιούντων ἡ μὲν ἁπλῶς ὕλην ποιεῖ, ὡς ἡ δρυτομική, ἡ δὲ εὐεργόν· καὶ τῶν ἀρχουσῶν τῆς ὕλης (ἄρχουσι δὲ τῆς ὕλης ὅσαι περὶ τὸ εἶδος καταγίνονται τέχναι· ἐπιτάττει γὰρ ὁ ναυπηγὸς τῷ δρυτόμῳ ὁποῖα ξύλα αὐτῷ εὐτρεπίσει, καὶ τῷ πρίστῃ εὐεργὰ αὐτῷ ταῦτα ποιῆσαι καὶ ἢ εὐεργά), τῶν ἀρχουσῶν οὖν τῆς ὕλης, αἵ τινες καὶ ἀρχιτεκτονικαὶ καλοῦνται, ἡ μὲν τὸ εἶδος ἐπιτίθησιν ἡ ναυπηγική, ἡ δὲ χρῆται αὐτῷ ἡ κυβερνητική. καλῶς δὲ εἴπομεν καὶ τὴν κυβερνητικὴν ἀρχιτεκτονικήν. καὶ γὰρ μᾶλλον ἀρχιτεκτονικὴ αὕτη τῆς ναυπηγικῆς· αὐτὴ γὰρ τῇ ναυπηγικῇ ἐπιτάττει, ὁποῖον δεῖ αὐτὴν ποιῆσαι τὸ τοῦ πηδαλίου εἶδος. διαφέρουσι δὲ ἀλλήλων αἱ περὶ τὸ εἶδος αὐτὸ καταγινόμεναι τέχναι, αἵ τινες καὶ ἀρχιτεκτονικαί εἰσι, τῷ τὴν μὲν ποιητικὴν εἶναι εἴδους τὴν ναυπηγικήν, τὴν δὲ γνωστικὴν μόνον οὐ ποιητικήν, καὶ τὴν μὲν κεχρῆσθαι αὐτῷ τὴν δὲ μή. ὥστε τέσσαρές εἰσι περὶ τὸ αὐτὸ καταγινόμεναι, ὧν αἱ μὲν δύο περὶ τὴν ὕλην καταγίνονται, αἱ δὲ δύο περὶ τὸ εἶδος. ἐπεὶ οὖν ταῦτα εἰπὼν οὐ προσέθηκε τὸ λοιπὸν τῇ ἀπορίᾳ, τοῦτο δὲ ἦν ὅτι μήποτε οὖν καὶ ἐπὶ τῶν φυσικῶν οὐ τῆς αὐτῆς ἐστι φυσικῆς ἐπιστήμης περὶ τὴν ὕλην καὶ τὸ εἶδος καταγίνεσθαι, ἀλλὰ ἄλλης μὲν περὶ τὸ εἶδος ἄλλης δὲ περὶ τὴν ὕλην, διὰ τοῦτο ἀσάφειαν ἐνεποίησεν, ὅτι ἀπορίας ἕνεκεν ταῦτα ἐξέθετο, ἀλλὰ τῷ τὴν ἐπίλυσιν ἐπαγαγεῖν, ὥσπερ εἴρηται, δήλην ἐποίησε τὴν ἑαυτοῦ διάνοιαν. εἰπὼν δὲ ὅτι καὶ ἡ κυβερνητικὴ ἀρχική ἐστι, μετά τινος προσδιορισμοῦ τοῦτο εἶπεν, εἰπὼν ἀρχιτεκτονική πως. προσέθηκε δὲ τό πως, διὰ τὸ μὴ τεκταίνεσθαι τὴν κυβερνητικήν· ἄρχει μὲν γὰρ μᾶλλον τῆς ναυπηγικῆς, οὐ τεκταίνεται δέ. πρὸς τὸ τεκταίνεσθαι οὖν τό πως, οὐ πρὸς τὸ ἄρχειν.2

“既然诸技艺也制造质料,有的单单制造,有的使之易于加工,并且我们使用[诸物]仿佛一切现存之物都是为了我们;”他在当前段落的句法结构之间插入了许多内容,使得文句极为晦涩。因此,为了保持文义的连贯性,我们必须调置词句的顺序,将适当的内容归于各自的位置。首先,“并且我们使用[诸物]仿佛一切现存之物都是为了我们”应当按如下方式与前文结合:“此外,为了何者与目的属于同一门[科学],凡是出于这些目的之物亦然;而自然乃是目的和为了何者”,然后接上:“并且我们使用[诸物]仿佛一切现存之物都是为了我们”,直到“这在《论哲学》中已有论述”。因此,这一段落的句法结构就是如此,而其旨趣在于:既然目的有双重含义,即目标与受益者,在通过说“而自然乃是目的和为了何者”陈述了作为目标的目的之后,他又通过说“并且我们使用[诸物]仿佛一切现存之物都是为了我们”,补充了目的的另一种含义,即我所说的受益者。由此,为了说得更明白,他补充道:“因为在某种意义上我们也是目的;因为‘为了何者’有两种含义。”他说“为了何者”的这一划分在《论哲学》中也有论述;但他指的是《伦理学》,他之所以将其称为《论哲学》,是因为哲学的品格正是通过它们传授的。因此,句法结构就是如此,而夹在中间的内容,一部分是为了确立“为了何者”是目的,另一部分则是为了反驳欧里庇得斯。而在“既然诸技艺也制造质料,有的单单制造,有的使之易于加工”之后,应当接上“而支配质料并认识质料的技艺也有两种”以及接下来的文句。由此便产生了我们所提到的疑难:是否正如在诸技艺中,有的致力于质料,有的致力于形式,在自然科学中也是如此,认识形式的是一门科学,认识质料的则是另一门科学?而他将这些作为疑难提出来,正如他在接下来的地方引入了疑难的解答那样显明出来,在那些地方他说“因此在依技艺的事物中,我们为了成品而制造质料”,以此说明两者的差异之原因在于:同一门技艺绝非总同时致力于两者,而自然却同时致力于两者。因此,这一言明的整体意涵如下:诸技艺中,有的制造质料,有的支配质料;在制造质料的技艺中,有的单单制造质料,如伐木术,有的则使之易于加工;在支配质料的技艺中(凡致力于形式的技艺都支配质料;因为造船工指示伐木工为他准备何种木材,并指示锯木工为他将这些木材加工得易于使用,即适于加工),在支配质料的诸技艺中——它们也被称为主导性技艺——造船术赋予形式,而操舵术使用形式。我们把操舵术也称为主导性技艺,是恰当的。因为比起造船术,操舵术甚至更具主导性;因为它本身向造船术发号施令,指示它必须把舵的形式制造成何种样子。然而,同样致力于形式本身、同样具有主导性的诸技艺彼此不同,其区别在于造船术是制造形式的,而〔操舵术〕仅是认识性的而非制造性的,且一者使用它而另一者不使用。因此,致力于同一事物的技艺有四种,其中两种致力于质料,两种致力于形式。既然他在说了这些之后,没有把疑难的剩余部分补充完整——这剩余部分本该是:是否在自然事物中,致力于质料与形式的也并非同一门自然科学,而是一门致力于形式,另一门致力于质料——因此他在自己是出于提出疑难的目的陈述了这些这一点上造成了晦涩,但正如已经说过的,通过随后引入解答,他表明了自己的意图。而在说操舵术也具有支配性时,他是带着某种限定来说的,他说“在某种意义上是主导性的”。他补充“在某种意义上”,是因为操舵术并不亲自从事木工;因为它宁可说是支配造船术,却并不从事木工。因此,“在某种意义上”是针对从事木工而言,而不是针对支配而言的。

语法注2 条
  1. 2.38Μεταξὺ τῆς συντάξεως τῶν παρόντων χωρίων πολλὰ παρεμβαλὼν ἀσαφεστάτην ἐποίησε τὴν λέξιν. δεῖ οὖν, ἵνα ἡ συνέχεια τῶν ῥητῶν φυλαχθείη, ὑπερβιβάσαι ἡμᾶς τὰς λέξεις, καὶ ἑκάστῳ τόπῳ τὸ οἰκεῖον ἀποδοῦναι.

    关于句法结构的说明:斐洛庞努斯指出,由于亚里士多德在原本连贯的语句之间插入了诸多论述,导致文义晦涩,因此读者必须调置词序(ὑπερβιβάζειν),以恢复两条并行的论述线索各自正确的句法衔接(σύνταξις)。

  2. 2.38πρὸς τὸ τεκταίνεσθαι οὖν τό πως, οὐ πρὸς τὸ ἄρχειν.

    关于限定副词 πως(在某种意义上)修饰所指的解释。在亚里士多德“在某种意义上是主导性的”这一表述中,操舵术对造船术的“支配”(ἄρχειν)是毫无疑问的,而 πως 所限定的乃是它并不亲自从事实际的木工制作(τεκταίνεσθαι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:237.9-238.33