- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:236.5-237.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯讨论了亚里士多德所引用的欧里庇得斯诗句,说明并非任何终点、而唯有“最善的终点”才是为了何者,并指出自然的目的不是死亡,而是全盛期与繁衍。
" Διὸ καὶ ὁ ποιητὴς γελοίως προήχθη εἰπεῖν “ἔχει τελευτήν, ἧσπερ οὕνεκ’ ἐγένετο”." Ποιητὴν τὸν Εὐριπίδην λέγει. ὅτι, φησί, καλῶς ὡρισάμεθα τὸ τέλος καὶ τὸ οὗ ἕνεκα ‘τὸ ἔσχατον τῆς συνεχοῦς καὶ ἀδιακόπου κινήσεως’, πιστοῦται καὶ Εὐριπίδης ἐκ κοινῆς μὲν ἐννοίας τοῦτο λαβὼν ὅτι τῆς συνεχοῦς κινήσεως τὸ ἔσχατον τέλος οὗ ἕνεκά ἐστι,1 γελοίως δὲ τὴν κοινὴν ταύτην ἔννοιαν καὶ καθολικὴν ἐφαρμόσας τοῖς κατὰ μέρος. ἐπεὶ γὰρ συνεχοῦς τινος τῆς ζωῆς τέλος ἐστὶν ὁ θάνατος, ἐνόμισε τοῦτο τέλος καὶ οὗ ἕνεκα εἶναι· ὅθεν ἐπειδὴ τὰ πρὸ τοῦ τέλους πρὸς τὸ τέλος ἀναφέρεται πάντα, ὑπενόησε διὰ τοῦτο γίνεσθαι τὸν ἄνθρωπον ἵνα ἀποθάνῃ. τὸ δέ, φησίν, οὐχ οὕτως ἔχει· οὐ γὰρ πᾶν ἁπλῶς τέλος καὶ οὗ ἕνεκά ἐστιν, ἀλλὰ τὸ μὲν οὗ ἕνεκα πᾶν τέλος, τὸ δὲ τέλος οὐ πάντως οὗ ἕνεκα, ἀλλὰ τὸ βέλτιστον τέλος τοῦτο οὗ ἕνεκα· βέλτιον δὲ τὸ εἶναι τοῦ μὴ εἶναι· οὐκ ἄρα οὗ ἕνεκα ὁ θάνατος. ἀλλ’ οὐδὲ συνεχοῦς τῆς ἀπὸ τῆς γενέσεως κινήσεως ἔσχατόν τι καὶ τέλος ἐστὶν ὁ θάνατος· κινεῖται γὰρ ἡ φύσις ἕως τῆς τελείας ἀκμῆς τοῦ ζῴου, καὶ ἀγαγοῦσα εἰς τὸ τέλειον ἵστησι. τοῦτο οὖν τέλος τῆς συνεχοῦς κατὰ τὴν γένεσιν κινήσεως· τὸ δὲ μετὰ τοῦτο, ἐπειδὴ μὴ πέφυκε στέγειν διόλου τὸ εἶδος ἡ ὕλη, ἐπὶ τὸ ἀσθενέστερον χωρεῖ τὸ ζῷον οὐχ ὑπὸ τῆς φύσεως, ἀλλ’ ὅτι ἐξ ἐναντίων συνέστηκε τὸ ζῷον, τῆς φύσεως μηκέτι ἐξισχυούσης εἰς ἁρμονίαν ἀγαγεῖν τὰ ἐναντία ἐπικρατέστερον γίνεται θάτερον, καὶ οὕτω κατὰ μικρὸν τῆς ἁρμονίας διαλυομένης τὸν θάνατον συμβαίνει γίνεσθαι. βούλεται γὰρ οὐ πᾶν εἶναι τὸ ἔσχατον τέλος, ἀλλὰ τὸ βέλτιστον. βούλεται οὐχ ὁ ποιητής, ἀλλ’ ἡ τῶν πραγμάτων φύσις.2 ἐπεὶ οὖν τὸ βέλτιστον τοῦτο τέλος καὶ οὗ ἕνεκα, καὶ τῆς γενέσεως ἄρα τὸ βέλτιστον τέλος. βέλτιστον δὲ ἡ ἀκμή· ἐν αὐτῇ γὰρ γενόμενον τὸ ζῷον πάσας ἐνεργεῖ τὰς φυσικὰς ἐνεργείας, καὶ μάλιστα τὰς γεννητικάς, ὅπερ καὶ κυρίως τέλος τῆς φύσεως τὸ ἀγαγεῖν εἰς τοῦτο τὸ ζῷον, ὥστε γεννῆσαι ἕτερον οἷον αὐτό· ἐπεὶ γὰρ πάντα τοῦ ἀγαθοῦ ἐφίεται, ἀγαθὸν δὲ ἑκάστῳ τὸ εἶναι, ὅσα μὴ ἠδυνήθη κατ’ ἀριθμὸν μεῖναι τὰ αὐτά, ἠγάπησε τὴν κατ’ εἶδος ἀϊδιότητα. ἐπεὶ οὖν τοῦτό ἐστι τὸ βέλτιστον, μέχρι τοσούτου κινεῖ ἡ φύσις τὸ ζῷον κατὰ συνέχειαν, μέχρις ἂν εἰς τοῦτο ἀγάγῃ, ὥστε τὰς τοιαύτας ἐνεργεῖν ἐνεργείας, τὸ δὲ ἐντεῦθεν λοιπὸν παύεται μὲν ἡ προτέρα κίνησις ἅτε τοῦ σκοποῦ τυχοῦσα, ἀρχὴν δὲ λαμβάνει ἡ παρὰ φύσιν καὶ ἐπὶ φθοράν, καθ’ ὃν εἴπομεν τρόπον.
“因此诗人也滑稽地被引向说出‘他得到了他为其而生的终局’。” 他说“诗人”指的是欧里庇得斯。他说,欧里庇得斯也证实了我们把目的和为了何者恰当地定义为“连续且无阻碍运动的终极之物”,欧里庇得斯从共同观念中把握到连续运动的终极之物乃是目的与为了何者,却滑稽地将这一普遍的共同观念应用到了具体事物上。因为既然死亡是某种连续生命的终点,他便认为这也是目的和为了何者;由此,既然终点之前的一切事物都归结于终点,他便以为人之所以出生,就是为了死亡。他说,事实并非如此;因为并非每一个终点都单单也就是为了何者,而是:每一个为了何者都是终点,但终点绝不总为了何者,唯有最善的终点才是为了何者。而存在优于不存在;因此死亡并不是为了何者。而且死亡也绝不是始于生成的连续运动的某种终极之物和终点;因为自然运动直到动物完全成熟的鼎盛期,将其引向完美状态后便告止步。因此,这才是依照生成的连续运动的终点;至于此后的情况,既然质料在天性上不能始终保持形式,动物走向衰弱并非出于自然,而是因为动物由对立面构成,在自然不再有能力使对立面趋于和谐时,其中一者便占了上风,这样随着和谐逐渐解体,死亡便发生了。因为事物要求并非每一个终极之物都是目的,而是要求最善的才是目的。这里“要求”的不是诗人,而是事物的本性。因此,既然这最善之物是终点和为了何者,生成的终点也同样是最善之物。而鼎盛期乃是最善的;因为处于鼎盛期的动物发挥着一切自然活动,尤其是生育活动,将动物引向这一状态,使其能够生育出另一个与自身类似的个体,这正是自然真正意义上的目的。因为一切事物都渴望善,而对每一事物而言善就是存在,凡是不能在数目上保持同一的事物,都喜悦于形式上的永恒。因此,既然这是最善之物,自然便连续地运动动物直到这一步,直到将其引向这一步以发挥此类活动;但从此往后,先前的运动由于达到了目标而告停息,而反自然的走向毁灭的运动则按我们所说的方式拉开了序幕。
- 2.37πιστοῦται καὶ Εὐριπίδης ἐκ κοινῆς μὲν ἐννοίας τοῦτο λαβὼν ὅτι τῆς συνεχοῦς κινήσεως τὸ ἔσχατον τέλος οὗ ἕνεκά ἐστι
句首的 ὅτι, φησί, καλῶς ὡρισάμεθα... 充当主要动词 πιστοῦται(证实)的宾语从句。而在分词 λαβών 之后的 ὅτι 则引导一个同位语从句,用以阐明 τοῦτο 的具体内容。
- 2.37βούλεται γὰρ οὐ πᾶν εἶναι τὸ ἔσχατον τέλος, ἀλλὰ τὸ βέλτιστον. βούλεται οὐχ ὁ ποιητής, ἀλλ’ ἡ τῶν πραγμάτων φύσις.
针对第一句中看似非人称的 βούλεται(意求/要求),注疏者在紧随其后的句子中补充澄清:其逻辑主语并非诗人(欧里庇得斯),而是“事物的本性”(ἡ τῶν πραγμάτων φύσις)。
