- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:234.11-236.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《物理学》194a15–27,讨论了自然哲学家是否应当同时考察形式与质料的疑难,并详述了基于技术与自然相似性的第一个论证,以及目的与实现目的的诸手段属于同一门科学的第二个论证。
" Καὶ γὰρ δὴ καὶ περὶ τούτου ἀπορήσειεν ἄν τις." Ἐπειδὴ εἶπεν ὅτι περὶ ἀμφοτέρων ὁ φυσικὸς διαλέξεται, βούλεται δεῖξαι ὅτι ἀναγκαίως τὸν περὶ τούτου προχειρίζεται λόγον ἔχοντα ἀπορίας εὐλόγους. τὸ δὲ ἢ περὶ τοῦ ἐξ ἀμφοῖν ἐν ἐπικρίσει1 ἐπήγαγεν, ἀντὶ τοῦ ἢ δηλονότι περὶ τοῦ ἐξ ἀμφοῖν. εἰ δὲ περὶ τοῦ ἐξ ἀμφοῖν ὁ φυσικὸς διαλέξεται, δῆλον ὅτι καὶ περὶ ἑκατέρας τῶν ἁπλῶν· καὶ εἰ περὶ ἑκατέρας διαλέξεται ὁ φυσικός, ἆρα εἷς καὶ ὁ αὐτὸς φυσικὸς περὶ ἀμφοτέρων διαλέξεται, ἢ ἄλλος μὲν περὶ τῆς ὕλης ἄλλος δὲ περὶ τοῦ εἴδους;
“因为确实,有人对此也会产生疑难。” 在说了自然哲学家将论述两者之后,他意图表明,他提出关于此事的论述是出于必然的,因为这包含合情理的疑难。他加上了“抑或是关于由两者构成的事物”作为决断,用以代替“抑或是显而易见关于由两者构成的事物”。而如果自然哲学家将论述由两者构成的事物,显而易见他也会论述单纯事物中的每一者;且如果自然哲学家论述每一者,那么究竟是同一位自然哲学家论述两者,还是一个论述质料而另一个论述形式呢?
"Εἰς μὲν γὰρ τοὺς ἀρχαίους ἀποβλέψαντι δόξειεν ἂν εἶναι τῆς ὕλης." Ὅσον, φησίν, ἐπὶ τοῖς ἀρχαίοις φυσικοῖς δόξειεν ἂν εἶναι τῆς φυσικῆς ἐπιστήμης τὸ περὶ τῆς ὕλης διαλέγεσθαι· ἐκεῖνοι γὰρ ταύτης μὲν πολὺν ἐποιήσαντο λόγον, τοῦ δὲ εἴδους ἢ οὐδένα ἢ ἐπὶ βραχὺ ἐφρόντισαν.
“因为着眼于古人,人们会认为属于质料。” 他说,就古代自然哲学家而言,人们会认为论述质料属于自然科学;因为他们对质料作了大量论述,而对形式则要么根本不予考虑,要么极少考虑。
"Εἰ δὲ ἡ τέχνη μιμεῖται τὴν φύσιν." Ἔνθεν τὸ πρῶτον ἐπιχείρημα ἐκ τῆς ὁμοιότητος τῆς τέχνης πρὸς τὴν φύσιν. καλῶς δὲ προσέθηκεν ὅτι οἶδεν ὁ τεχνίτης τὴν ὕλην οὐχ ἁπλῶς, ἀλλὰ μέχρι του· ὁ γὰρ ἰατρὸς μέχρι τῶν στοιχείων ἀνελθὼν καὶ ταῦτα λέγων ὕλην εἶναι τῶν σωμάτων, οὐκέτι περαιτέρω χωρεῖ. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν.
“但如果技术模仿自然。” 由此引出第一个论证,即来自技术对自然的相似性。他精当地补充道,匠人认识质料并非无条件地,而是在某种限度内;因为医生上溯至诸元素并称这些是物体的质料之后,便不再进一步深入了。在其他技术中同样如此。
"Ἔτι τὸ οὗ ἕνεκα καὶ τὸ τέλος τῆς αὐτῆς, καὶ ὅσα τούτων ἕνεκα." Τὸ δεύτερον ἐπιχείρημα. τὸ δὲ οὗ ἕνεκα καὶ τὸ τέλος ἐκ παραλλήλου ἀντὶ τοῦ ‘τὸ οὗ ἕνεκα, ὅπερ ἐστὶ τέλος’. οὗ δὲ ἕνεκά ἐστιν ἐν τοῖς φυσικοῖς τὸ εἶδος· τούτου γὰρ ἕνεκεν πάντα πράττει ἡ φύσις, ἐξ ἀρχῆς μὲν ἵνα γεννήσῃ μετὰ ταῦτα δὲ ἵνα φυλάξῃ, ἕνεκα δὲ τοῦ τέλους ἐστὶν ὕλη ὄργανα καὶ εἴ τι παραπλήσιον. ὧν γὰρ συνεχοῦς τῆς κινήσεως οὔσης ἔστι τι τέλος, τοῦτο ἔσχατον καὶ τὸ οὗ ἕνεκα.2 μικρὸν δεῖ τὴν λέξιν μεταρρυθμίσαι ‘ὧν γὰρ συνεχοῦς τῆς κινήσεως οὔσης ἔστι τι ἔσχατον, τοῦτο τέλος καὶ τὸ οὗ ἕνεκα’. ὁ δὲ νοῦς τῶν προκειμένων οὗτος· ἐπειδὴ εἶπε τὸ οὗ ἕνεκα τέλος, αὐτὸ τοῦτο προέθετο δεῖξαι. ὅταν οὖν, φησί, κινούμενόν τι συνεχῶς εἶτα ἀφικόμενον εἴς τι ἔσχατον παύσηται τῆς εἰς τὸ πρόσθεν ὁδοῦ, τοῦτο τῆς κινήσεως τέλος ἐστί, καὶ τούτου ἕνεκεν ἡ κίνησις γέγονεν. ὥστε τό τε οὗ ἕνεκα τέλος, καὶ τὸ τέλος οὗ ἕνεκα. νόει δέ μοι3 τὴν κίνησιν ἀνεμποδίστως προϊοῦσαν καὶ περατουμένην καθ’ αὐτὴν οὐδεμιᾶς ἔξωθεν αἰτίας τινὸς αὐτὴν ἐπισχούσης· εἰ γὰρ διακοπείη, οὐκ ἔστι τέλος τῆς κινήσεως ἡ στάσις ἐκείνη καθ’ ἣν διεκόπη. οἷόν τι λέγω· εἰ ἐπιθήσει φάρμακον ἰατρός, εἶτα μεταξὺ ἐμπόδιόν τι γένηται καὶ χεῖρον σχοίη τὸ πάθος, εἶτα πάλιν ἐπιθεὶς ἕτερον φάρμακον ὑγιάσει, τὸ τέλος τούτου, τὴν ὑγείαν λέγω, οὐκ ἐρεῖς τέλος εἶναι, οὐδὲ οὗ ἕνεκα τῆς προτέρας κινήσεως. ἀλλ’ οὐδὲ τὴν χείρονα διάθεσιν τέλος εἶναι τῆς προτέρας κινήσεως τοῦ φαρμάκου· οὔτε γὰρ σκοπὸν τοῦτο εἶχεν, οὔτε ἐξ αὐτοῦ, ἔκ τινος δὲ συμπτώματος ἔξωθεν ἡ χείρων διάθεσις γέγονεν. ὅταν οὖν ἀδιάκοπος γένηται ἡ κίνησις ἡ ἐπὶ τὴν ὑγείαν, τὸ τέλος τῆς κινήσεως ταύτης καὶ εἰς ὃ ἔσχατον ἀπεπαύσατο τοῦτό ἐστι τὸ οὗ ἕνεκα ἡ κίνησις πᾶσα γέγονε, τοῦτο δέ ἐστιν ἡ ὑγίεια· εἰ γὰρ μὴ διακοπῇ, ἡ τοῦ ἰατροῦ ἐνέργεια οὐχ ἵσταται μέχρις ἂν εἰς τὴν ὑγίειαν φθάσῃ. ἐπεὶ οὖν καὶ τῆς κινήσεως τῆς κατὰ τὴν γένεσιν, εἰ μή τις ἐμποδίσοι, τέλος ἐστὶ τὸ εἶδος εἰς ὃ ἄγει, τοῦτο ἂν εἴη καὶ οὗ ἕνεκα.
“此外,为了何者以及目的属于同一门[科学],凡是为了这些的也是如此。” 这是第二个论证。而“为了何者以及目的”是并列使用的,代替“为了何者,即目的”。但在自然事物中,为了何者乃是形式;因为自然为了它而行一切事,起初是为了生成,随后是为了保持,而质料、工具以及任何类似的事物都是为了目的而存在的。“因为在运动连续进行的事物中,若有某种目的,这便是终极的和为了何者。”需要稍微调整一下字句:“因为在运动连续进行的事物中,若有某种终极之物,这便是目的和为了何者。”摆在我们面前的文字的含义如下:既然他把为了何者称为目的,他便旨在证明这一点。因此他说,当某物连续运动,随后达到某种终极之物而停止前行之道时,这便是运动的目的,且运动乃是为了它而发生的。因此,为了何者就是目的,目的也就是为了何者。但请你将这运动理解为无阻碍地进行并在自身中告终,没有任何外部原因阻止它;因为如果它被打断,被打断处的那个停顿绝不是运动的目的。我的意思如下:如果医生施用一种药物,随后在此期间产生了某种阻碍且病情恶化,接着他又施用另一种药物并治愈了疾病,你不会说此事的终点——我是说健康——是先前运动的目的,也不是先前运动为了何者。然而更恶劣的状况也不是药物的先前运动的目的;因为它并不以此为目标,更恶劣的状况也并非源于它自身,而是源于某种外部的偶发事故。因此,当通向健康的运动不被打断时,此运动的目的以及它最终停驻于其中的终极之物,便是整个运动为了何者而发生的,而这就是健康;因为若不被打断,医生的活动直到达到健康才告停息。因此,既然在生成的运动中也一样,除非有何物阻碍,否则其目的便是它所导向的形式,那么这形式也就是“为了何者”。
- 2.33ἐν ἐπικρίσει
注解者对亚里士多德本文短语 ἢ περὶ τοῦ ἐξ ἀμφοῖν(抑或是关于由两者构成的事物)的评述。他将其理解为不是单纯的疑问析取,而是“作为决断”(ἐν ἐπικρίσει),即表明一种不言而喻的裁定:“抑或是显而易见关于由两者构成的事物”。
- 2.36ὧν γὰρ συνεχοῦς τῆς κινήσεως οὔσης ἔστι τι τέλος, τοῦτο ἔσχατον καὶ τὸ οὗ ἕνεκα
对亚里士多德原文句法(ὧν ... ἔστι τι τέλος, τοῦτο ἔσχατον)的梳理。注解者指出需要对词序和对应关系稍作调整(μικρὸν δεῖ τὴν λέξιν μεταρρυθμίσαι),即读为“ὧν ... ἔστι τι ἔσχατον, τοῦτο τέλος”。他提炼出的逻辑骨架是:在具有连续运动的事物中,若有终极之物(ἔσχατον),该终极之物便是目的(τέλος)与“为了何者”(οὗ ἕνεκα)。
- 2.36νόει δέ μοι
带有伦理与格 μοι 的祈使表达(“请你为我理解为……”)。这是一种直接向读者说话的语气,用以引导后续的理论设定:运动必须不受阻碍地进行且在自身中完结,而不是被外因打断。
