← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§232.25-234.10

自然学家研究形式与质料的界限

斐洛庞努斯阐释了亚里士多德将质料的知识限制在“某种限度内”的本意,提出了形式与质料作为相对概念的第三个论证,根据原因是否脱离质料划定了自然哲学家与神学家的界限,并指出自然事物的定义必须像“塌鼻”一样把形式与质料结合起来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.32#4

ὅθεν καὶ αὐτὸς ὁ Ἀριστοτέλης εἰπὼν ὅτι τῆς αὐτῆς ἐστιν ἐπιστήμης εἰδέναι καὶ τὸ εἶδος καὶ τὴν ὕλην, ἐπήγαγε μέχρι του·1 οἶδε γὰρ ὁ ἰατρός, ὅτι ἐκ τῶν τεσσάρων στοιχείων τὰ σώματα καὶ ὅτι ὕλη αὐτῶν ἐστι ταῦτα, οὐ μέντοι ᾗ ἰατρὸς εἴσεται ὅτι οὐκ ἔστι ταῦτα ἡ πρώτη ὕλη, ἀλλ’ ἔστι καὶ πρὸ τούτων ἑτέρα ὕλη τῶν σωμάτων ἡ ἀνείδεος. Μετὰ δὲ τὸ ἀπορῆσαι ταῦτα τίθησι τρίτον ἐπιχείρημα ὁ Ἀριστοτέλης, ὅτι τοῦ αὐτοῦ φυσικοῦ ἀμφότερα γνῶναι. ἡ ὕλη γάρ φησι καὶ τὸ εἶδος τῶν πρός τί ἐστιν (ἡ γὰρ ὕλη εἴδους ἐστὶν ὕλη, καὶ οὐχ ἡ τυχοῦσα ὕλη τοῦ τυχόντος ἐστὶν εἴδους, ἀλλὰ τὶς ὕλη τινός ἐστιν εἴδους), εἰ δὲ τῶν πρός τι ἡ ὕλη καὶ τὸ εἶδος, ὁ δὲ τὸ ἕτερον τῶν πρός τι εἰδὼς καὶ τὸ λοιπὸν οἶδεν (ἅμα γὰρ τὰ πρός τι γινώσκονται), δῆλον ἄρα ὅτι τοῦ αὐτοῦ ἐστι φυσικοῦ περὶ τῆς ὕλης καὶ τοῦ εἴδους διαλαβεῖν. ταῦτα εἰπὼν διακρίνει τὸν φυσικὸν καὶ τοῦ θεολόγου,2 καί φησιν ὅτι ὥσπερ ὁ ἰατρὸς ἐπισκεπτόμενος τὰς ὄψεις καὶ περὶ αὐτῶν ποιούμενος τὸν λόγον, οὐ περὶ πάσης αὐτῶν ἐνεργείας ᾗ ἰατρὸς διαλέξεται, ἀλλ’ αὔταρκες τὸ μαθεῖν ἡγεῖται, ὅτι πεφύκασι μὲν ὑπὸ τῶν τοιῶνδε χρωμάτων διακρίνεσθαι, συγκρίνεσθαι δὲ ὑπὸ ἄλλων, καὶ εἴ τινα ἄλλην ἐνέργειαν ἔχουσιν ἢ πάθος προσεχὲς τῷ ἰατρῷ, καὶ οὐδὲν ἄλλο περὶ αὐτῶν ἐπισκέψεται (οἷον πῶς πεφύκασιν ἐκ τῶν ὀφθαλμῶν ἐξιέναι, καὶ τίς ἡ ἐνέργεια αὐτῶν ἡ περὶ τὰ ὁρατά, διὰ τί πόρρωθεν ἐλάττονα ὁρῶσι καὶ τὰ καθ’ ὕδατος μείζονα, τίς τε ἡ ἐνέργεια αὐτῶν ἡ περὶ τὰ κάτοπτρα, καὶ πότερον ἀνακλᾶσθαι πεφύκασιν ἢ οὔ, καὶ πρὸς ἴσας γωνίας ἢ οὔ, καὶ ὅσα ἄλλα μυρία οἱ ὀπτικοὶ περὶ αὐτῶν ἐπισκέπτονται), ὁμοίως δὲ καὶ ὁ χαλκεὺς τὰς τοῦ χαλκοῦ ἐνεργείας μέχρι τινὸς ἐπισκέψεται (ὅτι τυχὸν δεῖ εἰς τὴν τῶν κυμβάλων κατασκευὴν τὸν εὔηχον παραλαβεῖν, εὔηχος δὲ ὁ τοιόσδε, καὶ ἐν ἑκάστῳ εἴδει τὸν προσήκοντα· εἰ μέντοι ἔχει τινὰ δύναμιν εἰς θεραπείαν ἢ καιόμενος ἢ ἁπλούμενος, καὶ πόθεν ἔχει τὸ εὔηχον ἐν τῷ μετέχειν πνεύματος, καὶ ὅσα ἁπλῶς μὴ συμβάλλεται πρὸς τὴν ὑποκειμένην αὐτῷ τέχνην, οὐκ ἐπισκέψεται), οὕτως οὖν, φησί, καὶ ὁ φυσικὸς ἀποδιδοὺς τὰς αἰτίας τῶν φυσικῶν πραγμάτων, ταύτας ἀποδώσει ἃς φυσικῷ ἀποδιδόναι οἰκεῖον. αὗται δέ εἰσιν ὅσαι μὴ ἄνευ τῆς ὕλης. κἂν γὰρ μὴ μόνον προσεχῆ αἴτια ἀποδιδῷ, ἀλλὰ καὶ πρῶτα καὶ ἐξῃρημένα τῶν γινομένων, ἀλλ’ οὖν οὐδὲ ταῦτα ἄνευ ὕλης· ἀποδώσει γὰρ τυχὸν οὐ μόνον τὸν πατέρα αἴτιον τῆς τοῦ ἀνθρώπου γενέσεως καὶ τὴν ἐν αὐτῷ φύσιν, ἀλλὰ καὶ τὴν τοῦ ἡλίου περιφοράν (καὶ ὁ ἥλιος δῆλον ὅτι οὐκ ἔστι χωριστὸν ὕλης πρᾶγμα, ἀλλ’ ἐν ὕλῃ τὸ εἶναι ἔχον), εἰ δέ τινά εἰσιν ἕτερα χωριστὰ ὕλης αἴτια τῶν φυσικῶν εἴτε εἰδικὰ εἴτε ποιητικὰ εἴτε τελικά, τίνα τε ταῦτά ἐστι καὶ πόσα καὶ ὅπως ἔχουσι πρὸς ἄλληλα, οὐκέτι φυσικοῦ ἀλλὰ θεολόγου ἐστὶν ἐπισκέψασθαι. ταύτῃ οὖν ὁ θεολόγος τοῦ φυσικοῦ διαφέρει, τῷ τὸν θεολόγον περὶ τῶν παντάπασι χωριστῶν τῆς ὕλης εἰδῶν διαλέγεσθαι, τοῦ φυσικοῦ περὶ μόνων τῶν ἐν ὕλῃ τὸ εἶναι ἐχόντων διαλεγομένου.3 Ἐπεὶ δὲ ἡ φύσις διχῶς, τό τε εἶδος καὶ ἡ ὕλη. τὸ ἕτερον σημαινόμενον παρῆκε τὸ κατὰ γένεσιν, ἐπειδὴ ἐκείνη ὁδός ἐστι καὶ μεταβολὴ ἐπὶ τὴν φύσιν παρωνύμως ἀπ’ αὐτῆς κληθεῖσα, ὡς ἀπὸ τῆς λευκότητος ἡ λεύκανσις. ἐπεὶ οὖν διχῶς, φησίν, ἡ φύσις, οὕτως ὁριεῖται τὰ φυσικὰ ὁ φυσικός, ὥσπερ ὁρίζεται τὸ σιμόν, τὸν ὁρισμὸν μὲν καὶ τὸ εἶναι τῇ σιμότητι κατὰ τὴν κοιλότητα ἀποδιδούς, μεμνημένος δὲ καὶ τοῦ ὑποκειμένου τῆς ῥινός· λέγομεν γὰρ ὅτι κοιλότης ἐν ῥινί. ὥστε οὐ κατὰ τὴν ὕλην τὸ εἶναι τῶν φυσικῶν ἀποδώσει ἀλλὰ κατὰ τὸ εἶδος, ὥσπερ καὶ τῇ σιμότητι τὸ εἶναι κατὰ τὴν κοιλότητα, οὔτε ἀμνημονήσει τῆς ὕλης, ὡς οὐδὲ ἐνταῦθα τῆς ῥινός.

因此亚里士多德本人在说了认识形式和质料属于同一门科学之后,也补充道:“在某种限度内”;因为医生固然知道物体由四元素构成,且这些元素是物体的质料,然而作为医生,他绝不会知道这些并不是第一质料,而是在这些之前还存在着另一种无形式的物体质料。在提出这些疑难之后,亚里士多德提出了第三个论证,证明认识这两者属于同一位自然哲学家。因为他说,质料和形式属于相对概念(因为质料是形式的质料,且并非任何偶然的质料都可以是任何偶然形式的质料,而是特定的质料属于特定的形式);如果质料和形式属于相对概念,而认识相对概念之一的人也认识其余的一个(因为相对概念是同时被认识的),那么显然,论述质料和形式便属于同一位自然哲学家。在说了这些之后,他也将自然哲学家与神学家区分开来,并且说:正如医生考察视线并对其进行论述时,作为医生并不会讨论视线的一切活动,而是认为只要了解视线天生被如此这般的颜色分散,被另一些颜色聚合,以及它们是否具有某种切近于医生的其他活动或承受就足够了,而绝不会考察关于它们的其他事情(例如它们天生如何从眼睛中射出,它们关于可见物的活动是什么,为什么从远处看东西较小而在水中看东西较大,它们关于镜子的活动是什么,天生是反射还是不反射,是否按等角反射,以及光学家关于它们所考察的无数其他问题);同样地,正如铁匠将青铜的活动考察到一定程度为止(例如为了制作钹必须采用发声悦耳的青铜,而悦耳的青铜是如此这般的,且在每一种形式中采用合适的那种;然而青铜在受热或锻打展开时是否具有某种治疗功效,它由于分有气息而从何处获得悦耳的声音,以及总之凡是对摆在他面前的技术毫无助益的一切,他都不会考察);他说,自然哲学家在指明自然事物的诸原因时,同样也将指明那些适合自然哲学家指明的原因。而这些原因就是所有不脱离质料的原因。因为即便他指明的不仅是切近原因,而且也是生成之物的首要的且超越的原因,但这些原因终究也不是脱离质料的;因为他或许不仅会把父亲以及其内部的自然指明为人的生成的原因,还会把太阳的周转指明为原因(显然太阳并不是脱离质料的事物,而是在质料中具有存在);但如果自然事物存在着某些脱离质料的其他原因,无论是形式因、动力因还是目的因,这些原因是什么、有多少以及它们彼此之间处于何种关系,就不再属于自然哲学家,而是属于神学家来考察了。因此,神学家在这个方面不同于自然哲学家:在于神学家论述完全脱离质料的形式,而自然哲学家仅论述在质料中具有存在的事物。“然而既然自然有两种含义,即形式和质料。”他省略了按生成而言的另一种含义,因为生成是通向自然的一条道路和变化,是从自然派生命名的,正如变白是从白派生出来的一样。他说,既然自然有两种含义,那么自然哲学家就将按照定义“塌鼻”的方式来定义自然事物,即按照凹陷将定义和存在赋予塌鼻性,但同时也提及基体即鼻子;因为我们说“鼻子中的凹陷”。因此,他将不按照质料而是按照形式赋予自然事物存在,正如对塌鼻性而言存在也是按照凹陷被赋予的一样;然而他也绝不会忘记质料,正如在这里也绝不会忘记鼻子一样。

语法注3 条
  1. 2.32μέχρι του

    支配不定代词 του(= τινός,中性单数属格)的介词短语,意为“在某种限度内”或“到一定程度”。此处引用了《物理学》正文(194a23: μέχρι δή του)的原话。

  2. 2.32διακρίνει τὸν φυσικὸν καὶ τοῦ θεολόγου

    动词 διακρίνει 支配一个宾格(τὸν φυσικόν)和一个无介词的分离属格(τοῦ θεολόγου)。连词 καί 紧置于属格之前作副词性用法(“也与神学家”),在前面与数学家的区分之后,进一步引出与神学家的区分。

  3. 2.32ταύτῃ οὖν ὁ θεολόγος τοῦ φυσικοῦ διαφέρει, τῷ τὸν θεολόγον περὶ τῶν παντάπασι χωριστῶν τῆς ὕλης εἰδῶν διαλέγεσθαι, τοῦ φυσικοῦ περὶ μόνων τῶν ἐν ὕλῃ τὸ εἶναι ἐχόντων διαλεγομένου.

    在具体阐明与格指示代词 ταύτῃ(“在这一点上”)的内容时,前半句采用了表示原因或方式的带冠词与格不定式(τῷ τὸν θεολόγον ... διαλέγεσθαι),而与之对照的后半句并未重复同一结构,而是不对称地转为了属格绝对结构(τοῦ φυσικοῦ ... διαλεγομένου)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:232.25-234.10