- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:231.6-232.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯通过论证自然不同于人工制品,而是由自然自身制备并赋予近接质料与形式,从而说明自然哲学家应当考察这两者。接着,他通过区分近接质料与远隔质料的层级,化解了技术究竟是否同时认识质料与形式的表观矛盾。
φησὶν οὖν ἐπιλυόμενος τὴν ἀπορίαν, ὅτι ἐπὶ μὲν τῶν τεχνητῶν οὐκ ἐνυπάρχει ἐν αὐτοῖς ἡ ὕλη αὐτῶν, ἀλλ’ ἔξωθεν αὐτὴν παραλαμβάνομεν καὶ ἡμεῖς αὐτὴν ἐπινοοῦμεν· καὶ διὰ τὸ μὴ ἐξισχύειν τὴν φύσιν τὴν ἡμετέραν ἅμα πάντα ποιεῖν, ἄλλη μὲν τέχνη περὶ τὴν ὕλην καταγίνεται ἄλλη δὲ περὶ τὸ εἶδος, ἐπὶ δὲ τῆς φύσεως οὐκ ἔξωθεν χορηγεῖται ἡ ὕλη τῇ φύσει, ἀλλ’ αὐτὴ καὶ τὴν ὕλην ἑαυτῇ εὐτρεπίζει καὶ τὸ εἶδος ἐπιτίθησιν. ὕλην δέ φημι τὴν προσεχῆ· ἡ γὰρ ἀνθρώπου φύσις εἰ καὶ μὴ αὐτὴ τὰ στοιχεῖα ποιεῖ, ἀλλ’ οὖν αὐτὴ κίρνησιν αὐτὰ οὐκ ἔξωθεν λαβοῦσα, ἀλλ’ ἐν ἑαυτῇ ἔχουσα, τοῦτο δέ ἐστιν ἡ προσεχὴς ὕλη τοῦ ζῴου. καὶ τοῦτο ἐπὶ ἑκάστης τῶν κατὰ μέρος φύσεων. εἰ τοίνυν ἡ φύσις καὶ τὸ εἶδος ποιεῖ καὶ τὴν προσεχῆ τοῦ εἴδους ὕλην, καὶ ὁ τὰ εἴδη ἄρα τὰ φυσικὰ ἐπισκεπτόμενος ἐπισκέψεται καὶ τὴν ὑποβεβλημένην αὐτοῖς ὕλην· εἰ γὰρ ἐπειδὴ μὴ ποιεῖ ἡ χαλκευτικὴ τέχνη τὴν ὕλην1 (οἷον τὸ μέταλλον αὐτό), ἀλλ’ ἑτέρα ἐστὶν ἡ τοῦτο ἐργαζομένη, διὰ τοῦτο οὐδὲ γινώσκει αὐτὸ ὁ χαλκεὺς (οὐδὲ γὰρ οἶδε τὴν τοῦ μετάλλου φύσιν, ὅπου τε καὶ ὅπως κατασκευάζεται), ἀκόλουθον δήπου, ἐπειδὴ ἡ φύσις καὶ τὴν προσεχῆ ἑαυτῇ ὕλην καὶ τὸ εἶδος ποιεῖ, καὶ τὸν φυσικὸν ἀμφότερα εἰδέναι. ὥστε ὁ μὲν ἁπλῶς φυσικὸς τὴν ἁπλῶς ὕλην καὶ τὸ ἁπλῶς εἶδος ἐπισκέψεται, ἐπειδὴ καὶ ἡ ἁπλῶς φύσις τὴν ἁπλῶς ὕλην καὶ τὸ ἁπλῶς εἶδος δημιουργεῖ, ὁ δὲ τὶς φυσικὸς τὴν τινὰ ὕλην καὶ τὸ τὶ εἶδος, ἐπειδὴ καὶ ἡ τὶς φύσις τὸ τὶ εἶδος καὶ τὴν τινὰ ὕλην δημιουργεῖ. Δόξειε δὲ ἂν ἐναντίον εἶναι τοῖς ἄνω εἰρημένοις τὸ νῦν προβληθέν· εἰ γὰρ οὐχ ἡ αὐτὴ τέχνη καὶ τὴν ὕλην καὶ τὸ εἶδος ποιεῖ, πῶς ἄνω ἐλέγομεν ὅτι τῆς αὐτῆς ἐστι τέχνης καὶ τὴν ὕλην καὶ τὸ εἶδος εἰδέναι; ἰδοὺ γοῦν ἡ κυβερνητικὴ τὸ μὲν εἶδος τοῦ πηδαλίου οἶδε, τὴν δὲ ὕλην ἐκ ποίων δεῖ αὐτὸ ξύλων εἶναι οὐκέτι. φημὶ οὖν ὅτι καὶ τὸ πρότερόν ἐστιν ἀληθὲς καὶ τὸ δεύτερον· ἐπειδὴ γὰρ τοῦ αὐτοῦ πλείους εἰσὶν ὗλαι, αἱ μὲν προσεχέστεραι αἱ δὲ πορρώτεραι (οἷον τοῦ ἀνθρωπείου σώματος ἔστι μὲν προσεχεστάτη ὕλη τοῦ ὅλου σώματος τὰ ἀνομοιομερῆ, ὡς αὐτός φησιν, ἔστι δὲ πρὸ τούτων ὕλη τὰ ὁμοιομερῆ· ταῦτα γὰρ ἐν ὕλης τάξει ὑπόκεινται τοῖς ὀργανικοῖς· καὶ πρὸ τῶν ὁμοιομερῶν οἱ χυμοί, καὶ πρὸ τῶν χυμῶν τὰ στοιχεῖα, καὶ πρὸ τῶν στοιχείων τὸ τριχῇ διαστατόν, καὶ πρὸ τούτου ἡ πρώτη ὕλη), τὴν μὲν οὖν προσεχεστάτην ὕλην ἀνάγκη πᾶσα ἕκαστον εἰδέναι τεχνίτην (ὅ τε γὰρ τέκτων οἶδε τὴν προσεχεστάτην τῶν σκευῶν ὕλην, καὶ αὐτὸς αὐτὴν δημιουργεῖ ἀποξέων τοιῶσδε ἢ τοιῶσδε τὰ ξύλα καὶ τέμνων κατὰ μόρια, καὶ τὰ ἄλλα τὰ πρὸς ὑποδοχὴν τοῦ εἴδους εὐτρεπίζων, ἅτινα τὸν αὐτὸν λόγον ἐπέχουσι πρὸς τὸ εἶδος, ὅνπερ τὰ τοῦ ζῴου μόρια πρὸς τὸ τοῦ ζῴου εἶδος· τῇ γὰρ τούτων συνθέσει ἐπιγίνεται τὸ εἶδος. καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν ὁμοίως· καὶ γὰρ ἡ κυβερνητικὴ ὥσπερ οἶδε τὸ τοῦ πηδαλίου εἶδος, οὕτως οἶδε καὶ τὴν ὕλην· οἶδε γὰρ ἁπλῶς ὅτι ἐκ ξύλων δεῖ τοῦτο εἶναι, τὸ δὲ ἐκ ποίων ξύλων τοῦ ναυπηγοῦ ἐστιν εἰδέναι, ἐπειδὴ αὐτοῦ ἐστι καὶ τὸ ἐργάσασθαι τὸ εἶδος· ὡς οὖν τὸ εἶδος ἐργαζόμενος, οἶδε ποία ὕλη δεκτικὴ αὐτοῦ ἐστι), τὴν μὲν οὖν προσεχῆ ἑαυτῷ ὕλην πᾶς τεχνίτης οἶδε, τὴν δὲ πορρωτέρω οὐκ ἐξ ἀνάγκης· διὰ τοῦτο ὁ χαλκεὺς τὴν μὲν φύσιν τοῦ σιδήρου καὶ τοῦ χαλκοῦ οἶδε, καὶ ποῖος χαλκὸς πρὸς ποῖον εἶδος πεποίηται, οὐ μέντοι καὶ ὅπως μεταλλεύεται οἶδεν, ὅπερ ἐστὶ πορρωτέρω ὕλη, ἀλλὰ τοῦτο τῆς περὶ τὸ μέταλλον ἐνεργούσης τέχνης ἐστίν. εἰ τοίνυν πᾶσα τέχνη τὴν μὲν προσεχῆ ὕλην οἶδε, τὴν δὲ πορρωτέρω οὐκέτι, ἀλλ’ ἑτέρας ἐστὶ τὸ ταύτην εἰδέναι, καὶ τὰ πρότερα ἄρα ἀληθῆ ἦν ὅτι2 τῆς αὐτῆς τέχνης καὶ τὸ εἶδος γνωρίζειν καὶ τὴν ὕλην τὴν προσεχῆ, καὶ τὰ δεύτερα ὅτι ἄλλη περὶ τὸ εἶδος ἐνεργεῖ καὶ ἄλλη περὶ τὴν ὕλην, οὐ τὴν προσεχῆ ἀλλὰ τὴν πόρρω.
因此他在解决这一疑难时说:在人工制品的情况下,它们的质料并不内在固存于它们自身之中,而是我们从外部获取并由我们自己构想出来的;而且由于我们本性的力量不足以同时制作一切,一门技术致力于质料,而另一门技术致力于形式;但在自然的情况下,质料并非从外部供给自然,而是自然自身既为自己准备质料,又赋予形式。我所说的质料是指近接质料;因为人的本性即便并不自己制造元素,却也不是从外部获取而是在自身中拥有它们并将它们混合,而这就是动物的近接质料。对于各个个别的自然而言也是如此。既然自然既制作形式,又制作形式的近接质料,那么考察自然形式的人也就将考察处于它们之下的质料;因为,如果由于锻造术并不制作质料(即矿石本身),而是由另一门技术加工它,锻造匠因此甚至不认识它(因为他既不知道矿石的本性,也不知道它在何处以及如何被制备),那么理所当然的结论就是,既然自然既制作自身的近接质料又制作形式,自然哲学家也就认识这两者。因此,普遍意义上的自然哲学家将考察普遍意义上的质料和形式,因为普遍意义上的自然也创制普遍意义上的质料和形式;而特定部门的自然哲学家将考察特定的质料和特定的形式,因为特定的自然创制特定的形式和特定的质料。 然而,现在提出的问题似乎与上面所说的相反;因为如果不由同一门技术既制作质料又制作形式,我们在上面又如何说认识质料和形式属于同一门技术呢?你看:操舵术固然知道舵的形式,却不再知道质料(即它必须由何种木料构成)。因此我说,前一个命题是真的,第二个命题也是真的;因为既然同一事物有多种质料,有些较近,有些较远(例如就人体而言,正如他自己所说,整个身体最直接的质料是异质部分,而在这些部分之前的质料是同质部分;因为这些同质部分在质料的位阶上处于器官性部分之下;而在同质部分之前是体液,体液之前是元素,元素之前是三维延展体,而在这之前是第一质料),那么任何一个工匠都必然知道最直接的质料(因为木匠知道器皿最直接的质料,并且他自己通过以如此这般的方式打磨木料并按部件切割,以及做好接受形式所需的其他准备,来创制这质料,这些部件与形式的关系,正如动物的各部分与动物形式的关系相同;因为形式正是由于它们的结合而附随产生的。在其他技术上也是如此;因为操舵术正如它知道舵的形式一样,也同样知道质料;因为它纯粹知道舵必须由木料制成,至于由何种木料制成则属于造船匠的知识,因为加工形式也是造船匠的事;因此作为加工形式的人,他知道何种质料能够接受该形式)。因此,每一个工匠固然知道切近于他自己的质料,但并不必然知道更遥远的质料;正因如此,铁匠虽然知道铁和青铜的性质,也知道何种青铜适合制作何种形式,却不知道它是如何开采出来的,而开采出来的矿石乃是更遥远的质料,但这属于从事矿石开采的技术。因此,如果每一门技术固然认识近接质料,却不再认识更遥远的质料,而是由另一门技术来认识后者,那么前一种说法即认识形式与近接质料属于同一门技术就是真的,后一种说法即一门技术致力于形式而另一门技术致力于质料(不是近接质料而是遥远质料)同样也是真的。
- 2.32εἰ γὰρ ἐπειδὴ μὴ ποιεῖ ἡ χαλκευτικὴ τέχνη τὴν ὕλην
这是一个由嵌套的条件从句和因果从句构成的长句:εἰ γὰρ ἐπειδὴ... διὰ τοῦτο... ἀκόλουθον δήπου, ἐπειδὴ... 开头的 εἰ 引导整个假定条件,其内部包含原因从句(ἐπειδὴ μὴ ποιεῖ...)及与之呼应的副词短语 διὰ τοῦτο οὐδὲ γινώσκει...(因此也不认识)。主句是 ἀκόλουθον δήπου(理所当然的结论是),其结论的根据由随后的第二个 ἐπειδή 从句进一步说明。
- 2.32καὶ τὰ πρότερα ἄρα ἀληθῆ ἦν ὅτι
未完成过去时 ἦν 用于回顾先前确立的论点(意为“正如我们先前所论,原是真实的”)。ὅτι 从句充当同位语名词性从句,具体说明 τὰ πρότερα(前一个说法)的内容。后文的 καὶ τὰ δεύτερα ὅτι... 采用了完全平行的结构。
