← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§229.26-231.6

目的与手段的知识以及目的的双重性

斐洛庞诺提出了第二条论证,说明在技术中认识目的者也认识手段(质料),并阐释了目的的双重区分(作为指标的形式与作为受益者的人),随后提出了赋予形式的技术与准备质料的技术相互分立这一疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.32#2

Δεύτερον ἐπιχείρημα. τῆς αὐτῆς, φησίν, ἐστὶ τέχνης καὶ τὸ τέλος εἰδέναι καὶ ὅσα τοῦ τέλους ἕνεκα γίνεται· εἰδὼς γὰρ ὁ οἰκοδόμος ὁποῖόν τί ἐστι τὸ τῆς οἰκίας εἶδος, ὅπερ σκοπὸν τῆς τέχνης καὶ τέλος ποιεῖται, οἶδε καὶ τὴν ὁδὸν δι’ ἧς ἐπὶ τὸ τέλος τοῦτο ἀφίξεται. καὶ ὁ ἰατρὸς εἰδὼς τὴν ὑγείαν, οἶδε καὶ τὴν ὁδὸν τὴν ἐπὶ τὴν ὑγείαν· εἰ γὰρ εἰδείη μὲν ὁ τεχνίτης τὸ τέλος τὴν ὁδὸν δὲ ἀγνοοῖ, οὐδέποτε ἀφίξεται εἰς τὸ τέλος. εἰ δὲ τοῦ αὐτοῦ καὶ τὸ οὗ ἕνεκα (τουτέστι τὸ τέλος) εἰδέναι καὶ τὸ ἕνεκα τούτου (τουτέστι τὴν ὁδὸν τὴν ἐπὶ τὸ τέλος), ἕνεκα δὲ τοῦ εἴδους ἡ ὕλη καὶ ὁδὸς ἐπὶ τὸ εἶδος ἡ τῆς ὕλης ἐπιτηδειότης, καὶ ὁ φυσικὸς ἄρα ἀμφότερα εἴσεται καὶ τὸ τέλος καὶ τὸ ἕνεκα τούτου, τοῦτο δέ ἐστιν ἡ ὕλη· ὥστε ἀμφότερα τοῦ φυσικοῦ ἐπισκέψασθαι. ἀλλ’ ἐπειδὴ τὸ τέλος διττόν, τὸ μὲν οὗ τὸ δὲ ᾧ1 (οἷον τὸ μὲν εἶδος τῆς θύρας ὡς οὗ τέλος· τούτου γὰρ ὁ τεχνίτης στοχάζεται, τοῦτο δὲ καὶ σκοπὸν καλοῦσι. τὸ δὲ ᾧ· γίνεται γὰρ ἡ θύρα οὐ δι’ αὐτὸ τοῦτο, ἵνα τοιόνδε τὸ εἶδος γένηται, ἀλλ’ ἵνα ταῖς τοῦ ἀνθρώπου χρείαις ἐπαρκέσῃ, ὥστε τῷ ἀνθρώπῳ τέλει πως ὄντι γίνεται ἡ θύρα, ἵνα φυλάξῃ τὸν οἶκον), καὶ ὁ εἰδὼς οὖν τὸ ὡς οὗ τέλος, τουτέστι τὸ τῆς θύρας εἶδος, οἶδεν εὐθὺς καὶ τὰ ἕνεκα τούτου, τοῦτο δέ ἐστιν ἡ ὕλη, καὶ ὁ τὸ ὡς ᾧ τέλος εἰδὼς (οἷον ὁ ἄνθρωπος ὁ εἰδὼς ὅτι εἰς τὴν αὐτοῦ χρείαν γέγονε· τοῦτο γὰρ τελικώτατον τῆς θύρας τέλος ἡ τοῦ ἀνθρώπου χρεία), καὶ ὁ τὸ τοιοῦτον οὖν τέλος εἰδὼς οἶδε καὶ τὰ ἕνεκα τούτου γινόμενα· ὁ γὰρ εἰδὼς ὅτι δεῖ ἀσφαλῶς ἔχειν τὰ σκευάρια, οἶδεν ὅτι πρὸς τὸ τυχεῖν τούτου δεῖ τινος στερεοῦ καὶ ἀντιτύπου σώματος τοῦ εἴργοντος τοὺς ἐπηρεάζειν βουλομένους. ὥστε κἂν διχῶς λέγηται τὸ τέλος, ὁ εἰδὼς ὁποιονοῦν τῶν τελῶν καὶ τὰ πρὸς τὸ τέλος εἴσεται, ὧν ἐστι καὶ ἡ ὕλη· ὥστε καὶ τοῦ φυσικοῦ οὐ μόνον τὰ εἴδη γνῶναι, ἀλλὰ καὶ τὴν ὕλην. Ἐπὶ τούτοις οὖν ὥσπερ ἀπορίαν τινὰ ἐπιφερομένην ἐπιλύεται. ἠπόρησε γὰρ ἄν τις, ὅτι εἰ τοῖς τεχνητοῖς ἀξιοῖς ἐξομοιοῦν τὰ φυσικά, ἐπειδὴ ὁρῶμεν ὅτι αἱ μὲν τῶν τεχνῶν τὴν ὕλην κατασκευάζουσιν, αἱ δὲ τὸ εἶδος2 ἐπιτιθέασι τῇ ὕλῃ, καὶ ἐπὶ τῶν φυσικῶν ἄρα ἑτέρας ἂν εἴη τὸ γνῶναι τὴν ὕλην τῶν φυσικῶν ἐπιστήμης, ἑτέρας δὲ τὸ εἶδος. ἡ μὲν γὰρ κυβερνητικὴ οἶδε τὸ εἶδος τὸ πηδαλίου ὁποῖον δεῖ εἶναι, καὶ ἐπιτάττει τῷ ναυπηγῷ ὅτι ‘βούλομαι ὄργανον κατασκευασθῆναί μοι εἰς τὸ περιάγειν τὴν ναῦν, καὶ διὰ τοῦτο δεῖ αὐτὸ τυχὸν κυλινδροειδὲς εἶναι, ἵνα εὐχερῶς περιάγηται, δεῖ δὲ καὶ κάτωθεν εἰ τύχοι πλάτος ἔχειν, ἵνα πλείονι προσπῖπτον ὕδατι τῇ πρὸς αὐτὸ ἀντερείσει ὠθῇ τὴν ναῦν.’ τὸ μὲν οὖν εἶδος ἐπιτάττει ὁ κυβερνήτης, τὴν δὲ ὕλην ἐκ ποίων ποτὲ ξύλων εἶναι δεῖ οὐκέτι οἶδεν, ἀλλὰ παραχωρεῖ τὴν ταύτης εἴδησιν τῷ ναυπηγῷ. ἀλλὰ καὶ ὁ ναυπηγὸς εἰδὼς τὸ εἶδος τὸ τοιόνδε τοῦ πηδαλίου, τὴν ἐργασίαν τῆς ὕλης ἄλλῳ ἐπιτάττει· ἁπλῶς μὲν γὰρ τὴν ὕλην εὐτρεπίζει ἡ δρυτομικὴ τῇ τεκτονικῇ, εὐεργὸν δὲ ταύτην ποιεῖ ἡ πριστική, εἶτα τὸ εἶδος ἐπιτίθησιν ἡ ναυπηγική· καὶ τῷ οἰκοδόμῳ ἄλλη μὲν τέχνη τὴν ὕλην ἁπλῶς εὐτρεπίζει ἡ λατομική, ἄλλη δὲ εὐεργὸν ποιεῖ, ὡς ἡ τοὺς λίθους ἐπιτηδείους εἰς οἰκοδομίαν παρασκευάζει ἀποξέουσα καὶ εἰς θέσιν εὔθετον παρασκευάζουσα· καὶ ἄλλη μὲν τὸν χαλκὸν προευτρεπίζει, οἷον ἡ περὶ τὴν τοῦ μετάλλου συναγωγὴν ἀσχολουμένη, ἄλλη δὲ εἶδός τι τῷ χαλκῷ ἐπιτίθησιν, οἷον ἡ χαλκευτική. διὰ τί οὖν μὴ καὶ ἐπὶ τῆς φυσικῆς ἄλλης μέν ἐστι τὸ περὶ τῆς ὕλης διαλέγεσθαι, ἄλλης δὲ τὸ περὶ τοῦ εἴδους;

第二条论证。他说,认识目的与认识为了目的而生成的一切事物,属于同一门技术;因为建筑师既然知道房屋的形式是怎样的——他把这作为技术的指标和目的——也就知道他将通过什么途径达到这一目的。医生既然知道健康,也就知道通向健康的途径;因为如果工匠知道目的却对途径一无所知,他就永远无法达到目的。但如果认识“所为了的事物”(即目的)与认识“为了这事物的东西”(即通向目的的途径)属于同一者,而质料是为了形式,质料的适合性是通向形式的途径,那么自然哲学家也就将认识目的与为了这事物的东西这两者,而这就是质料;因此考察这两者都属于自然哲学家。然而,既然目的有双重含义,一种是“属格的目的”,另一种是“与格的目的”(例如门的形状是作为“属格的目的”的目的;因为工匠瞄准的就是这个,人们也把这称为指标。而“与格的目的”则是指:门之所以生成并不是为了这本身,为了使这样一种形式得以生成,而是为了满足人的需要,因此门是为了在某种意义上作为目的的人而生成,以守护房屋),因此,认识作为“属格的目的”的目的(即门的形式)的人,随即也认识为了这形式的东西,这就是质料;而认识作为“与格的目的”的目的的人(例如知道门是为了他自己的需要而生成的人;因为这,即人的需要,乃是门最根本的目的),这样认识此类目的的人也就认识为了这一目的而生成的事物;因为知道器具必须安全存放的人,知道为了达成这一点,需要某种坚固且有抵抗力的物体来阻挡那些企图侵扰的人。因此,即便目的以两种方式被述说,认识其中任何一种目的的人,也就将认识趋向该目的的事物,质料便在其中;因此,认识质料而不仅仅是认识形式,也属于自然哲学家。在这些论述之后,他接着解决了一个随之而来的疑难。因为有人可能会提出疑问说:如果你认为应当把自然事物类比于人工制品,既然我们看到有些技术准备质料,而另一些技术将形式赋予质料,那么在自然事物上,认识自然事物的质料就会属于一门科学,而认识形式则属于另一门科学。因为操舵术知道舵的形式应当是什么样的,并向造船匠下令说:“我需要为我制造一个用于转动船只的工具,因此它或许应当是圆柱形的,以便易于转动,并且如果合适的话,下端还应当有宽度,以便在拍击更多的水时通过对水的反作用力来推动船只。”于是舵手规定了形式,但他不再知道质料应当由何种木料构成,而是把对这点的认识让渡给造船匠。但是造船匠虽然知道舵的这种形式,却将质料的加工命令委托给他人;因为采伐术纯粹为木工术准备质料,锯木术使质料适于加工,然后造船术赋予形式;对于建筑师来说,一门技术即采石术纯粹准备质料,而另一门技术使之适于加工,就像通过打磨石头并为妥当安放做好准备从而使之适合建造的那门技术一样;还有一门技术预先准备青铜,例如从事开采矿石的技术,而另一门技术将某种形式赋予青铜,例如锻造术。那么,为什么在自然科学中,探讨质料不是属于一门科学,而探讨形式属于另一门科学呢?

语法注2 条
  1. 2.32τὸ μὲν οὗ τὸ δὲ ᾧ

    这一紧缩表达指亚里士多德哲学中对目的(τέλος)的双重划分:关系代词属格 οὗ 指“属格的目的”(所追求的目标、形式或指标本身),与格 ᾧ 则指“与格的目的”(受益者或使用者)。后文以 οἷον τὸ μὲν εἶδος τῆς θύρας ὡς οὗ τέλος 以及 τῷ ἀνθρώπῳ τέλει πως ὄντι 对此作出了明确解释。

  2. 2.32ἠπόρησε γὰρ ἄν τις, ὅτι εἰ τοῖς τεχνητοῖς ἀξιοῖς ἐξομοιοῦν τὰ φυσικά, ἐπειδὴ ὁρῶμεν ὅτι αἱ μὲν τῶν τεχνῶν τὴν ὕλην κατασκευάζουσιν, αἱ δὲ τὸ εἶδος ἐπιτιθέασι τῇ ὕλῃ, καὶ ἐπὶ τῶν φυσικῶν ἄρα ἑτέρας ἂν εἴη τὸ γνῶναι τὴν ὕλην τῶν φυσικῶν ἐπιστήμης, ἑτέρας δὲ τὸ εἶδος.

    该句骨架由主句 ἠπόρησε γὰρ ἄν τις(带有 ἄν 的直陈式过去时表示潜在/可能)引出 ὅτι 从句构成。在 ὅτι 从句内部,嵌套了条件从句 εἰ τοῖς τεχνητοῖς ἀξιοῖς... 以及原因从句 ἐπειδὴ ὁρῶμεν ὅτι...,并引向归结从句 καὶ ἐπὶ τῶν φυσικῶν ἄρα ἑτέρας ἂν εἴη...(祈愿式加 ἄν)。ἑτέρας... ἐπιστήμης 为表语属格,表示“属于另一门科学”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:229.26-231.6