← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§22.9-23.22

巴门尼德的真意与单一运动本原学说

菲洛波诺斯阐明巴门尼德等人在真理篇中所说的一且不动者指的不是自然本原而是理智实体,解释了亚里士多德在此反驳他们的意图,并进而梳理和评估了将本原视作一且处于运动(有限的火或水,无限的气或中间物)的自然哲学家诸学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7#2

ἐν δὲ τοῖς πρὸς δόξαν περὶ τῶν αἰσθητῶν ὁ λόγος, ἅπερ καὶ ὁ Τίμαιος δοξαστὰ προσηγόρευσε· τὰ μὲν γὰρ ἀεὶ ὄντα νοήσει φησὶ μετὰ λόγου περιληπτά, τὰ δὲ αἰσθητά, ἅπερ γινόμενα καὶ ἀπολλύμενα καλεῖ, δόξῃ φησὶ μετ’ αἰσθήσεως ἀλόγου δοξαστά. ὥστε περὶ τῶν νοητῶν ἔλεγε τὸ ἓν εἶναι αὐτὰ καὶ ἀκίνητα καὶ πεπερασμένα· ἐπειδὴ γὰρ τὰ νοητὰ πρὸς τῷ ἑνὶ μᾶλλόν εἰσιν ὡς ἐγγυτέρω ὄντα τῆς μιᾶς τῶν πάντων ἀρχῆς, διὰ τοῦτο ἓν ἐκείνας ἐκάλεσε.1 μίαν μὲν οὖν καὶ πεπερασμένην καὶ ἀκίνητον Παρμενίδης ἔλεγε καὶ Ξενοφάνης, μίαν δὲ καὶ ἀκίνητον καὶ [ἄπειρον] ὁ Μέλισσος περὶ τῶν αὐτῶν καὶ αὐτός, ὡς ἤδη εἶπον, διαλεγόμενος· πλὴν ὅτι οὗτος μὲν ἄπειρον ἔλεγε τὸ ἕν, οἱ δὲ περὶ Παρμενίδην πεπερασμένον, τοῦτο δὲ διὰ τὸ ἐκείνους μὲν εἰς τὴν ὁριστικὴν καὶ εἰδοποιὸν τῶν νοητῶν δύναμιν ἀπιδεῖν, τοῦτον δὲ εἰς τὴν ἀπειρίαν τῆς δυνάμεως. καλῶς δὲ ὅσοι ἓν τὸ ὂν εἰρήκασιν εὐθὺς καὶ ἀκίνητον ἐδόξασαν· εἰ γὰρ ἐκινεῖτο, οὐκέτι ἓν ἂν ἦν· ἦν γὰρ καὶ αὐτὴ ἡ κίνησις καὶ τόπος τις ἢ χρόνος ἤ τι τοιοῦτον, ἐν ᾧ ἡ κίνησις. ἰστέον δὲ ὅτι ἓν τὸ πᾶν λέγοντες οὗτοι οὐ περὶ τῶν ἀρχῶν ἐποιοῦντο τὸν λόγον· εἰ γὰρ μίαν ἔλεγον εἶναι τὴν ἀρχὴν τῶν ὄντων, οὐκέτι ἠδύναντο λέγειν ἓν τὸ ὂν εἶναι· οὔσης γὰρ τῆς ἀρχῆς ἀνάγκη εἶναι καὶ τὸ ἀπὸ τῆς ἀρχῆς. ταῦτα γὰρ τῶν πρός τί εἰσιν· ἡ γὰρ ἀρχὴ τινῶν ἐστιν ἀρχή. ὥστε οὐ περὶ τῶν ἀρχῶν τούτοις ὁ λόγος, ἀλλὰ περὶ τῶν ὄντων ἁπλῶς. ἀλλ’ εἰ μὴ περὶ τῶν ἀρχῶν τούτοις ὁ λόγος, τί δήποτε ὁ Ἀριστοτέλης ἐλέγχει τοὺς ἄνδρας τούτους ὡς κακῶς μίαν τὴν ἀρχὴν ὑποτιθεμένους; λέγω οὖν ὅτι, εἰ καὶ μὴ περὶ τῶν ἀρχῶν ἔλεγον, ἀλλ’ οὖν ὁ Ἀριστοτέλης ὡς εἰ καί τις ὑπετίθετο μίαν εἶναι τὴν τῶν φυσικῶν πραγμάτων ἀρχήν, οὕτως ἐλέγχει2 τὸν λόγον ἀνασκευάσαι τὸ τοιοῦτον δόγμα βουλόμενος. Μίαν μὲν τὴν ἀρχὴν ἔλεγον καὶ ἀκίνητον οἱ εἰρημένοι, τῶν δὲ μίαν καὶ κινουμένην λεγόντων οἱ μὲν πεπερασμένην ἔλεγον, οἱ δὲ ἄπειρον. μίαν μὲν καὶ κινουμένην καὶ πεπερασμένην ἔλεγεν Ἵππασος Ἡράκλειτος Θαλῆς Ἵππων ὁ ἐπικληθεὶς ἄθεος. Ἡράκλειτος μὲν καὶ Ἵππασος τὸ πῦρ ἔλεγον ἀρχὴν τῶν ὄντων εἶναι διὰ τὸ λεπτομερέστερον αὐτὸ εἶναι τῶν ἄλλων καὶ εὔπλαστον (οὐ γὰρ δὴ νομιστέον διὰ τὸ εἴδους λόγον αὐτὸ ἔχειν πρὸς τὰ ἄλλα ὡς περιεκτικὸν τῶν ἄλλων· νῦν γὰρ περὶ τῆς ὑλικῆς ἀρχῆς ὁ λόγος), Θαλῆς δὲ καὶ Ἵππων τὸ ὕδωρ διὰ τὸ γόνιμον, καὶ ὅτι τὴν γονὴν ὑγρὰν ἑώρων, καὶ τὰ σπέρματα δὲ εἰ καὶ ξηρά εἰσιν, ἀλλ’ οὖν οὐ φύει μὴ ὑγρανθέντα τε καὶ ἤδη λοιπὸν διαρρέοντα. μίαν δὲ καὶ κινουμένην καὶ ἄπειρον ὑπετίθεντο οἵ τε τὸν ἀέρα ὑποτιθέμενοι καὶ οἱ τὸ μεταξὺ ἢ ἀέρος καὶ ὕδατος, ἢ πυρὸς καὶ ἀέρος. Διογένης μὲν οὖν ὁ Ἀπολλωνιάτης καὶ Ἀναξιμένης τὸν ἀέρα ὑπέθεντο ἀρχὴν εἶναι διά τε τὸ εὔπλαστον καὶ ὡς ἐν σώμασιν ἀσώματον καὶ ἀνεπαίσθητον μᾶλλον. Ἀναξίμανδρος δὲ τὸ μεταξὺ ἢ ἀέρος καὶ ὕδατος, ἢ πυρὸς καὶ ἀέρος· ἐπεὶ γὰρ ἐν τῇ μεταβολῇ τῇ ἐξ ὕδατος εἰς ἀέρα οὐκ ἀμέσως γίνεται ἡ μετάβασις, ἀλλ’ οἷον ἐξατμίζεται πρότερον τὸ ὕδωρ, εἶτα ἡ ἀτμὶς ἔτι λεπτυνθεῖσα ἐξαεροῦται, ὁμοίως καὶ ἐπὶ τῆς τοῦ ἀέρος εἰς τὸ πῦρ μεταβολῆς, τὸ μεταξὺ τοῦτο ἔλεγεν εἶναι τὴν ἀρχήν, ὅπερ ἀέρος μὲν εἶναι πυκνότερον, ὕδατος δὲ μανότερον, ἢ πυρὸς μὲν πυκνότερον, ἀέρος δὲ μανότερον. οὗτος δὲ τῶν μὲν ἄλλων μᾶλλον κατώρθου, διότι μὴ ἕν τι τῶν στοιχείων τὴν ὕλην ἔλεγεν, ἀλλ’ ἕτερόν τι παρὰ ταῦτα· ἔπταιε δέ, διότι εἰδοπεποιημένον ὑπετίθετο ἀέρος μὲν λέγων πυκνότερον, ὕδατος δὲ μανότερον.

而在论及意见的部分中,讨论则是关于感觉对象的,对此《蒂迈欧》也称之为意见的对象;因为他说,始终存在者是由伴随逻各斯的理智所把握的,而感觉事物(他称之为生成与消灭者)则是由伴随无理性的感觉的意见所能推想的。因此,他是就理智对象而言说它们是一、不动且有限的;因为既然理智对象更靠向“一”的这一边,即更接近于万物的唯一本原,由于这个原因,他称它们[理智实体]为一。那么,巴门尼德和色诺芬尼说[本原]是一、有限且不动的;而墨利索斯,正如我已经说过的,自己探讨同一事物,则说它是一、不动且[无限]的;只是此人说一乃是无限的,而巴门尼德等人则说它是有限的,这乃是因为后者关注理智对象的限定性和赋予形式的力量,而前者关注其力量的无限性。凡把存在者说成是一的人,随即也认为它是不动的,这是恰当的;因为如果它运动,它就绝不再会是一;因为运动本身也会存在,并且运动发生于其中的某个处所或时间或诸如此类的东西也会存在。但必须知晓,这些人说整体是一时,并不是在作关于诸本原的讨论;因为如果他们说存在者的本原是一个,他们就再也不能说存在者是一了;因为本原若存在,从本原而出的东西也必然存在。因为这些属于相对者;因为本原乃是某些事物的本原。因此,他们的论述不是关于诸本原的,而是关于纯然的存在者的。但是,如果他们的论述不是关于诸本原的,究竟为什么亚里士多德会驳斥这些人把本原不当地假定为一个呢?因此我说,即便他们不是在谈论诸本原,然而亚里士多德却如同有人假设自然事物的本原是一个那样,以这种方式驳斥其论述,旨在推翻这样的学说。 上述那些人曾说本原是一个且不动的;而在主张它是一个且运动的人当中,一些人说是有限的,另一些人说是无限的。主张本原是一个、运动且有限的,乃是希帕索斯、赫拉克利特、泰勒斯以及被称作无神论者的希彭。赫拉克利特和希帕索斯说火是存在者的本原,是因为它比其他事物更为微细且易于塑形(绝不可认为这是因为它对其他事物具有形式的理据并包容其他事物;因为现在的论述是关于质料本原的);而泰勒斯和希彭则主张水[是本原],乃是因为它的生殖性,并且因为他们看到精液是湿润的,且种子即使是干燥的,但若不被润湿并由此逐渐弥散开来,便不会萌发。而那些假定气的人,以及假定处于气和水之间、或处于火和气之间的中间物的人,则假定本原是一个、运动且无限的。阿波罗尼亚的狄奥根尼和阿那克西美尼假定气是本原,既由于它易于塑形,又由于它在诸物体中相对而言更无形体且不可感觉。而阿那克西曼德则[假定]处于气和水之间、或处于火和气之间的中间物;因为在由水到气的变化中,过渡并非直接发生,而是水先是汽化,接着水汽进一步变细而化为气,在气到火的变化中同样如此,所以他说这种中间物是本原,它比气致密而比水稀薄,或比火致密而比气稀薄。此人比其他人做得更成功,因为他不把质料说成是诸元素中的一个,而是说成某种不同于它们的东西;但他失误之处在于,他假定了具有形式规定的东西,说它比气致密而比水稀薄。

语法注2 条
  1. 1.7διὰ τοῦτο ἓν ἐκείνας ἐκάλεσε

    尽管前文提到的是中性复数 τὰ νοητά,此处却使用了阴性宾格复数代词 ἐκείνας。这属于依义构词(constructio ad sensum),在意义上指涉上下文所暗含的阴性名词,如理智实体(νοηταὶ οὐσίαι)或力量(δυνάμεις)。

  2. 1.7ὡς εἰ καί τις ὑπετίθετο μίαν εἶναι τὴν τῶν φυσικῶν πραγμάτων ἀρχήν, οὕτως ἐλέγχει

    这是一个方式/比较的相关结构,由 ὡς εἰ καί(“仿佛有人假设……”)引导的假定从句与主句中的副词 οὕτως(“以此种方式”)相呼应。它理清了逻辑骨架:尽管爱利亚学派本身讨论的并非自然本原,但亚里士多德是基于“假若有人假定自然事物的本原为一个”这一前提来进行反驳的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:22.9-23.22