- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:228.3-229.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对自然兼具形式与质料这一事实,探讨自然哲学家是否应当同时考察两者;在指出古代思想家偏重质料的倾向后,借助技术与自然的类比论证了同一位自然哲学家必须兼顾形式与质料的探究。
" Ἐπειδὴ ἡ φύσις διχῶς, τό τε εἶδος καὶ ἡ ὕλη, ὡς ἂν εἰ περὶ σιμότητος τί ἐστι σκοποῖμεν, οὕτω θεωρητέον." Διακρίνας τὸν μαθηματικὸν τοῦ φυσιολόγου εἰπὼν ὅτι ὁ μὲν μαθηματικὸς ἐπισκέπτεται τὰ ἐν τοῖς φυσικοῖς εἴδη, ἀλλ’ οὐχ ὡς φυσικὰ ἀλλ’ ὡς μαθηματικά, χωρίζων αὐτὰ τῶν ὑποκειμένων, ὁ δὲ φυσικὸς ὡς ἀχώριστα αὐτὰ σκοπεῖ καὶ μετὰ τῆς ὕλης, ἀκολούθως ἐνταῦθα σκοπεῖ πότερον φυσικοῦ ἐστι τὸ περὶ ἀμφοτέρων διαλέγεσθαι ἢ οὔ. ἐπεὶ γὰρ καὶ δέδεικται ἔμπροσθεν ὅτι ἡ φύσις καὶ κατὰ τῆς ὕλης λέγεται καὶ κατὰ τοῦ εἴδους, πότερον, φησί, περὶ ἀμφοτέρων ὁ φυσικὸς διαλέξεται, καὶ ἀποδιδοὺς τοὺς ὁρισμοὺς τῶν φυσικῶν πραγμάτων ἐκ θατέρου τὸν ὁρισμὸν ἀποδώσει ἢ ἐξ ἀμφοῖν; καί φησιν ὅτι τὸ μὲν εἶναι τῶν πραγμάτων χαρακτηρίσει κατὰ τὸ εἶδος καὶ μάλιστα τὸν ὁρισμὸν ἐκ τοῦ εἴδους ἀποδώσει, οὐ παραλείψει δὲ οὐδὲ τὴν ὕλην ἀλλὰ συμπεριλήψεται καὶ ταύτην. ἐζήτησε δὲ τοῦτο αὐτὸ καὶ ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ· τριχῶς γάρ, φησί, τῶν ὁρισμῶν ἀποδιδομένων, ἢ ἐκ τοῦ εἴδους ἢ ἐκ τῆς ὕλης ἢ ἐκ τοῦ συναμφοτέρου (οἷον ὡς ἐπὶ θυμοῦ ἐκ μὲν τῆς ὕλης ὅτι ἐστὶ ζέσις τοῦ περὶ καρδίαν αἵματος, ἐκ δὲ τοῦ εἴδους ὅτι ὄρεξις ἀντιλυπήσεως, ἐκ δὲ τοῦ συναμφοτέρου ζέσις τοῦ περὶ καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως), τριχῶς οὖν, φησί, λεγομένου τοῦ ὁρισμοῦ, ὁ φυσικὸς οὔτε ἐκ τῆς ὕλης μόνης ὁριεῖται οὔτε ἐκ τοῦ εἴδους μόνου, ἀλλ’ ἐκ τοῦ συναμφοτέρου· ἀλλ’, ὡς εἶπον, τὸ μὲν εἶναι τῶν πραγμάτων ἀποδώσει κατὰ τὸ εἶδος, οὐ παραλείψει δὲ οὐδὲ τὴν ὕλην. ὅσον μὲν γάρ, φησίν, ἐπὶ τῇ τῶν ἀρχαίων φυσιολογίᾳ δόξειεν 〈ἂν〉 τοῦ φυσικοῦ εἶναι1 περὶ τῆς ὕλης μόνον διαλέγεσθαι· τῆς μὲν γὰρ ὕλης πολὺ ἐφρόντισαν πάντες οἱ παλαιοί, τοῦ δὲ εἴδους οἱ μὲν οὐδένα ἐποιήσαντο λόγον, ὅσοι δὲ καὶ ἐμνήσθησαν εἰδικοῦ αἰτίου ἐπὶ βραχὺ τούτου ἐφρόντισαν, οὗτοι δέ εἰσι Δημόκριτός τε καὶ Ἐμπεδοκλῆς. ὁ μὲν γὰρ Δημόκριτος ὕλην λέγων τὸ ὑποκείμενον ταῖς ἀτόμοις εἰδοποιοὺς αἰτίας ἔλεγε τὰ σχήματα τῶν ἀτόμων· τὰς μὲν γὰρ σφαιρικὰς εἰδοποιεῖν τὸ πῦρ, τὸ δὲ ὕδωρ τυχὸν τὰς κυβικάς, καὶ ἄλλο ὑπ’ ἄλλων σχημάτων εἰδοποιεῖσθαι. ὁμοίως δὲ καὶ Ἐμπεδοκλῆς τὸ νεῖκος καὶ τὴν φιλίαν εἰδοποιοὺς αἰτίας τῶν ὄντων ἔλεγεν· εἰ γὰρ καὶ ποιητικὰς ἐλάμβανεν αἰτίας τὸ νεῖκος καὶ τὴν φιλίαν, ἀλλ’ οὖν εἰδοποιεῖσθαι δι’ αὐτῶν τόν τε σφαῖρον διὰ τῆς φιλίας καὶ τὸν κόσμον τοῦτον διὰ τοῦ νείκους. ὥστε ποιητικὸν αἴτιον λέγοντες, οὐ πάντῃ τοῦ εἴδους ἠμέλησαν· ποιοῦσι γὰρ ταῦτα οὐ τὴν ὕλην, ἀλλὰ τὰ εἴδη. Ἀναξαγόρου δέ, καίπερ καὶ αὐτοῦ τὸν νοῦν αἰτιασαμένου τῆς εἰδοποιΐας τῶν ὄντων, ὅμως οὐκ ἐμνήσθη, ἴσως διὰ τὰ εἰρημένα περὶ αὐτοῦ ἐν τῷ Φαίδωνι, ὅτι εἰ καὶ ᾐτιάσατο τὸν νοῦν τῆς γενέσεως τοῦ παντός, ἀλλ’ οὖν ἐν τῇ ἀποδόσει τῆς τῶν κατὰ μέρος γενέσεως οὐκέτι τῷ νῷ ἐχρήσατο, ἀλλ’ εἰς ὑλικὰς πάλιν κατέπεσεν αἰτίας· τὰς γὰρ ὁμοιομερείας σαρκὸς καὶ ὀστοῦ καὶ τῶν λοιπῶν ᾐτιάσατο, ἅπερ ὡς ὑλικὸν ὑπετίθετο αἴτιον. ὅσον μὲν οὖν ἐπὶ τῇ τῶν ἀρχαίων δόξῃ, περὶ τῆς ὕλης δόξειεν ἂν εἶναι τοῦ φυσικοῦ διαλέγεσθαι, ὅτι δὲ περὶ ἀμφοτέρων δεῖ τὸν φυσικὸν ποιεῖσθαι τοὺς λόγους, δείκνυσι διὰ πλειόνων ἐπιχειρημάτων· καὶ πρῶτόν γε ἐκ τῆς ἀναλογίας τῆς τέχνης πρὸς τὴν φύσιν, ἐπειδὴ καὶ εἰκών ἐστι τῆς φύσεως ἡ τέχνη. εἰ τοίνυν ὁρῶμεν, ὅτι τῆς αὐτῆς τέχνης ἐστὶν εἰδέναι καὶ τὴν ὕλην καὶ τὸ εἶδος (ὁ γὰρ οἰκοδόμος οὐ μόνον τὸ εἶδος τῆς οἰκίας οἶδεν, ἀλλὰ καὶ τὴν ὕλην τὴν ἐπιτηδείαν εἰς τὸ καταδέξασθαι τὸ τῆς οἰκίας εἶδος, καὶ ὁ τέκτων εἰδὼς τὰ εἴδη τῶν σκευῶν, κλίνης θρόνου καὶ τῶν λοιπῶν, οἶδε καὶ ποία ὕλη πρὸς ποῖον εἶδος ἐπιτηδεία ἐστίν), εἰ τοίνυν τοῦ αὐτοῦ τεχνίτου ἐστὶ καὶ τὸ εἶδος καὶ τὴν ὕλην τὴν οἰκείαν τῷ εἴδει γνῶναι, καὶ τοῦ φυσικοῦ ἄρα2 τοῦ αὐτοῦ καὶ ἡ τοῦ εἴδους καὶ ἡ τῆς ὕλης [προσήκει] ἐπίσκεψις.
“既然自然有双重含义,既指形式又指质料,那么正如我们考察塌鼻性是什么那样,也应当这样来观察。” 在把数学家与自然哲学家区分开来,并指出数学家考察自然事物之中的形式,但不是作为自然对象而是作为数学对象,将其从底层基质中分离出来,而自然哲学家则是作为不可分离的且连同质料一起来考察之后,他紧接着在这里考察,探讨这两者究竟属于自然哲学家还是不属于。因为既然前面也已经证明了自然既就质料而言也被述说,又就形式而言也被述说,那么他说,自然哲学家是否会探讨这两者,并且在给出自然事物的定义时,究竟是从两者之一给出定义,还是从两者一同给出呢?他说,他将按照形式来规定事物的存在,并且主要从形式给出定义,但也不会遗漏质料,而是连同质料也一并包括进来。他在《论灵魂》这部著作中也探讨了这同一件事;因为他说,既然定义以三种方式给出,即要么从形式,要么从质料,要么从两者的结合体(例如在愤怒的场合,从质料来说它是心脏周围血液的沸腾,从形式来说它是报复的欲求,从两者的结合体来说则是因报复的欲求而引起的心脏周围血液的沸腾),那么他说,既然定义以三种方式被述说,自然哲学家就既不会单从质料来定义,也不会单从形式来定义,而是从两者的结合体来定义;但是正如我所说的,他将按照形式来给出事物的存在,却也不会遗漏质料。因为他说,就古人的自然哲学而言,只探讨质料似乎属于自然哲学家;因为所有的古人都对质料给予了极大的重视,但对于形式,有些人完全未加考虑,而那些提及形式原因的人,也对此关注甚微,这些人就是德谟克利特和恩培多克勒。因为德谟克利特一方面将原子的底层基质称为质料,另一方面把原子的形状称为形式形成的原因;因为他说球形的〔原子〕构成火的形式,立方形的〔原子〕或许构成水的形式,其余事物则由其余形状构成形式。同样,恩培多克勒也把争斗与友爱称为存在事物的形式形成的原因;因为即便他把争斗与友爱当作动力原因来把握,但无论如何,通过它们,球体通过友爱构成形式,而这个宇宙则通过争斗构成形式。因此,他们虽然在谈论动力原因,却并没有完全忽视形式;因为这些原因所产生的不是质料,而是形式。至于阿那克萨哥拉,尽管他自己也曾将理智作为存在事物形成形式的原因,但〔亚里士多德〕还是没有提及,这或许是由于在《斐多篇》中关于他所说的那些话,即即便他将理智作为万物生成的原因,然而在说明个别事物的生成时,他却不再使用理智,而是再次退回到质料原因中;因为他把肉、骨和其余事物的同质部分作为原因,并将这些设定为质料原因。因此,就古人的看法而言,探讨质料似乎属于自然哲学家,但他通过若干条论证表明自然哲学家应当对两者都展开论述;而首先便是从技术与自然的类比出发,因为技术也是自然的摹本。因此,如果我们看到同一门技术既认识质料又认识形式(因为建筑师不仅知道房屋的形式,也知道适于接受房屋形式的质料;木匠知道器具的形式,如床、椅子和其余物品的形式,也知道何种质料适于何种形式),因此,如果同一位工匠既认识形式又认识适合该形式的质料,那么对形式的考察和对质料的考察也就同样属于同一位自然哲学家。
- 2.32ὅσον μὲν γάρ, φησίν, ἐπὶ τῇ τῶν ἀρχαίων φυσιολογίᾳ δόξειεν 〈ἂν〉 τοῦ φυσικοῦ εἶναι
ὅσον ἐπί 加与格名词为固定习语,意为“就……而言”或“在……的限度内”。δόξειεν ἄν 是表推测潜能的希求法(“似乎可以认为”),其后接不定词短语 τοῦ φυσικοῦ εἶναι(其中 τοῦ φυσικοῦ 为所属属格,意为“属于自然哲学家”)作为真正的主语补足成分。
- 2.32εἰ τοίνυν ὁρῶμεν, ὅτι... εἰ τοίνυν τοῦ αὐτοῦ τεχνίτου ἐστὶ... καὶ τοῦ φυσικοῦ ἄρα
由 εἰ τοίνυν ὁρῶμεν 引出的条件从句在插入具体的工匠实例(ὁ γὰρ οἰκοδόμος...)后,由 εἰ τοίνυν τοῦ αὐτοῦ τεχνίτου ἐστὶ... 进行总结性复述(resumptive protasis),并引向结论主句 καὶ τοῦ φυσικοῦ ἄρα... 句末的属格 τοῦ φυσικοῦ 表示所属,其主语为复合主语 καὶ ἡ τοῦ εἴδους καὶ ἡ τῆς ὕλης ἐπίσκεψις。
