← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§226.12-228.2

凹陷与塌鼻的对比及中间数学的性质

菲洛波诺斯注解了亚里士多德《物理学》卷二第二章(194a4–194a9),借由“凹陷”与“塌鼻”的对比阐明了数学对象与自然物在定义上的差异,并指出光学、天文学与和声学等偏向自然的数学门类将几何对象结合质料与运动来考察,从而反驳了将自然形式从基质中独立分离出来的理念论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.29

" Ἔτι δὲ ἀριθμὸς καὶ γραμμὴ καὶ σχῆμα ἄνευ κινήσεως." Τουτέστιν ἄνευ ὕλης· ἐλέγομεν γὰρ αἰτίαν τῆς κινήσεως τὴν ὕλην εἶναι· διίσταται γὰρ ἐπ’ αὐτῇ τὸ εἶδος ἀδιάστατον ὄν. σὰρξ δὲ καὶ ὀστοῦν καὶ ἄνθρωπος οὐκέτι, ἀλλὰ ταῦτα ὥσπερ σιμὴ ῥίς. οὐχ ὥσπερ ὁριζόμενοι τὸ εὐθὺ ἢ τὸ καμπύλον ἢ τὸν κύκλον οὐ προσχρώμεθα τῇ ὕλῃ, οὕτω καὶ ἐπὶ σαρκὸς καὶ ὀστοῦ καὶ τῶν λοιπῶν·1 ἀλλ’ ὥσπερ σιμότητα ὁριζόμενοι παραλαμβάνομεν καὶ τὸ ὑποκείμενον τὴν ῥῖνα (λέγομεν γὰρ ὅτι σιμότης ἐστὶ κοιλότης ἐν ῥινί), οὕτω δὲ καὶ σάρκα ὁριζόμεθα καὶ ὀστοῦν καὶ τὰ λοιπὰ τὸ ὑποκείμενον συμπαραλαμβάνοντες ἐν τῷ ὁρισμῷ. ὥσπερ δ’ εἰ μὴ τὴν σιμότητα, ἀλλ’ ἁπλῶς τὴν κοιλότητα ὁριζόμεθα, οὐ μεμνήμεθα παντελῶς ὕλης, οὕτω καὶ τὰ συμβεβηκότα ὁριζόμενοι οὐ παραληψόμεθα ἐν τῷ ὁρισμῷ τὸ ὑποκείμενον.

“此外,数、线和图形都不包含运动。” 也就是说,不包含质料;因为我们曾说过质料是运动的原因;因为无延展的形式在其之上才分延开来。但肉、骨和人则不再如此,而是犹如塌鼻一般。并非像我们在定义直线、曲线或圆时不连带使用质料那样,在肉、骨和其余事物上也如此;相反,正如我们在定义塌鼻性时连带引入其底层基质鼻一样(因为我们说塌鼻性是鼻中的凹陷),我们在定义肉、骨和其余事物时,也是在定义中一并连带引入其底层基质。但正如我们如果不定义塌鼻性,而单纯定义凹陷,就完全不会提及质料一样,我们在定义偶性时,也不会在定义中连带引入底层基质。

§2.30

"Δηλοῖ δὲ καὶ τὰ φυσικώτερα τῶν μαθημάτων." Ὅτι, φησί, τὰ φυσικὰ εἴδη οὔτε ἐπινοῆσαι οὔτε ὁρίσασθαι δυνατὸν ἄνευ ὕλης, δηλοῦσι καὶ τῶν μαθημάτων ὅσα ἐγγύς πώς εἰσι φυσιολογίας, ἀστρονομία λέγω καὶ ὀπτικὴ καὶ ἁρμονική. ἥ τε γὰρ ὀπτικὴ τὰ συμβαίνοντα περὶ τὰς ὄψεις ἐπισκοποῦσα, τάς τε τῶν εὐθειῶν καὶ τῶν ἐξ αὐτῶν συνισταμένων καὶ ἐκπεμπομένων κώνων ἐκπομπὰς καὶ ἀνακλάσεις καὶ γωνίας καὶ ὅσα ἄλλα γεωμετρικῶς ἐπὶ αὐτῶν ἐξετάζει, τῆς γεωμετρίας τὰ τοιαῦτα πάθη χωρὶς ὕλης ἐπινοούσης, ἡ ὀπτικὴ ὑφεστώσας λαμβάνει τὰς τοιαύτας γραμμὰς2 καὶ τὰ παρακολουθοῦντα αὐταῖς πάθη οὐκ ἄνευ κινήσεως καὶ ὕλης· ὁμοίως καὶ 〈ἡ〉 ἀστρονομία τὰ ἐν τῷ οὐρανῷ σχήματα καὶ ὅσα ἄλλα ἐπὶ τῆς κινήσεως αὐτῶν μαθηματικῶς δείκνυσιν, ἐπειδὴ ἐνεργείᾳ ὑφεστηκότα ταῦτα λαμβάνει, μετὰ τῆς ὕλης αὐτὰ θεωρεῖ· πάλιν δὲ αὖ γεωμετρίας καὶ ἀριθμητικῆς ἁπλῶς διπλάσιον ἡμιόλιον καὶ τὰ τοιαῦτα χωριστῶς σκοπούσης, ἐπειδὴ ὁ ἁρμονικὸς ἐνεργείᾳ ὑπάρχοντας τοὺς τοιούτους θεωρεῖ λόγους, οὐδὲ ἐπινοῆσαι αὐτοὺς ἄνευ ὕλης δύναται. εἰ οὖν καὶ ὅσα τῷ λόγῳ χωρίζειν δυνατόν, ὅταν ἐνεργείᾳ ὑφεστηκότα λαμβάνηται, οὐδὲ τῷ λόγῳ χωρίζεται, πόσῳ μᾶλλον τὰ μηδὲ τῇ ἐπινοίᾳ χωρίζεσθαι δυνάμενα οὐκ εὔλογον δήπου τῇ ὑποστάσει χωρίζειν; ταῦτα δέ ἐστι τὰ οὐσιώδη εἴδη. ἀστρολογίαν δὲ κοινότερον οἱ παλαιοὶ ἐκάλουν, ἣν ἡμεῖς νῦν εἰδικώτερον ἀστρονομίαν καλοῦμεν. φυσικώτερα δὲ εἶπε τῶν μαθημάτων ταῦτα, διότι ἅπερ μαθηματικῶς δείκνυται, ταῦτα οὗτοι ὡς ἐν φυσικοῖς θεωροῦσι σώμασιν.

“数学中较为偏向自然的门类也表明了这一点。” 他说,自然形式脱离质料既不可能被思考也不可能被定义这一事实,数学中那些某种程度上接近自然学的门类也表明了,我指的是天文学、光学和和声学。因为光学在考察关于视觉所发生的现象时,考察直线以及由直线构成并射出的圆锥的发射、反射、角度以及在这类对象上以几何学方式考察的其他一切,而几何学是在脱离质料的情况下思考这类属性的,光学却将这类线以及随伴着它们的属性作为自立存在者来把握,并非脱离运动与质料;同样,天文学对于天界中的图形以及关于它们运动以数学方式证明的其他一切,由于是将它们作为在现实中自立存在者来把握的,因而也是结合质料来考察它们;再者,几何学和算术单纯独立地考察双倍比、一又二分之一比以及这类比例,而和声学者由于考察这类作为现实存在的比例,因而脱离质料甚至都无法思考它们。因此,如果连那些在说明中可以分离的事物,在作为现实自立存在者被把握时,甚至在说明中都不再被分离,那么那些甚至在思想中都无法分离的事物,在自立存在中予以分离岂不是更毫无道理吗?而这些正是本质形式。古人把我们现在更特异地称为天文学的学问较为普遍地称为占星术。他说这些是数学中较为偏向自然的门类,是因为凡以数学方式被证明的事物,这些人都是作为在自然物体之中的事物来考察的。

§2.31

"Ἀνάπαλιν γὰρ τρόπον τινὰ ἔχουσι τῇ γεωμετρίᾳ." Ὅ φησι διὰ τούτων τοῦτό ἐστιν, ὅτι γεωμετρία μὲν λαβοῦσα ἐκ τῶν φυσικῶν σωμάτων τὰς γραμμὰς (πέρατα γὰρ φυσικῶν σωμάτων αἱ γραμμαί), οὐχ ὡς περὶ φυσικῶν σωμάτων οὕτως σκοπεῖ περὶ αὐτῶν, ἀλλὰ χωρίσασα αὐτὰς τῷ λόγῳ τῶν φυσικῶν σωμάτων οὕτως σκοπεῖ περὶ αὐτῶν ὡς μαθηματικῶν, οὐχ ὡς φυσικῶν. ἀστρονομία δὲ καὶ ἁρμονικὴ καὶ ὀπτικὴ ἀνάπαλιν ἔχουσι τῇ γεωμετρίᾳ· λαμβάνουσαι γὰρ τὰ ἀποδεδειγμένα τῇ γεωμετρίᾳ οὐκέτι οἷς ἔλαβον μαθηματικοῖς οὖσιν ὡς μαθηματικοῖς κέχρηνται, ἀλλ’ ὡς φυσικοῖς, οὐ χωριστὰ αὐτὰ ἐπινοοῦσαι ἀλλ’ ἐν ὕλῃ. ὥστε εἰ αὗται αἱ ἐπιστῆμαι, ἐπειδὴ τὰ τῇ ἐπινοίᾳ χωριστὰ ὡς ὑφεστηκότα ἔλαβον, εὐθὺς καὶ τὴν ὕλην ἐπενόησαν (ἡ μὲν γὰρ τὰ οὐράνια σώματα, ἡ δὲ τὰς χορδάς, ἡ δὲ τὰς ὄψεις), σχολῇ γε τὰ φυσικὰ εἴδη χωρισθείη ποτ’ ἂν τῶν ὑποκειμένων,3 ὅπερ ποιοῦσιν οἱ τὰς ἰδέας ὑποτιθέμενοι.

“因为它们在某种方式上与几何学处于相反的关系。” 他通过这些话所说的意思是:几何学固然从自然物体中抽取出线(因为线是自然物体的界限),却不作为关于自然物体的事物来考察它们,而是在说明中将它们与自然物体分离开来,从而将它们作为数学对象而非自然对象来考察。然而天文学、和声学与光学则与几何学处于相反的关系;因为它们采纳了几何学所证明的内容之后,不再将所采纳的属于数学对象的东西作为数学对象来使用,而是作为自然对象来使用,并非将它们思考为分离的,而是思考为在质料之中的。因此,如果这些科学由于将思想中分离的事物作为自立存在者来把握,便立刻连同质料也一并思考(因为一门思考天体,另一门思考琴弦,第三门思考视线),那么自然形式就断然不可能从底层基质中分离出来,而这正是确立理念的人所做的事。

语法注3 条
  1. 2.29οὐχ ὥσπερ ὁριζόμενοι τὸ εὐθὺ ἢ τὸ καμπύλον ἢ τὸν κύκλον οὐ προσχρώμεθα τῇ ὕλῃ, οὕτω καὶ ἐπὶ σαρκὸς καὶ ὀστοῦ καὶ τῶν λοιπῶν

    句首的否定词 οὐχ 否定整个关联句结构(ὥσπερ ... οὕτω ...),意为“并非像我们在定义直线等对象时不使用质料那样,在肉和骨等对象上也如此[不使用质料]”。它与从属分句内部的否定 οὐ προσχρώμεθα 相对照,整体否定了将自然物等同于纯数学对象的平行关系,从而引出后文由 ἀλλʼ ὥσπερ ... οὕτω δὲ ... 引导的转折与正确类比。

  2. 2.30τῆς γεωμετρίας τὰ τοιαῦτα πάθη χωρὶς ὕλης ἐπινοούσης, ἡ ὀπτικὴ ὑφεστώσας λαμβάνει τὰς τοιαύτας γραμμὰς

    τῆς γεωμετρίας ... ἐπινοούσης 为独立属格结构,与主句主语 ἡ ὀπτικὴ 形成对比(“几何学在脱离质料的情况下思考这类属性,而光学则……”)。前半句中的长宾语短语(τάς τε τῶν εὐθειῶν ... ἐκπομπὰς 等)作 ἐπισκοποῦσα 和 ἐξετάζει 的宾语,主句的核心句法主干为 ἡ ὀπτικὴ ... ὑφεστώσας λαμβάνει τὰς τοιαύτας γραμμὰς,其中 ὑφεστώσας 作谓词性状语修饰宾语。

  3. 2.31σχολῇ γε τὰ φυσικὰ εἴδη χωρισθείη ποτ’ ἂν τῶν ὑποκειμένων

    成语性短语 σχολῇ γε 连同希求法加 ἄν 构成表更强推论的否定表达(a fortiori),意为“断然不可能……”、“更何谈……”。顺承前面的条件从句(εἰ αὗται αἱ ἐπιστῆμαι ...),表达出强烈的逻辑结论:既然抽象的数学对象一旦被视为现实自立存在者都会立刻连带引起对质料的思考,那么本质的自然形式就更不可能脱离其底层基质而分离存在。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:226.12-228.2