- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:225.5-226.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯论证了在思想中将形式与质料分离是可能的(亚里士多德本人亦是如此处理),并解释说亚里士多德的批判唯有在针对把形式作为复合实体本身(如人自身)予以自立化的理念论者时才是合理的。
ἐγὼ δέ φημι ὅτι εἰ μὲν τοῦτο αὐτῷ ἐνεκάλει τὸ καθ’ ὑπόστασιν χωρίζειν1 ἰδίᾳ τὰ εἴδη τῶν φυσικῶν, εἶχε τὸ εὔλογον ἡ ἔγκλησις (ἀδύνατον γὰρ τὰ ἐν ὑποκειμένῳ τὸ εἶναι ἔχοντα αὐτὰ καθ’ αὑτά ποτε ὑποστῆναι), εἰ δὲ τοῦτό φησιν ὅτι ἀδύνατον τῷ λόγῳ ἢ τῇ ἐπινοίᾳ χωρίσαι τῆς ὕλης τὸ εἶδος, οὐκ εὔλογον ἔμοιγε εἶναι δοκεῖ· εἰ γὰρ καὶ δυσφάνταστά εἰσιν αὐτὰ καθ’ αὑτὰ τὰ οὐσιώδη εἴδη, ἀλλ’ οὖν ὁ λόγος καὶ ταῦτα χωρίζειν πέφυκε. λέγομεν γοῦν ὅτι τὸ εἶδος ἕτερόν ἐστι τῆς ὕλης, καὶ ἡ αὐτὴ μένουσα καὶ μία ὕλη δέχεται ἀνὰ μέρος διάφορα, ὡς δὴ ἑτέρων ὄντων παρ’ αὐτὴν τῶν εἰδῶν. καὶ τί λέγω ἡ ὕλη; τὸ δεύτερον γοῦν κατ’ αὐτὸν ὑποκείμενον, τοῦτο δ’ ἐστὶ τὸ τριχῇ διαστατόν, ἕτερόν ἐστι σαρκὸς καὶ ὀστοῦ καὶ τῶν λοιπῶν πάντων εἰδῶν, ἄποιον ὂν καθ’ αὑτό. πῶς οὖν φησι μηδὲ κατ’ ἐπίνοιαν δύνασθαι χωρίζεσθαι τοῦ ὑποκειμένου τὰ εἴδη; αὐτὸς γοῦν ἐν τῇ Περὶ γενέσεως φησι τὴν σάρκα καὶ τὸ ὀστοῦν καὶ πάντα τὰ φυσικὰ τριχῶς λέγεσθαι, ποτὲ μὲν ἐπὶ τῆς ὕλης, ποτὲ δὲ ἐπὶ τοῦ εἴδους, ποτὲ δὲ ἐπὶ τοῦ συναμφοτέρου, ὡς δὴ χωρίσας κατ’ ἐπίνοιαν τὰ εἴδη τῆς ὕλης. ὡς γὰρ τοῦτο ποιήσας, οὕτω φησὶ τριχῶς λέγεσθαι τὴν σάρκα καὶ τῶν ἄλλων ἕκαστον· ποτὲ μὲν γὰρ ἐπὶ τῆς ὕλης φέρεσθαι τὸ τῆς σαρκὸς ὄνομα, ποτὲ δὲ ἐπὶ τοῦ εἴδους, ποτὲ δὲ ἐπὶ τοῦ συναμφοτέρου. καὶ αὐτὸς δ’ ἐφεξῆς χωριστὰ εἶναι εἴδη τῶν φυσικῶν ὑποτίθεται, περὶ ἃ καὶ καταγίνεσθαί φησι τὸν θεολόγον· ὥστε δόξειεν 〈ἂν〉 οὐ καλῶς λέγειν, ὅτι τὰ εἴδη οὐκ εἰσὶ χωριστὰ τῷ λόγῳ καὶ τῇ ἐπινοίᾳ, εἰ μὴ τὰ εἴδη οὕτω λέγοι2 ὡς οὐσίας, εἰ δὲ τὰ εἴδη τὰς οὐσίας λέγοι, αἱ δὲ φυσικαὶ οὐσίαι σύνθετοι ἐκ τοῦ ὑποκειμένου καὶ τοῦ εἴδους, ἀδύνατόν ποτε χωρὶς ὕλης τὰς τοιαύτας οὐσίας ἐπινοῆσαι. τοῦτο δὲ δοκοῦσι ποιεῖν οἱ τὰς ἰδέας ὑποτιθέμενοι· λέγουσι γὰρ αὐτοάνθρωπον καὶ αὐτόιππον, ἅμα δὲ τῷ ἐπινοῆσαι ἄνθρωπον ἐν ὑποστάσει εἶδος ἐν ὕλῃ ἐνόησα καὶ τὸ ἐξ ἀμφοῖν σύνθετον. ὥστε ἐπειδὴ οἱ τὰς ἰδέας ὑποτιθέμενοι οὐχ ἁπλῶς ἀνθρώπου λόγον ἢ ἵππου λόγον ὑπετίθεντο χωρὶς τῆς ὕλης, ἀλλ’ αὐτοάνθρωπον καὶ αὐτόιππον, καλῶς εἴρηκεν ὅτι τὰ τοιαῦτα εἴδη, τουτέστι τὰς συνθέτους οὐσίας, οὐκ ἔστιν οὐδὲ κατ’ ἐπίνοιαν χωρίσαι τῆς ὕλης, ἀλλὰ κἄν τις ἐπινοῆσαι ταῦτα θελήσῃ κἄν τε ὁρίσασθαι, εὐθὺς ἀνάγκη καὶ τὴν ὕλην ὑπολαμβάνειν. οὕτως οὖν, ὡς εἶπον, ἀκουστέον αὐτὸν λέγειν εἴδη τὰς οὐσίας, οὐχ ὡς αὐτῷ δοκοῦν τοῦτο, ἀλλ’ ὡς συναγόμενον ἐκ τῶν τὰς ἰδέας ὑποτιθεμένων· λέγοντες γὰρ αὐτοάνθρωπον καὶ αὐτοίππον, τί ἄλλο ἢ οὐσίαν ἀνθρώπου καὶ οὐσίαν ἵππου καὶ τῶν λοιπῶν ὑποτίθενται; λέγουσι δὲ τὰς τοιαύτας οὐσίας χωρὶς τῆς ὕλης ἐν ὑποστάσει ἰδίᾳ εἶναι, ἅπερ μηδὲ κατ’ ἐπίνοιαν ἐκ τῆς ὕλης δυνατὸν ἐπινοῆσαι, ὡς εἰρήκαμεν· τὰ ἄρα μηδὲ κατ’ ἐπίνοιαν χωριστὰ τῆς ὕλης καθ’ ὑπόστασιν χωρίζουσι τῆς ὕλης, ὅπερ ἄτοπον.
但我认为,如果他是在指责[柏拉图]在自立存在中单独分离自然事物的形式,那么这种指责是合理的(因为在底层基质中具有存在的事物,绝不可能就其自身而自立存在);然而如果他主张说,在说明或思想中将形式从质料中分离是不可能的,那么在我看来这并不合理。因为即使本质形式就其自身而言难以表象,但理性固然本性上适于将它们也分离出来。无论如何,我们都说形式不同于质料,而质料保持同一且单一,依次接受不同的形式,这正是因为形式相对于质料而言是不同的。我又何须提及质料?无论如何,按照他所说的第二底层基质,即三维延展体,其自身虽无性质,却不同于肉、骨和所有其余的形式。那么,他又怎能说形式甚至在思想中也不能从底层基质中分离出来呢?无论如何,他自己在《论生成与消灭》中就说过,肉、骨和一切自然事物都在三重意义上被言说:有时指质料,有时指形式,有时指两者的结合体,这正是因为他在思想中将形式与质料分离开来了。因为正是在做了这件事的前提下,他才说肉以及其他各物是在三重意义上被言说的;因为肉的名称有时适用于质料,有时适用于形式,有时适用于两者的结合体。而且他自己随后也设定存在脱离自然事物的分离形式,并说神学家所从事的正是这些;因此,若不是他将形式称作实体的话,他主张形式在说明和思想中不可分离,似乎就说得不妥了。但如果他是把形式称为实体,而自然实体是由底层基质与形式构成的复合体,那么就绝不可能脱离质料来思考这类实体。而确立理念的人所做的似乎正是这件事;因为他们谈论人自身和马自身,但一旦在自立存在中思考人,我同时也就思考了质料中的形式以及由两者构成的复合体。因此,既然确立理念的人不是单纯地脱离质料设定人的说明或马的说明,而是设定了人自身和马自身,那么他所说的就是正确的:这类形式(即复合实体)甚至在思想中也不能从质料中分离出来,无论人们是想要思考它们还是定义它们,都必然立刻设想到质料。因此,正如我所说,应当理解为他是把实体称作形式,这并非出于他自己的主张,而是从确立理念者的前提中所推导出的结论;因为他们在谈论人自身和马自身时,除了设定人的实体、马的实体以及其余事物的实体之外,还能是什么呢?并且他们声称这类实体脱离质料而在其固有的自立存在中存在,然而正如我们所说,这些事物脱离质料甚至在思想中都是无法被思考的;因此,他们将甚至在思想中都不可与质料分离的事物,在自立存在中与质料分离开来,这正是荒谬的。
- 2.28τοῦτο αὐτῷ ἐνεκάλει τὸ καθ’ ὑπόστασιν χωρίζειν
作为未完成过去时动词 ἐνεκάλει 的直接宾语,指示代名词 τοῦτο 由紧随其后的带冠词不定式短语 τὸ ... χωρίζειν 作为同位语(前引性结构)具体指明。与格 αὐτῷ 表示被指责的对象(语境中指柏拉图)。
- 2.28εἰ μὴ τὰ εἴδη οὕτω λέγοι ὡς οὐσίας, εἰ δὲ τὰ εἴδη τὰς οὐσίας λέγοι
相对于主句 ὥστε δόξειεν 〈ἂν〉 οὐ καλῶς λέγειν,此处由 εἰ μὴ... 与 εἰ δὲ... 构成祈愿语气条件句的对比并列:“如果他不是把形式当作实体来谈论[那么他的说法似乎不妥];但如果他确实把形式称为实体[那么他的批判就是合理的]”。这一结构成为调和亚里士多德表面自相矛盾、从理念论者的预设来为其论点辩护的逻辑骨架。
