- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:224.1-225.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《物理学》193b35中对理念论者的批判,注疏者解释道:数学家在思想中分离的是本性上可分离的几何对象,而肉、骨等本质形式即使在思想和定义中也无法脱离底层质料,理念论者赋予它们自立存在更是双重的荒谬。
" Λανθάνουσι δὲ τοῦτο ποιοῦντες καὶ οἱ τὰς ἰδέας λέγοντες." Ὅπερ οἱ μαθηματικοὶ ποιοῦσι πεφυκὸς γίνεσθαι (τί δὲ ποιοῦσι; τὸ χωρίζειν τὰ πάθη τῶν οὐσιῶν κατ’ ἐπίνοιαν, πεφυκότα οὕτω χωρίζεσθαι), τοῦτο καὶ οἱ τὰς ἰδέας τιθέμενοι ποιοῦσι, λανθάνοντες ἑαυτοὺς ὅτι οὐδαμῶς χωρίζεσθαι πεφύκει τὰ οὐσιώδη εἴδη τοῦ ὑποκειμένου ἑαυτοῖς, ὥσπερ τὰ σχήματα καὶ τὰ πάθη· τὸ γὰρ ἧττον ὄντα χωριστὰ ἀντὶ τοῦ οὐδαμῶς ὄντα χωριστά.1 καὶ ἔτι τὸ ἄτοπον ἐπαύξουσιν ὅτι οὐ μόνον κατ’ ἐπίνοιαν χωρίζουσι τὰ εἴδη, ὥσπερ τὰ σχήματα καὶ τὰ πάθη οἱ μαθηματικοί, ἀλλὰ καὶ ὕπαρξιν αὐτοῖς καθ’ αὑτὰ διδόασι τοῖς μηδὲ κατ’ ἐπίνοιαν χωρίζεσθαι πεφυκόσιν. ὅτι δὲ οὐδὲ κατ’ ἐπίνοιαν χωρίζεσθαι πέφυκε τὰ οὐσιώδη εἴδη τοῦ ὑποκειμένου ἑαυτοῖς καὶ τῆς ὕλης, ὥσπερ τὰ σχήματα καὶ τὰ πάθη, δῆλον, φησίν, ἐκ τῶν ὁρισμῶν ἑκατέρων· τρίγωνον μὲν γὰρ καὶ κύκλον καὶ σφαῖραν καὶ πάντα τὰ τοιαῦτα δυνατὸν ὁρίσασθαι μὴ ἐπιμνησθέντα ὕλης (κύκλος μὲν γάρ ἐστι σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, ἄρτιον δ’ ἀριθμὸς διαιρούμενος δίχα· καὶ πάντα τὰ τοιαῦτα ἔστιν ὁρίσασθαι μηδαμῶς ὕλης ἐπιμνησθέντα, ὡς δὴ πεφυκότων τῷ λόγῳ καὶ τῇ ἐπινοίᾳ χωρίζεσθαι, εἰ καὶ μὴ τῇ ὑποστάσει), σάρκα δὲ καὶ ὀστοῦν καὶ νεῦρον καὶ πᾶν εἶδος οὐσιῶδες ἀδύνατον ὁρίσασθαι μὴ ἐπιμνησθέντα τῆς ὕλης τῆς ὑποκειμένης, ὡς δὴ μὴ πεφυκότων μηδὲ τῷ λόγῳ καὶ τῇ ἐπινοίᾳ χωρίζεσθαι. τῆς γὰρ σαρκὸς ἐχούσης τὸ εἶναι τῷ μαλακὴν φέρε εἰπεῖν καὶ ὑγρὰν εἶναι2 καὶ ἐνεργείας ἔχειν τοιάσδε ἢ τοιάσδε, πῶς ἐγχωρεῖ τὰ τοιαῦτα πάντα ὕλης χωρίσαντα αὐτὰ καθ’ αὑτὰ ἢ φαντασθῆναι ἢ λογισθῆναι ἢ ὁρισμὸν αὐτῶν ἀποδοῦναι; αὐτὸ γὰρ τὸ εἰπεῖν ὑγρὸν καὶ θερμὸν τὴν κρᾶσιν τῶν ὑποκειμένων στοιχείων, ἅπερ ἐστὶ τῆς σαρκὸς ὕλη, εἰπεῖν ἐστιν. οὐ γὰρ ὥσπερ ἐπινοῶ σχῆμα μηδὲν προσεπινοῶν ἐν ποίᾳ ὕλῃ ἐστὶ τὸ τοιοῦτον, οὕτω καὶ σαρκὸς εἶδος ἢ ὀστοῦ δύναμαι ἐπινοῆσαι· εὐθὺς γὰρ τὸ ξηρὸν καὶ λευκὸν τοῦ ὀστοῦ ἐπινοῶ καὶ ὅσα ἄλλα αὐτῷ προσυπάρχει. κἂν ὁρίσασθαι θελήσω τὴν σάρκα, ἐρῶ τυχὸν ὅτι ἐστὶ σῶμα θερμὸν καὶ ὑγρὸν αἱματῶδες μαλακὸν τοιάσδε ἐνεργείας ἔχον, εὐθὺς δὲ τοῦτο εἰπὼν τὴν ὑποκειμένην ὕλην εἴρηκα. ἀλλ’ οὐδὲ τῶν ἁπλῶν ἔστι τι ἐπινοῆσαι ἄνευ ὕλης· εὐθὺς γὰρ τῷ ἐπινοῆσαι ὕδωρ, τὸ ὑγρὸν αὐτοῦ τὸ χυτὸν ἐπινοῶ τὸ ψυχρόν, τοῦτο δ’ ἐπινοήσας τὸ σύνθετον ἐπενόησα, καὶ οὐκ ἔστιν αὐτὸ καθ’ αὑτὸ χυτόν τι ἐπινοῆσαι ἢ ὑγρόν. πόσον οὖν ἔστιν ἄτοπον τὰ μηδὲ κατ’ ἐπίνοιαν χωρίζεσθαι πεφυκότα καὶ καθ’ ὑπόστασιν χωρίζειν; Τὰ μὲν οὖν παρὰ Ἀριστοτέλους καὶ ᾗ τὸ πιθανὸν ἔχουσιν εἴρηται, καὶ ὅτι πρὸς Πλάτωνα αὐτῷ ἡ ἀπότασις δῆλον.
“而那些谈论理念的人也在不知不觉中做着这事。” 数学家所做的正是本性上能够发生的事(那么他们做的是什么?他们是在思想中将诸性质从实体中分离出来,因为它们本性上适于如此被分离),而确立理念的人也做着同样的事,却没有意识到本质形式绝不具有像图形和诸性质那样从其底层基质中分离出来的本性;因为“较不易分离的”是用以代替“绝不可分离的”。而且他们进一步加重了这种荒谬,因为他们不仅像数学家分离图形和诸性质那样在思想中分离形式,而且还把就其自身的存在赋予了那些甚至在思想中都不具有被分离本性的事物。他说,从这两者的定义中显而易见,本质形式甚至在思想中都不具有从其底层基质和质料中分离出来的本性,而不像图形和诸性质那样;因为三角形、圆、球以及所有这类事物,都可以在不提及质料的情况下予以定义(因为圆是由一条线包围的平面图形,而偶数则是被平分为二的数;所有这类事物都可以完全不提及质料而予以定义,因为它们固然在本性上适于在说明和思想中被分离,即使在自立存在中不能分离);然而肉、骨、筋以及一切本质形式,若不提及底层质料,则是绝不可能被定义的,因为它们固然在本性上甚至在说明和思想中都不适于被分离。因为既然肉之具有存在是在于譬如说它是柔软且湿润的,并且具有如此这般的活动,那么将所有这类事物从质料中分离出来之后,又怎能就其自身来表象它们、思考它们、或者给出它们的定义呢?因为说湿润和温热本身,也就是在说底层元素的调和,而这正是肉的质料。因为并不像我思考图形而完全不附加思考这样一种事物存在于何种质料中那样,我也能以同样的方式思考肉或骨的形式;因为我立刻就会思考到骨的干燥和白色以及额外属于它的其他一切属性。即使我想要定义肉,或许我会说它是温热且湿润的、含血的、柔软的、具有如此这般活动的物体,而一旦说出这话,我立刻就说出了底层质料。但是,单纯事物中也没有任何一个可以脱离质料被思考;因为一旦思考水,我立刻就思考了它的湿润、流动态和寒冷,而一旦思考了这一点,我就思考了复合体,绝不可能就其自身思考某种流动的或湿润的东西。那么,将甚至在思想中都不具有被分离本性的事物在自立存在上也加以分离,这是何等荒谬?因此,亚里士多德所阐述的论点以及它在何种程度上具有说服力,已经得到了说明,而且显而易见他的矛头是指向柏拉图的。
- 2.28τὸ γὰρ ἧττον ὄντα χωριστὰ ἀντὶ τοῦ οὐδαμῶς ὄντα χωριστά
注疏者在构词与句法上将亚里士多德原文(193b36)中的比较级表述“比数学对象较不易分离”(ἧττον ὄντα χωριστὰ τῶν μαθηματικῶν)解释为相当于“绝不可分离”(οὐδαμῶς ὄντα χωριστά)。该句为主语带有省略动词的名词化解释结构。
- 2.28τῆς γὰρ σαρκὸς ἐχούσης τὸ εἶναι τῷ μαλακὴν φέρε εἰπεῖν καὶ ὑγρὰν εἶναι
τῆς σαρκὸς ἐχούσης 是属格绝对结构,引出主句疑问句 πῶς ἐγχωρεῖ 的原因或前提。其宾语为 τὸ εἶναι(存在),随后的带冠词与格不定式 τῷ... εἶναι 用作原因/方式状语(“因其作为柔软且湿润……”)。
