- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:222.11-223.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯讨论了自然学与数学(尤其是几何学与天文学)在考察对象上发生重叠的难疑,驳斥了认为自然学只讨论实体而不讨论自身偶性的流行观点,并注疏了亚里士多德的主张,即数学的真正相异之处在于思想中将界限与图形脱离质料和运动来进行考察。
" Καὶ γὰρ ἐπίπεδα καὶ στερεὰ ἔχει τὰ φυσικὰ σώματα καὶ μήκη καὶ στιγμάς, περὶ ὧν σκοπεῖ ὁ μαθηματικός." Ὁ φυσικός, φησί, περὶ τῶν φυσικῶν σωμάτων διαλέγεται, ἐν δὲ τοῖς φυσικοῖς σώμασιν ἐπίπεδα καὶ στερεά εἰσι καὶ γραμμαὶ καὶ σημεῖα, περὶ τούτων δὲ σκοπεῖ καὶ ὁ μαθηματικός· ἐοίκασιν οὖν περὶ τὰ αὐτὰ ἀμφότεραι αἱ ἐπιστῆμαι καταγίνεσθαι. ἔτι δὲ ἡ ἀστρολογία ἑτέρα ἢ μέρος τῆς φυσικῆς.1 ἀστρολογίαν φησὶν ἣν ἰδίως νῦν ἀστρονομίαν καλοῦμεν· οὐ διεκέκριτο γὰρ παρὰ τοῖς παλαιοῖς τὰ ὀνόματα, ἀλλ’ ἐπὶ τῶν αὐτῶν ἄμφω ἐφέροντο. εἰπὼν δὲ καθόλου περὶ τῆς μαθηματικῆς, εἰδικώτερον ἀστρονομίας ἐμνήσθη, διότι πολλὴ συγγένεια αὐτῇ πρὸς τὴν φυσικήν· οὐ γὰρ παντελῶς ἄνευ ὕλης δοκεῖ τὰ συμβεβηκότα τοῖς οὐρανίοις ἐπισκέπτεσθαι, ὡς ἤδη εἴπομεν.
“因为自然物体也具有面和立体、长度和点,数学家所考察的正是这些。” 他说,自然哲学家讨论自然物体,而在自然物体中有面和立体、线和点,数学家也考察这些;因此两门科学似乎都在从事相同的事物。“此外,占星学是不同于自然学,还是其一部分?”他所说的“占星学”正是我们现在特指的“天文学”;因为在古人那里这两个名称并未加以区分,而是两者都用于相同的事物。他在普遍地谈论了数学之后,更特殊地提及了天文学,这是因为天文学与自然学有着极大的亲缘关系;正如我们已经说过的,天文学似乎并非完全脱离质料来考察属于天体的偶性。
"Εἰ γὰρ τοῦ φυσικοῦ τὸ τί ἐστιν ἥλιος ἢ σελήνη εἰδέναι, τῶν δὲ συμβεβηκότων καθ’ αὑτὰ μηδέν, ἄτοπον.2" Τὴν δοκοῦσαν τοῖς πολλοῖς διάκρισιν τῶν ἐπιστημῶν τούτων δείκνυσιν οὐκ ἀληθεύουσαν, ἦν δὲ ἡ διάκρισις ὅτι ἡ μὲν φυσικὴ περὶ τῶν οὐσιῶν, ἡ δὲ μαθηματικὴ περὶ τῶν καθ’ αὑτὰ συμβεβηκότων. τὸ οὖν νομίζειν, φησίν, ὅτι οὐδαμῶς φυσικοῦ ἐστι τὸ διαλέγεσθαι περὶ τῶν καθ’ αὑτὰ συμβεβηκότων ταῖς οὐσίαις, πρῶτον μὲν καὶ αὐτόθεν ἄτοπον, εἰ μὴ διαλέξεται περὶ βαρύτητος καὶ κουφότητος ὁ φυσικός, ἢ περὶ ἀπείρου καὶ πεπερασμένου σχημάτων τε τῶν φυσικῶν σωμάτων (εἰ γὰρ περὶ μηδενὸς τούτων διαλέξεται, συμβήσεται αὐτῷ περὶ μαθηματικοῦ σώματος εἶναι τὸν λόγον· πῶς δὲ καὶ γνώσεται τὴν ἑκάστου οὐσίαν, καὶ τίνι διενηνόχασιν ἀλλήλων; οὔτε γὰρ ἐπὶ τῶν ἁπλῶν ἱκανὸν εἰς τὸ γνῶναι τὴν ἑκάστου φύσιν τὸ λέγειν ἐξ ὕλης καὶ εἴδους αὐτὰ συγκεῖσθαι, οὔτε ἐπὶ τῶν συνθέτων τὸ λέγειν ἁπλῶς ὅτι ἐκ τῶν τεσσάρων στοιχείων συνεστήκασιν), ἄλλως τε καὶ φαίνονται, φησί, πάντες οἱ περὶ φύσεως διαλεγόμενοι καὶ περὶ τοῦ σχήματος τοῦ κόσμου καὶ τῶν καθ’ ἕκαστα πραγματευσάμενοι. ὥστε οὔτε ἐκ τοῦ λόγου οὔτε ἐκ τῆς ἐναργείας εὔλογον τὸ νομίζειν, ὅτι οὐκ ἔστι φυσικοῦ τὸ περὶ τῶν καθ’ αὑτὰ συμβεβηκότων τοῖς φυσικοῖς πράγμασι διαλέγεσθαι, ἀλλὰ περὶ μόνων τῶν οὐσιῶν· οὐκ ἄρα αὕτη διάκρισίς ἐστι τοῦ φυσικοῦ πρὸς τὸν μαθηματικόν.
“因为,如果知道太阳或月亮是什么属于自然哲学家,而知道它们的自身偶性则完全不属于[自然哲学家],那是荒谬的。” 他表明多数人所认为的这两门科学的区分并不是真的;这种区分曾经是:自然学关乎实体,而数学关乎自身偶性。因此他说,认为讨论属于实体的自身偶性绝不属于自然哲学家,首先从其自身来看就是荒谬的,如果自然哲学家不讨论重与轻、或者无限与有限以及自然物体的图形的话(因为如果他完全不讨论这些,那么对他而言其论述就会变成关于数学物体的;而且他又怎能认识每一事物的实体,以及它们凭何彼此相异呢?因为无论对于单纯物体而言,说它们由质料与形式组成不足以认识每一事物的本性,还是对于复合体而言,单纯说它们由四元素构成也是不够的);此外他说,所有讨论自然的人显然也都探讨了宇宙的图形以及个别事物。因此,无论从理性论证来看还是从显明的事实来看,认为讨论自然事物的自身偶性不属于自然哲学家、而只讨论实体,都是不合情理的;所以,这并不是自然哲学家相对于数学家的区分。
"Περὶ τούτων μὲν οὖν πραγματεύεται καὶ ὁ μαθηματικός, ἀλλ’ οὐχ ᾗ φυσικοῦ σώματος πέρας ἕκαστον." Ἐντεῦθεν αὐτὸς τὴν ἀληθῆ διάκρισιν τῶν ἐπιστημῶν τούτων ἐκτίθεται, ὅτι εἰ καὶ περὶ τῶν αὐτῶν ἀμφότεροι, ἀλλ’ ὁ μὲν φυσικὸς ἐν ὕλῃ θεωρεῖ τὰ τοιαῦτα ὑπάρχοντα, ὁ δὲ μαθηματικὸς χωρίσας αὐτὰ τῶν ὑποκειμένων αὐτὰ καθ’ αὑτὰ ἐπισκέπτεται χωρὶς πάσης οὐσίας, μηδὲν φροντίζων εἴτε ἐκ τῆς αὐτῆς οὐσίας τοῖς γενητοῖς ἡ ὑποκειμένη αὐτοῖς φύσις εἴτε ὁθενδήποτε, καὶ εἴτε φυσικὸν τοῖς ὑποκειμένοις τὸ σχῆμα εἴτε μή.
“因此,数学家也探讨这些,但并不是就每一事物作为自然物体的界限而言来探讨的。” 从这里开始,他自己阐述了这两门科学的真正区分:即使两者都关乎相同的事物,但自然哲学家是在质料中考察这些属性的存在,而数学家则将它们从底层基质中分离出来,脱离一切实体而就其自身进行考察,完全不在意它们的底层本性是与可生成之物属于同一实体还是来自别处,也不在意其图形对于基质而言是否是自然的。
"Χωριστὰ γὰρ τῇ νοήσει κινήσεώς ἐστιν." Οὐδὲν ἀδύνατον, φησί, ποιεῖ ὁ γεωμέτρης χωρίζων τῶν ὑποκειμένων τὰ τοιαῦτα πάθη καὶ σχήματα· πεφύκασι γὰρ κατ’ ἐπίνοιαν χωρίζεσθαι· ὅπερ οὖν αὐτοῖς πεφυκός ἐστι, τοῦτο ποιεῖ. κινήσεως δέ φησιν ἀντὶ τοῦ τῆς φυσικῆς αὐτῶν ὕλης,3 ἤτοι τοῦ ὑποκειμένου· ἐν τούτῳ γὰρ ἡ αἰτία τῆς κινήσεως. εἴρηται δ’ ἡμῖν πρότερον, ὅπως οὐ μόνον τὸ φυσικὸν σῶμα, ἀλλὰ καὶ ἡ ὕλη δοκεῖ κινήσεως αἰτία εἶναι.
“因为它们在思想中是可与运动相分离的。” 他说,几何学家在将这类性质和图形从底层基质中分离出来时,并没有做出任何不可能的事情;因为它们在本性上就可以在思想中被分离;因此,他所做的正是符合它们本性的事。而他说“与运动[相分离]”,是用以代替“与它们的自然质料[相分离]”,亦即代替“与基质[相分离]”;因为运动的原因就在这[基质]之中。我们先前已经说明过,不仅自然物体而且质料如何似乎也是运动的原因。
- 2.24ἔτι δὲ ἡ ἀστρολογία ἑτέρα ἢ μέρος τῆς φυσικῆς.
此处几乎一字不差地引用了亚里士多德原文(193b25–26)的疑问句,省略了系词(ἐστίν)。该句在界定自然学与数学时,提出了作为中介的占星学(天文学)之归属问题。
- 2.25τὸ οὖν νομίζειν, φησίν, ὅτι οὐδαμῶς φυσικοῦ ἐστι τὸ διαλέγεσθαι περὶ τῶν καθ’ αὑτὰ συμβεβηκότων ταῖς οὐσίαις, πρῶτον μὲν καὶ αὐτόθεν ἄτοπον
整句的主语是带有定冠词的不定式短语“τὸ οὖν νομίζειν...”,谓语是省略系词的“πρῶτον μὲν καὶ αὐτόθεν ἄτοπον [ἐστι]”,随后通过条件从句“εἰ μὴ διαλέξεται...”及其括号内的论证展开,并延伸至“ἄλλως τε καὶ φαίνονται...”。
- 2.27κινήσεως δέ φησιν ἀντὶ τοῦ τῆς φυσικῆς αὐτῶν ὕλης
斐洛波诺斯将引文“χωριστὰ ... κινήσεώς ἐστιν”中的“κινήσεως”解释为“τῆς φυσικῆς αὐτῶν ὕλης”(它们的自然质料)的借代。在句法上,“κινήσεως”是由形容词“χωριστά”支配的分离属格。
