- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:220.19-222.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯以天文学为例阐释了自然哲学家与数学家的区别:前者考察属于实体的固有质性,而后者则在思想中抽离出数量与普遍推论进行考察。他为在思想中分离偶性的做法进行辩护,同时批判了将即使在思想中也无法脱离质料的自然形式设定为独立自存者的观点。
τίς οὖν ἡ διαφορά; ὅτι εἰ καὶ περὶ τῶν αὐτῶν διαλέγονται καὶ ὡς τοῖς αὐτοῖς ὑπαρχόντων, ἀλλ’ ὁ μὲν φυσιολόγος ὅτι τὰ τοιαῦτα σχήματα καὶ αἱ κινήσεις αἱ τοιαῦται οἰκεῖα καὶ συμφυῆ τῇ τοιαύτῃ οὐσίᾳ, λέγω δὴ τῇ πέμπτῃ (διὰ τοῦτο γὰρ σφαιρικά τε καὶ κυκλοφορικά, ἐπειδὴ μήτε ἐξ ἑνὸς μήτε ἐκ πάντων τῶν στοιχείων, ἀλλ’ ἑτέρου τινὸς τοῦ πέμπτου σώματός εἰσι, καὶ ὅτι βέλτιον αὐτοῖς τὸ τοιοῦτον σχῆμα καὶ ἡ κίνησις), ὁ δὲ μαθηματικὸς ἁπλῶς κινούμενον ἥλιον θεωρεῖ, μὴ προσλογιζόμενος εἴτε προσφυὴς ἡ κίνησις αὐτοῦ ἢ τὸ σχῆμα τῇ οὐσίᾳ, ἢ μή, ὥστε κἂν ὁποίας ποτὲ ᾖ οὐσίας τὰ οὕτως ἐσχηματισμένα καὶ κινούμενα, τὰ αὐτὰ ἂν συμβαίνειν.1 ἀλλ’ οὐδὲ εἰ βέλτιον αὐτοῖς ἢ μὴ τὸ τοιοῦτον οἶδεν, ἀλλ’ ἐν αὐτοῖς μὲν θεωρεῖ τὰς κινήσεις καὶ τὰ σχήματα, οὕτω δὲ κἂν εἰ πύρινα ἦν τὰ κινούμενα ἢ ἄλλης τινὸς οὐσίας, ἀμέλει τὰ δεδειγμένα ἐν τῇ καθολικωτέρᾳ μαθηματικῇ ἐπιστήμῃ προσαρμόζουσι τούτοις· οἷον ὅτι, ἐπειδὴ δέδεικται ὅτι πᾶσα σφαῖρα τοιῶσδε τεμνομένη τάδε πάσχει, καὶ ἐπὶ τῆς προκειμένης ἄρα σφαίρας τὸ αὐτὸ τοῦτο ἁρμόσει. οὕτως ἐκτὸς ὕλης αὐτὰ σκοποῦσι, κἂν ὡς ἐν τοῖς οὐρανίοις θεωρῶσι γινόμενα. καὶ ὁ μὲν φυσικὸς τὸ ποιὸν μόνον τῆς κινήσεως ἐπισκοπεῖ, ὁ δὲ μαθηματικὸς καὶ τὸ ποσόν. ὥσπερ οὖν καὶ ἐν τοῖς Ἀποδεικτικοῖς δείξας ὅτι ἡ ἀπόδειξις τῶν καθόλου ἐστὶ καὶ οὐδέν ἐστι τῶν μερικῶν ἀποδεικτικόν, ἠπόρησε μήποτε οὖν ἡ ἀστρονομία οὐκ ἔστιν ἀποδεικτική· ὅσα γὰρ περὶ ἐκλείψεως ἡλίου καὶ σελήνης καὶ τῆς τῶν ἄλλων ἀστέρων κινήσεως λέγεται, περὶ μερικῶν τινων λέγεται περὶ ἡλίου ἢ σελήνης ἢ ἄλλου τινὸς τῶν ἀστέρων ἢ τῆσδε τῆς σφαίρας. ἐπιλυόμενος οὖν τὴν ἀπορίαν φησὶν ὅτι, εἰ καὶ περὶ μερικῶν ποιεῖται τοὺς λόγους ὁ ἀστρονόμος, ἀλλ’ οὐχ ὡς περὶ μερικῶν, ἀλλ’ ὡς καθολικῶν τινων τὰ συμβαίνοντα αὐτοῖς ἐξετάζει· δεικνὺς γάρ, φέρε εἰπεῖν, ὅτι ἡ σύνοδος μὲν ἡλίου καὶ σελήνης ποιεῖ ἡλιακὴν ἔκλειψιν, καὶ ἡ τοιάδε αὐτῶν σχέσις σεληνιακήν, οὐχ οὕτω ταῦτα ἀποδείκνυσιν, ὅτι ἐπειδὴ εἷς ἥλιός ἐστιν καὶ μία σελήνη, ταῦτα οὕτω συμβαίνει, ἀλλ’ εἰ καὶ μύριοι ἦσαν ἥλιοι καὶ σελῆναι τοσαῦται, τὰ αὐτὰ ἂν συνέβη. ὥσπερ οὖν ἐν τούτοις περὶ μερικῶν ποιούμενος τὸν λόγον ὁ ἀστρονόμος καὶ ἕνα ἥλιον ἐξετάζων καὶ μίαν σελήνην, οὐχ ὡς περὶ μερικῶν ἀλλ’ ὡς καθολικῶν τινων ποιεῖται τοὺς λόγους, οὕτω κἂν ὡς ἡλιακὴν σφαῖραν ἢ κίνησιν ἐξετάζῃ, οὐχ ἁπλῶς ὡς τῇ ἡλιακῇ οὐσίᾳ ὑπάρχουσαν ἐξετάζει, ἀλλ’ ἁπλῶς τοιῶσδε κινουμένῃ σφαίρᾳ τὰ συμβαίνοντα ἐξετάζει, χωρίζων τῇ ἐπινοίᾳ τὰ σχήματα καὶ τὰς κινήσεις τῆς οὐσίας. καὶ οὗτοι μέν, φησίν, οὐδὲν ἄτοπον ποιοῦσι χωρίζοντες τῇ ἐπινοίᾳ τὰ πάθη τῶν οὐσιῶν· πεφύκασι γὰρ κατ’ ἐπίνοιαν τοῦ ὑποκειμένου διαιρεῖσθαι. εἰ μὲν γὰρ χωρίζοντες ὑπόστασιν αὐτοῖς ἐδίδοσαν, ψεῦδος ἂν αὐτοῖς καὶ ἀδύνατον ἠκολούθησεν, ἐπειδὴ δὲ τῇ ἐπινοίᾳ μόνον τὴν διάκρισιν αὐτῶν ποιοῦνται πεφυκότων γε τῇ ἐπινοίᾳ χωρίζεσθαι, οὐδὲν ἄτοπον ἕψεται τῇ τοιαύτῃ διακρίσει. οὗτοι μὲν οὖν, φησίν, οὐδὲν ἄτοπον ποιοῦσιν, οἱ δὲ τὰ εἴδη, φησί, χωρίζοντες, ἅπερ οὐδὲ κατ’ ἐπίνοιαν χωρίζεσθαι πέφυκε, καὶ μὴ μόνον τῇ ἐπινοίᾳ χωρίζοντες ἀλλὰ καὶ ὑπόστασιν αὐτοῖς καθ’ αὑτὰ παρέχοντες, οὗτοι μάλιστα ἁμαρτάνουσι τὰ ἀδύνατα ὑποτιθέμενοι· τὰ μὲν γὰρ πάθη οὐδὲν συντελοῦντα εἰς τὸν τῆς οὐσίας λόγον, ἀλλ’ ἴδιον ἔχοντα τὸν τοῦ εἶναι ἑαυτῶν λόγον καὶ χωριζόμενα τῇ ἐπινοίᾳ κατὰ τοῦτο τῶν οὐσιῶν, οὐδὲν ἄτοπον εἰ χωρίζοιτο ὑπὸ τῶν μαθηματικῶν τῇ ἐπινοίᾳ οὐ τῇ ὑποστάσει, τὰ μέντοι φυσικὰ εἴδη, οἷον τὸ ἀνθρώπου τὸ ἵππου τὸ λίθου καὶ τῶν λοιπῶν, οὐδὲ κατ’ ἐπίνοιαν τῆς ὑποκειμένης ὕλης χωρισθῆναι δύνανται· ὅταν γὰρ ἐπινοήσω τὸ εἶδος τῆς σαρκός, εὐθὺς μετὰ τῆς τοιᾶσδε κράσεως τῶν στοιχείων ἐπινοῶ τὸ ὑγρὸν αὐτῆς τὸ αἱματῶδες τὸ μαλακόν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. δῆλον δέ, φησίν, ἐκ τῶν ὁρισμῶν· σφαιρικοῦ μὲν γὰρ σχήματος ἢ κινήσεως ἢ ἄλλου τινὸς τῶν παθῶν, οἷον καμπυλότητος ἢ εὐθύτητος, τὸν ὁρισμὸν ἀποδιδούς τις οὐδὲν μεμνήσεται τῆς ὕλης, σαρκὸς δὲ ἢ ὀστοῦ ἤ τινος ἄλλου τῶν φυσικῶν εἰ θελήσει τις ἀποδοῦναι τὸν ὁρισμόν, πάντως μεμνήσεται τῆς ὑποκειμένης ὕλης, ὅτι ἢ τοσῆσδε ὑγρότητος ἢ θερμότητος μετέχουσα καὶ μαλακότητος καὶ τῶν τοιούτων, ἅπερ τὴν ὑποκειμένην κρᾶσιν τῶν στοιχείων τῷ εἴδει τῆς σαρκὸς δηλοῖ. εἰ δὲ ἀδύνατον κατ’ ἐπίνοιαν χωρὶς ὕλης λαβεῖν τὰ οὐσιώδη εἴδη, σχολῇ γε δήπου καθ’ ὑπόστασιν αὐτὰ καθ’ αὑτὰ ὑποτίθεσθαι εἶναι.2
那么区别何在呢?在于:即使他们讨论的是相同的事物,并且是作为属于相同事物的属性来讨论的,但自然哲学家[认为]这样的图形与这样的运动是对于这样的实体即第五实体而言固有的且同质的(因为正是由于它们既非出于单一元素亦非出于所有元素,而是属于某种不同的物体即第五物体,并且因为这样的图形与运动对于它们而言是更好的,它们才是球形的并作圆周运动),而数学家则单纯考察运动着的太阳,并不附带考虑其运动或图形是否适合于其实体;因此,无论以这种方式具有形状并运动的事物属于何种实体,同样的事情都会发生。而且他也不知道这样的状态对它们来说是否更好,而只是在它们之中考察运动与图形,并且即使运动之物是火性的或是某种其他实体,也是如此考察的。无疑,他们会将更具普遍性的数学知识中所证明的事理应用于这些事物;例如,既然已经证明凡球体被如此截切便承受这些性质,因此在眼前的球体上也同样适用这一结论。这样,即使他们将它们作为在天体中发生的事物来考察,也是在质料之外来审视它们的。自然哲学家只考察运动的性质,而数学家还考察运动的数量。因此,正如他在《后分析篇》中表明论证是关乎普遍者的,而个别者则没有任何论证性科学之后,他曾提出疑难:天文学是否根本不是论证性的(因为关于日食、月食以及其余星体运动所说的一切,都是关于某些个别者说的,即关于太阳、月亮、星体中的其他某个或眼前的这个球体说的);于是他在解决这一疑难时说,即使天文学家是就个别者展开论述,但他考察附属于它们的属性时,并不是作为关于个别者的,而是作为关于某些普遍者的;因为在展示例如日月的交会产生日食、它们之间的如此关系产生月食时,他证明这些并非是基于因为只有一个太阳和一个月亮所以事情便如此发生,而是基于即使有一万个太阳和同样多的月亮,同样的事情也会发生。因此,正如同在这些事情上天文学家就个别者展开论述并考察一个太阳与一个月亮,但并不是作为个别者而是作为某些普遍者展开论述一样,即便他作为太阳天球或太阳运动来考察,也并非单纯作为属于太阳实体的属性来考察,而是单纯考察对于如此运动的球体所附随的事物,并在思想中将图形与运动从实体中分离出来。他说,这些人通过思想将性质从实体中分离出来,并没有做出任何荒谬之事;因为这些性质本性上就能够在思想中从基质中被划分开来。如果他们在分离它们时赋予了它们独立自存的实在,虚假和不可能便会伴随他们;但既然他们只是在思想中对那些本性上即可在思想中分离的事物做出区分,那么这种区分就不会伴随任何荒谬。因此他说,这些人没有做出任何荒谬之事;然而他说,那些分离形式的人——形式甚至在本性上都不能在思想中被分离——不仅在思想中分离它们,而且还赋予它们自身的独立自存,这些人由于设定了不可能的事情而犯了最大的错误;因为性质并不构成实体的本质定义,而是拥有其自身固有的存在定义,并在这方面于思想中与实体相分离,所以若由数学家在思想中而非在实在自存中将它们分离,并没有任何荒谬之处,然而自然的形式,例如人、马、石以及其余事物的形式,甚至在思想中也不能从其底层的质料中被分离出来;因为当我思想肉的形式时,伴随着元素的如此调和,我立刻便构想出它的湿润、血质与柔软,对于其他事物也是同样如此。他说,这从定义中也是显而易见的:因为给出球形、运动或性质中的某种其他事物(如弯曲或笔直)的定义的人,完全不会提及质料;但若有人想要给出肉、骨或自然事物中任何其他东西的定义,就必定会提及底层的质料,即分有如此多的湿气、热气、柔软性以及诸如此类的事物,而这些正表明了肉的形式所底层的元素调和。如果甚至在思想中脱离质料来把握实体形式都是不可能的,那么在实在自存中设定它们自身独立存在,当然就更谈不上了。
- 2.23ὥστε κἂν ὁποίας ποτὲ ᾖ οὐσίας τὰ οὕτως ἐσχηματισμένα καὶ κινούμενα, τὰ αὐτὰ ἂν συμβαίνειν
在由 ὥστε 引导的结果从句中使用了 ἄν 搭配不定式 συμβαίνειν。这承接了前文关于数学家视角的表述(ὁ δὲ μαθηματικὸς ... θεωρεῖ),以间接引语的形式表达其推想结论,具有潜势/假设含义:即无论具有如此形状和运动的事物属于何种实体,同样的结果都会发生。
- 2.23σχολῇ γε δήπου καθ’ ὑπόστασιν αὐτὰ καθ’ αὑτὰ ὑποτίθεσθαι εἶναι
短语 σχολῇ (γε δήπου) 后接不定式 ὑποτίθεσθαι,构成了表示“更谈不上/断无可能假设……”的举轻明重(a fortiori)惯用句式。它强力对比了前文的条件从句,即既然实质形式连在思想中脱离质料都做不到,设定其实体独立自存就更是绝无可能。
