- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:218.19-220.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德关于数学家与自然哲学家有何区别的提问(193b22),阐明两者的区分不在于所讨论的对象本身,而在于考察的方式,即是在思想中抽离质料来考察,还是作为存在于质料之中的事物来考察。
" Ἐπεὶ δὲ διώρισται ποσαχῶς λέγεται ἡ φύσις, μετὰ τοῦτο θεωρητέον τί διαφέρει ὁ μαθηματικὸς τοῦ φυσικοῦ." Εἰπὼν ὅτι τριχῶς ἡ φύσις λέγεται, καὶ τὸ εἶδος καὶ ἡ ὕλη καὶ ἡ γένεσις ἡ ἐπὶ τὸ εἶδος, καὶ ὅτι μᾶλλον κυριώτερον τὸ εἶδος φύσις, καὶ αἱ ἄλλαι δὲ δύο ἥ τε ὕλη καὶ ἡ γένεσις διὰ τὸ εἶδος ἔχουσι τὸ φύσεις εἶναι, ἡ μὲν ὕλη διὰ τὸ ἐπιτηδεία εἶναι εἰς τὸ δέξασθαι τὸ εἶδος ἡ δὲ γένεσις ὡς εἰς αὐτὸ ἄγουσα, ἐπειδὴ ἡ φυσιολογία μόριόν ἐστι τοῦ θεωρητικοῦ μέρους τῆς φιλοσοφίας, τὸ δὲ θεωρητικὸν διαιρεῖται εἰς φυσιολογίαν εἰς μαθηματικὴν εἰς θεολογίαν, βούλεται ἐντεῦθεν διακρῖναι τὸ φυσιολογικὸν τοῦ μαθηματικοῦ καὶ τοῦ θεολογικοῦ· ἐπιστήμονος γάρ ἐστι τὸ διαλαβόντα περὶ τῶν ὑποβεβλημένων αὐτῷ πραγμάτων ἀποκρίνειν τὰ δοκοῦντα μὲν ὑποβεβλῆσθαι, μὴ ὑποβεβλημένα δέ.1 ἐπεὶ οὖν αἱ ἐπιστῆμαι αὐτῆς γνώσεις τινές εἰσιν, αἱ δὲ γνώσεις εἰδῶν εἰσι γνώσεις (κἂν γὰρ ἔστι τῶν ἀνειδέων γνῶσις, καὶ ταύτην ἐκ τῆς τῶν εἰδῶν γνώσεως γινώσκομεν· ἢ γὰρ κατὰ ἀναλογίαν ἢ κατὰ ἀφαίρεσιν, ὡς εἴρηται πρότερον, τὸ ἀνείδεον γινώσκομεν), διὰ τοῦτο οὖν εἰκότως τὴν διάκρισιν τῶν ἐπιστημῶν τούτων ποιεῖται. διακρίνει δ’ οὐ πάσας ἀλλήλων, ἀλλὰ τῆς φυσιολογίας μόνης τὰς λοιπάς, οὐκέτι δὲ καὶ τὰς ἄλλας ἑαυτῶν. καὶ διακρίνει πρῶτον τὴν μαθηματικὴν ἐπιστήμην τῆς φυσιολογίας, καί φησιν ὅτι οὐ ταύτῃ διακρίνεται ἡ φυσιολογία τῆς μαθηματικῆς, ᾗ δοκεῖ τοῖς πολλοῖς. καὶ ἐντεῦθεν δείκνυσι τὸ ἀναγκαῖον τῆς διακρίσεως τῶν ἐπιστημῶν τούτων· εἰ γὰρ ἡ δοκοῦσα αὐτῶν διάκρισις ὅμως οὐκ ἔστι διάκρισις, δῆλον δήπου ὅτι ἀναγκαῖος ὁ τῆς διακρίσεως λόγος αὐτῶν. νομίζουσι δὲ διακρίνεσθαι φυσιολογίαν μαθηματικῆς, τῷ τὴν μὲν φυσιολογίαν περὶ τὰς οὐσίας τῶν πραγμάτων καταγίνεσθαι, μαθηματικὴν δὲ περὶ τὰ πάθη καὶ τὰ σχήματα,2 τοῦτο δέ, φησίν, οὐκ ἔστιν ἀληθές· καὶ οἱ φυσιολόγοι γὰρ φαίνονται μὴ μόνον περὶ τῶν οὐσιῶν διαλεγόμενοι, ἀλλὰ καὶ περὶ σχημάτων καὶ παθῶν. αὐτὸς γοῦν ἐν τῇ Περὶ οὐρανοῦ οὐ μόνον περὶ τῆς οὐσίας τῶν οὐρανίων ἀπέδειξεν, ὅτι ἐστὶν ἑτέρας τινὸς παρὰ τὰ τέσσαρα στοιχεῖα, ἀλλ’ ὅτι καὶ σφαιρικὸν ἔχει κατὰ φύσιν τὸ σχῆμα, καὶ ὅτι κυκλοφορικόν, καὶ περὶ τῶν στοιχείων δὲ διελέχθη οὐ μόνον ποίας ἕκαστόν ἐστιν οὐσίας, ἀλλ’ ὅτι καὶ σφαιρικὰ πάντα, ἐν οἷς χαριέστατα γραμμικῶς ἀποδείκνυσι καὶ περὶ τοῦ ὕδατος καὶ τῆς γῆς ὅτι σφαιρικά. ὥστε εἰ καὶ οἱ φυσιολόγοι διαλέγονται οὐ μόνον περὶ τῶν οὐσιῶν, ἀλλὰ καὶ περὶ τῶν συμβεβηκότων ταῖς οὐσίαις, ἔοικε μὴ διακρίνεσθαι ταύτῃ τοῦ φυσιολόγου ὁ μαθηματικός. τίνι οὖν διακρίνεται; φημὶ οὐ τῷ περὶ διαφόρων διαλέγεσθαι, ἀλλὰ τῷ τρόπῳ τῆς διδασκαλίας, ὅτι ὁ μὲν μαθηματικὸς διαλέγεται περὶ τῶν σχημάτων καὶ τῶν συμβαινόντων αὐτοῖς μηδὲν προσεπινοῶν ἐν ὁποιᾳδηποτοῦν ὕλῃ ταῦτα ὑπάρχει,3 ἀλλὰ χωρίσας αὐτὰ πάσης ὕλης τῇ διανοίᾳ οὕτω τὰ συμβαίνοντα αὐτοῖς θεωρεῖ, ὁ μέντοι φυσικὸς ἐπινοῶν τὸ σχῆμα καὶ τὰ λοιπὰ τῶν παθῶν, ὡς ἐν ὕλῃ αὐτὰ θεωρεῖ· ἢ γὰρ ἐν οὐρανῷ ἢ ἐν ἡλίῳ ἢ ἐν γῇ ἢ ἐν ἄλλῳ τινὶ τῶν φυσικῶν σωμάτων. ὁ γοῦν Θεοδόσιος ἐν τοῖς Σφαιρικοῖς διδάσκων τὰ συμβαίνοντα πάθη τῇ σφαίρᾳ οὐδὲν προσλογίζεται ὕλην, ἀλλὰ χωρίσας πάσης οὐσίας τὸ σφαιρικὸν σχῆμα οὕτω τὰ συμβαίνοντα αὐτῷ ἐπισκέπτεται, ὅτι ἐὰν σφαῖρα ἐπιπέδῳ τμηθῇ κύκλον ποιεῖ, καὶ ὅσα ἄλλα. ὁ δὲ Αὐτόλυκος Περὶ κινουμένης σφαίρας γράψας καὶ ὅσα συμβαίνει τῇ κινουμένῃ σφαίρᾳ, μερικώτερός ἐστι τοῦ Θεοδοσίου καὶ μᾶλλον τῷ φυσικῷ προσεγγίζων (ἡ γὰρ κίνησις ἐγγύς πως ἐστι τῆς οὐσίας)· εἰ γὰρ καὶ μὴ ἐπινοεῖ οὐσίαν τινὰ ἐν τῇ κινουμένῃ σφαίρᾳ, ἀλλ’ οὖν σύνθεσίν τινα λαμβάνει τοῦ σχήματος καὶ τῆς κινήσεως, καὶ ταύτῃ ἐγγύς πως ἐστι τῆς οὐσίας. ἔτι τούτου μερικώτερα τὰ Εὐκλείδου Φαινόμενα καὶ ἁπλῶς πᾶσα ἀστρονομία· ἐνταῦθα γὰρ καὶ ἡ οὐσία αὐτὴ συνεπινοεῖται. οὐρανοῦ γὰρ κίνησιν καὶ ἡλίου καὶ τῶν λοιπῶν ἀστέρων προσλογίζεται· οὐ γὰρ ἁπλῶς κίνησιν σφαίρας ἐπισκοπεῖ, ἀλλὰ τῆς ἀπλανοῦς ἢ τῆς Κρονίας ἢ ἄλλης τινός, καὶ τὴν σχέσιν αὐτῶν τὴν πρὸς ἀλλήλας. καὶ ἔστι τὸ μὲν ἀκρότατον τῆς μαθηματικῆς εὐδιάκριτον καὶ κεχωρισμένον τῆς φυσιολογίας (οἷά ἐστι τὰ Θεοδοσίου Σφαιρικά, τὰ Εὐκλείδου ιγʹ βιβλία, τὰ ἀριθμητικά· παντελῶς γὰρ ἐν τούτοις ὕλης οὐδεμία μνήμη), τὸ δὲ περιπέζιον αὐτῆς πως ἐγγύς ἐστι τῆς φυσιολογίας· καὶ γὰρ ὁ ἀστρονόμος ὡς ἡλίου σχῆμα θεωρεῖ καὶ ὡς ἡλίου κίνησιν καὶ μεγέθη αὐτῶν, καὶ ὁ φυσιολόγος δ’ ὡσαύτως.
“既然已经规定了本性以多少种方式被言说,在此之后就必须考察数学家与自然哲学家有何不同。” 在说明了本性以三种方式被言说,即形式、质料以及走向形式的生成,并且形式更是本真意义上的本性,而其余两者,即质料与生成,也是由于形式才得以作为本性而存在(质料是由于适合于接受形式,而生成则是作为引向形式者)之后,既然自然哲学是哲学的理论部分的一个分支,而理论部分又被划分为自然哲学、数学与神学,他便打算从这里开始将自然哲学与数学及神学区分开来;因为对于有知识者而言,恰当的做法是在探究了置于其自身之下的事物之后,将那些看似置于其下而实际上并未置于其下的事物分离出去。因此,既然诸门科学是关于它的某种认知,而认知乃是对形式的认知(因为即便存在对无形式之物的认知,我们也是通过对诸形式的认知来认知它的;正如前面所说,我们或者通过类比,或者通过抽象来认知无形式之物),正因如此,他理所当然地对这些科学作出了区分。但他并非把所有的科学彼此相互区分,而只是将其他科学与自然哲学单独区分开来,并不再将其他科学在它们自身之间进行区分。他首先将数学这门科学与自然哲学区分开来,并且说自然哲学并不是在多数人所认为的那种方面与数学相区分的。由此他也展示了区分这些科学的必要性;因为如果它们之间所认为的区分其实并不是区分,那么显然关于它们区分的论述乃是必然的。人们认为自然哲学与数学的区别在于,自然哲学关涉事物的实体,而数学关涉性质与图形;但是他说,这并不是真实的;因为自然哲学家们也显然不仅讨论实体,而且也讨论图形与性质。至少他自己在《论天》中,不仅论证了天体的实体是除四大元素之外的某种其他实体,而且也论证了它在自然上具有球形的形状,以及它是作圆周运动的;关于诸元素,他不仅讨论了各自是何种实体,而且也论证了它们全部都是球形的,并在其中以几何学证明极为巧妙地论证了关于水和土也是球形的。因此,如果自然哲学家们也不仅讨论实体,而且也讨论附属于实体的偶性,那么数学家似乎并不是在这方面与自然哲学家相区别的。那么他是以什么相区别的呢?我说,并不是以讨论不同的题材相区别,而是以讲授的方式相区别:因为数学家在讨论图形以及附属于它们的事物时,完全不额外构想这些事物存在于何种质料之中,而是在思想中将它们从一切质料中分离出来,从而这样来考察附属于它们的事物;然而自然哲学家在构想图形和其余性质时,是把它们作为存在于质料之中的事物来考察的——即或者在天之中,或者在太阳之中,或者在陆地之中,或者在自然物体的其他某种之中。至少狄奥多西在《球面学》中讲授附属于球体的性质时,丝毫不计及质料,而是将球体这一图形从一切实体中分离出来,从而这样来考察附属于它的事物,例如若以平面截切球体便产生一个圆,以及所有诸如此类的事项。而奥托吕科斯撰写了《论运动的球体》以及附属于运动球体的所有事项,他比狄奥多西更加具体,并且更接近自然哲学家(因为运动在某种意义上接近于实体);因为即使他并未在运动的球体中构想某种实体,但他终究采纳了图形与运动的某种结合,并在这方面于某种意义上接近实体。比这更加具体的则是欧几里得的《现象》以及一般而言所有的天文学;因为在这里连实体本身也是一并被构想的。因为他计及了天、太阳以及其余星辰的运动;因为他不是单纯考察球体的运动,而是考察恒星天球、土星天球或其他某个天球的运动,以及它们彼此之间的相对关系。于是,数学中最高端的部分很容易与自然哲学区分并分离开来(正如狄奥多西的《球面学》、欧几里得的十三卷[《几何原本》]以及算术著作;因为在这些著作中完全没有对质料的任何提及),而它接近地面的部分在某种意义上则接近自然哲学;因为天文学家把图形作为太阳的图形、把运动作为太阳的运动来考察,并考察它们的大小,而自然哲学家同样也是如此。
- 2.23τὸ διαλαβόντα περὶ τῶν ὑποβεβλημένων αὐτῷ πραγμάτων ἀποκρίνειν τὰ δοκοῦντα μὲν ὑποβεβλῆσθαι, μὴ ὑποβεβλημένα δέ
在带冠词的不定式结构中,不定式 ἀποκρίνειν 的逻辑主语由前面的宾格分词 διαλαβόντα(“在探究了置于其自身之下的事物之后”)表达,用以指称一般的人称。整个结构 τὸ ... ἀποκρίνειν 充当全句的主语,支配表语属格 ἐπιστήμονος ἐστι(“属于有知识者”)。
- 2.23τῷ τὴν μὲν φυσιολογίαν περὶ τὰς οὐσίας τῶν πραγμάτων καταγίνεσθαι, μαθηματικὴν δὲ περὶ τὰ πάθη καὶ τὰ σχήματα
由与格定冠词 τῷ 引导的两个平行的宾格加不定式从句(τὴν μὲν φυσιολογίαν ... καταγίνεσθαι 以及省略动词的 μαθηματικὴν δὲ [καταγίνεσθαι])充当原因或方式与格,用以解释自然哲学被认为依据何种理由与数学相区分(διακρίνεσθαι)。
- 2.23μηδὲν προσεπινοῶν ἐν ὁποιᾳδηποτοῦν ὕλῃ ταῦτα ὑπάρχει
主格分词 προσεπινοῶν 与主语 ὁ μαθηματικός 一致,并带有副词性宾格否定词 μηδέν(“丝毫不”)。间接疑问从句 ἐν ὁποιᾳδηποτοῦν ὕλῃ ταῦτα ὑπάρχει(“这些事物存在于何种质料之中”)充当该分词的宾语从句。
