← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§20.20-22.9

本原的二分分类与巴门尼德的立场

阐释亚里士多德为整理先贤学说而提出的本原穷尽二分法(一与多、静止与运动、有限与无限),并论证巴门尼德等人主张的“一、不动且有限”的本原乃指理智实在而非自然事物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7#1

" Ἀνάγκη δ’ ἤτοι μίαν εἶναι τὴν ἀρχὴν ἢ πλείους." Ἐντεῦθεν εἰσβάλλει εἰς τὸν περὶ τῶν ἀρχῶν λόγον. ὅπερ δὲ εἴωθε ποιεῖν ἀεί, τοῦτο καὶ νῦν ποιεῖ· πρότερον τὰς τῶν παλαιοτέρων ψευδεῖς διελέγχει δόξας. λαμβάνει δὲ τὰς τῶν παλαιοτέρων δόξας ἐκ διαιρέσεως ἐπιστημονικῆς τε ἅμα καὶ ἐναργοῦς, ἐπιστημονικῆς μὲν ὅτι κατ’ ἀντίφασιν (αἱ γὰρ ἐπιστημονικαὶ διαιρέσεις κατ’ ἀντίφασίν εἰσιν, ἐπιστημονικαὶ δὲ διότι ἄφυκτοι· οὐδὲν γὰρ ἐκπέφευγε τὴν ἀντίφασιν), ἐναργοῦς δὲ διότι ἐκ τῶν πᾶσι γνωρίμων· γνώριμον γὰρ πᾶσι τὸ ἓν καὶ τὸ πλῆθος. ἀνάγκη γάρ, φησίν, τὰς ἀρχὰς ἢ μίαν εἶναι ἢ πλείους· εἰ δὲ καὶ μὴ αὐτόθεν ἀντίφασίς ἐστι τὸ τοιοῦτον, ἀλλ’ οὖν ἰσοδυναμεῖ τῇ ἀντιφάσει· τὸ γὰρ οὐχ ἓν ἐξ ἀνάγκης πλείονά ἐστιν. ἀνάγκη οὖν, φησί, τὴν ἀρχὴν ἢ μίαν εἶναι ἢ πλείους· καὶ εἰ μίαν ἢ ἀκίνητον ἢ κινουμένην, εἰ δὲ πλείους ἢ πεπερασμένας ἢ ἀπείρους. καὶ αὐτὸς μὲν μέχρι τῶν ἐνταῦθα προήγαγε τὴν διαίρεσιν, ἐπειδὴ δὲ φαίνεται ἐν τοῖς ἑξῆς καὶ ἕτερα μόρια προστιθεὶς τῇ διαιρέσει,1 εὔλογον ἡμᾶς ἐξ ἀρχῆς τελείαν τὴν διαίρεσιν παραδοῦναι. ἀνάγκη οὖν τὰς ἀρχὰς ἢ μίαν εἶναι ἢ πλείους, καὶ εἰ μίαν ἢ ἀκίνητον ἢ κινουμένην, καὶ εἰ κινουμένην ἢ πεπερασμένην ἢ ἄπειρον, καὶ αὖ εἰ ἀκίνητον ἢ πεπερασμένην ἢ ἄπειρον, καὶ εἰ πλείους ἢ πεπερασμένας ἢ ἀπείρους, καὶ εἰ πεπερασμένας ἢ κινουμένας ἢ ἀκινήτους, καὶ εἰ ἀπείρους ἢ κινουμένας ἢ ἀκινήτους. καὶ ἡ μὲν διαίρεσις τῶν ἀρχῶν αὕτη, εἰ δέ τις ζητοίη τί δήποτε τὴν μίαν μὲν ἀρχὴν εὐθὺς εἰς τὸ ἀκίνητον καὶ κινούμενον διείλομεν, εἶτα εἰς τὸ πεπερασμένον καὶ ἄπειρον, τὰς δὲ πλείους πρῶτον εἰς τὸ ἄπειρον καὶ πεπερασμένον, εἶτα εἰς τὸ κινούμενον καὶ ἀκίνητον, ἐροῦμεν ὅτι δυνατὸν μὲν ἦν καὶ τῷ αὐτῷ τρόπῳ τῆς διαιρέσεως ἀμφότερα τὰ μόρια διελεῖν, πλὴν ἐπειδὴ τῷ μὲν ἑνὶ οἰκειοτέρα μᾶλλον ἡ κίνησις ἢ τὸ ἄπειρον, τῷ δὲ πλήθει τὸ ἄπειρον μᾶλλον ἤπερ ἡ κίνησις, διὰ τοῦτο τὴν μὲν μίαν ἀρχὴν εὐθὺς εἰς τὸ κινούμενον καὶ ἀκίνητον διείλομεν, τὰς δὲ πλείους εἰς τὸ πεπερασμένον καὶ ἄπειρον. Μίαν μὲν οὖν ἀρχὴν εἶναι καὶ ἀκίνητον καὶ πεπερασμένην ἐδόξασε Παρμενίδης καὶ Ξενοφάνης. δῆλον δέ που πάντως ὅτι οὐ περὶ τῶν φυσικῶν πραγμάτων ἦν τούτοις ὁ λόγος· ὡς γὰρ καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἐν τοῖς Μετὰ τὰ φυσικὰ εἶπεν, οὐχ οὕτω καὶ τῶν μαινομένων χειρόνως διέκειντο οἱ ἄνδρες οὗτοι, ὡς νομίζειν τὸ πῦρ καὶ τὸ ὕδωρ μὴ εἶναι διάφορον·2 καὶ ἐξ αὐτῆς δὲ τῆς Ἀριστοτελικῆς ῥήσεως πρόδηλον ὡς οὐ φυσικοὶ οἱ ἄνδρες οὗτοι. εἰπὼν γὰρ καὶ εἰ μίαν, ἢ ἀκίνητον, ὥσπερ φησὶ Παρμενίδης καὶ Μέλισσος, ἐπήγαγεν ἢ κινουμένην, ὥσπερ οἱ φυσικοί, ὡς δὴ μὴ φυσικῶν ὄντων τῶν περὶ Παρμενίδην. ἔτι δὲ δῆλον ὅτι οὐ περὶ τῶν φυσικῶν ἔλεγον ἐξ ὧν καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἐν τῷ Περὶ γενέσεώς φησι καὶ οἱ αὐτοῦ ὑπομνηματισταί, ὅτι ὁ Παρμενίδης ἐν τοῖς πρὸς δόξαν πῦρ καὶ γῆν ἔλεγεν εἶναι τὴν ἀρχὴν τῶν πάντων, ἐν δὲ τοῖς πρὸς ἀλήθειαν ἓν εἶναι τὸ πᾶν καὶ πεπερασμένον καὶ ἀκίνητον. οὐ νομιστέον δὲ ὅτι ἐν τοῖς πρὸς δόξαν οὐ τὰ αὐτῷ δοκοῦντα ἔλεγεν,3 ἀλλὰ τὰ τοῖς πολλοῖς, ἐν δὲ τοῖς πρὸς ἀλήθειαν τὰ αὐτῷ δοκοῦντα (καὶ γὰρ καὶ ἐν τοῖς πρὸς δόξαν τὰ αὐτῷ δοκοῦντα ἔγραφεν), ἀλλ’ ἐπειδὴ περὶ τῶν νοητῶν ἦν αὐτῷ ἐν τοῖς πρὸς ἀλήθειαν ὁ λόγος, ταῦτα δὲ ὄντως ὄντα ἔλεγε καὶ ἀληθῶς ὄντα, διὰ τοῦτο οὕτως ἐπέγραψε τὸ βιβλίον.

“本原必然要么是一个,要么是多个。” 从这里起,他进入关于诸本原的讨论。而他总是习惯做的事,现在他也做:首先驳斥古代人的虚妄意见。他从一个既是科学的又是自明的划分中提取出古代人的意见:说是科学的,是因为它是按矛盾对立进行的(因为科学的划分是按矛盾对立进行的,而之所以是科学的,乃因其无可逃避;因为没有任何东西逃避得了矛盾对立);说是自明的,是因为它是从众人所熟知的事物出发的;因为一与多是众人所熟知的。因为他说,本原必然要么是一个,要么是多个;即使这样的表述本身不直接就是矛盾对立,但它毕竟等价于矛盾对立;因为非一者必然是多个。因此他说,本原必然要么是一个,要么是多个;如果是一个,则要么是不动的,要么是运动的;如果是多个,则要么是有限的,要么是无限的。他本人虽然只推进划分到这里为止,但是既然他在随后的内容中显然给划分添加了其他部分,那么我们从一开始就给出完全的划分是合理的。因此,本原必然要么是一个,要么是多个;如果是一个,则要么是不动的,要么是运动的;如果是运动的,则要么是有限的,要么是无限的;又如果是不动的,则要么是有限的,要么是无限的;如果是多个,则要么是有限的,要么是无限的;如果是有限的,则要么是运动的,要么是不动的;如果是无限的,则要么是运动的,要么是不动的。这就是诸本原的划分;但如果有人探究,究竟为什么我们把单个本原径直划分为不动的和运动的,接着划分为有限的和无限的,而把多个本原则首先划分为无限的和有限的,接着划分为运动的和不动的,我们将说:虽然以相同的划分方式划分两个分支也是可能的,但既然对于一而言,运动比无限更亲近,而对于多数而言,无限比运动更亲近,由于这个原因,我们把单个本原径直划分为运动的和不动的,而把多个本原划分为有限的和无限的。那么,主张本原是一个、不动的且有限的,乃是巴门尼德和色诺芬尼的意见。但这完全显而易见,他们的讨论并不是关于自然事物的;因为正如亚里士多德本人在《形而上学》中所说,这些人并未处于比疯人更恶劣的状态,以至于认为火与水是没有差别的;而且从亚里士多德的话语本身来看,这些人不是自然哲学家也是显而易见的。因为在说了“如果是一个,或者如巴门尼德和墨利索斯所说是处于不动”之后,他接着加上了“或者如自然哲学家们所说是处于运动”,这分明表明巴门尼德等人不是自然哲学家。此外,从亚里士多德本人在《论生成与灭亡》中所说的以及他的注释家们所说的也可以清楚看出,他们说的不是关于自然事物:巴门尼德在论及意见的部分中说火与土是万物的本原,而在论及真理的部分中则说整体是一、有限且不动的。但不可认为,他在论及意见的部分中说的不是他自己认为的,而是多数人所认为的,而在论及真理的部分中说的才是他自己认为的(因为即使在论及意见的部分中,他写的也是他自己所认为的);而是因为在论及真理的部分中,他的论述是关于理智对象的,而他称这些为真正实在的和真实存在的事物,正是由于这个原因,他给这本书题了这样的标题。

语法注3 条
  1. 1.7ἐπειδὴ δὲ φαίνεται ἐν τοῖς ἑξῆς καὶ ἕτερα μόρια προστιθεὶς τῇ διαιρέσει

    动词 φαίνεται 与分词 προστιθείς 构成人称构式,表示显而易见的事实(“显然在添加……”),区别于接不定词时表示主观视象(“似乎在添加……”)的用法。其省略的主语为承前文的亚里士多德(αὐτός)。

  2. 1.7οὐχ οὕτω καὶ τῶν μαινομένων χειρόνως διέκειντο οἱ ἄνδρες οὗτοι, ὡς νομίζειν τὸ πῦρ καὶ τὸ ὕδωρ μὴ εἶναι διάφορον

    短语 οὐχ οὕτω... ὡς νομίζειν 构成相关结构,程度副词 οὕτω(“如此……”)引导带不定词的结果短语 ὡς νομίζειν(“以至于认为……”)。属格 τῶν μαινομένων 则是比较级副词 χειρόνως(“比……更恶劣”)所要求的比较属格,整体构成强烈的否定表达:“并不处于比疯人更恶劣的状态以至于认为……”。

  3. 1.7οὐ νομιστέον δὲ ὅτι ἐν τοῖς πρὸς δόξαν οὐ τὰ αὐτῷ δοκοῦντα ἔλεγεν

    动形容词 νομιστέον 与否定词 οὐ 构成非人称必然构式(“不可认为……”)。在 ὅτι 引导的从属从句中再次出现否定词 οὐ(οὐ τὰ αὐτῷ δοκοῦντα,“不是他自己所认为的”),主句的否定直接否定了该从句的命题,从而驳斥了巴门尼德在“意见篇”中并非表达自身看法的观点。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:20.20-22.9