- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:217.7-218.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯结合文法读法解释了亚里士多德关于生成(生长)所导向的形式即是本性的论证,探讨了缺乏何以因作为底层的态势而被视为一种形式,并说明了实体生成中缺乏与对立者的关系考察被推迟到《论生成与毁灭》中进行。
" Ἀλλὰ τὸ φυόμενον ἔκ τινος εἴς τι ἔρχεται ἢ φύεται· εἰς τί οὖν φύεται;" Τὸ ἢ δύναται καὶ παραδιαζευκτικὸς εἶναι, ἵνα ᾖ οὕτω ‘τὸ γινόμενον ἔκ τινος εἴς τι ἔρχεται ἤγουν φύεται’1 (ταὐτὸν γὰρ ἀμφότερα), δύναται δὲ καὶ ἐπίρρημα εἶναι προσγραφομένου τοῦ ι ἀντὶ τοῦ καθὸ φύεται· καθὸ γὰρ φύεται, εἴς τι ἔρχεται. εἰς τί οὖν φύεται; φησίν, οὐχὶ εἰς τὸ ἐξ οὗ, τουτέστιν εἰς τὴν ὕλην, ἀλλ’ εἰς τὸ εἰς ὅ, τουτέστι τὸ εἶδος. εἰ τοίνυν καθὸ φύεται εἰς εἶδος ἔρχεται, ἔοικεν ἐκ τοῦ τέλους οὕτως ὠνομάσθαι, ὥσπερ ἡ ὑγίανσις καὶ ἡ λεύκανσις· εἰ δὲ τοῦτο, τὸ εἶδος ἄρα φύσις ἂν εἴη, ὥσπερ οὖν καὶ τὸ τῆς ὑγιάνσεως τέλος ὑγεία καὶ τὸ τῆς λευκάνσεως λευκότης.
“然而生长之物是从某物走向某物,或是生长;那么它是向着什么生长的呢?” “或者(ἢ)”既可以是一个等同连接词,以使得意思是“生成之物是从某物走向某物,即生长”(因为二者是同一的);也可以是一个加上了iota的副词(ᾗ),用来代替“就其生长而言”;因为就其生长而言,它是走向某物的。他说:“那么它是向着什么生长的呢?”并不是向着其出发点,即向着质料,而是向着其终点,即形式。既然就其生长而言它是走向形式,那么它就似乎是依终点而如此得名的,正如痊愈与变白一样;如果这是这样,形式便会是本性,正如痊愈的终点是健康,变白的[终点]是白一样。
"Ἡ δὲ μορφὴ καὶ ἡ φύσις διχῶς λέγεται· καὶ γὰρ ἡ στέρησις εἶδός πώς ἐστιν." Δείξας ὅτι τὸ εἶδος μᾶλλον φύσις, βούλεται εἰπεῖν ποσαχῶς τὸ εἶδος λέγεται, καί φησιν ὅτι διχῶς· λέγεται γὰρ πάλιν πως, φησί, καὶ ἡ στέρησις εἶδος, ἤτοι στέρησιν λέγων τὸ χεῖρον τῶν ἐναντίων (πολλαχοῦ γὰρ καὶ ἐν ταύτῃ τῇ πραγματείᾳ τὸ μὲν κρεῖττον τῶν ἐναντίων εἶδος καλεῖ, τὸ δὲ χεῖρον στέρησιν· διὸ καὶ τὴν ἐκ μέλανος μὲν εἰς λευκὸν μεταβολὴν ἁπλῶς γένεσιν καλεῖ τινὰ δὲ φθοράν, τὴν δ’ ἐκ λευκοῦ εἰς μέλαν ἁπλῶς μὲν φθορὰν τινὰ δὲ γένεσιν), ἢ οὖν τοῦτό φησιν, ἢ καὶ τὴν κυρίως στέρησιν εἶδος καὶ μορφὴν ἐκάλεσε2 διὰ τὸ διάθεσιν εἶναί τινα τοῦ ὑποκειμένου. εἰ μὲν γὰρ μὴ πάντα τὰ ὄντα εἴδη ἐστὶν ἀλλ’ ἔστι τινὰ καὶ ἀνείδεα, δῆλον ὅτι οὐκ εἶδος ἡ στέρησις, εἰ δὲ πᾶν τὸ ὁπωσοῦν ὂν εἶδος καλοῦμεν εἰς ταὐτὸν ἄγοντες τῷ ὄντι τὸ εἶδος, δῆλον ὅτι ἐπειδὴ οὐκ ἔστι τῶν μηδαμῇ μηδαμῶς ὄντων ἡ στέρησις ἀλλὰ τῶν πῇ ὄντων, καὶ πῇ εἶδος ἂν εἴη. διάκειται γὰρ καὶ μεμόρφωταί πως κατ’ αὐτὴν τὸ ὑποκείμενον· διατίθησι γάρ πως καὶ ἡ τυφλότης τὸ ὑποκείμενον καὶ πᾶσα στέρησις. ἐπειδὴ οὖν πᾶσαν διάθεσιν τοῦ ὑποκειμένου ἔστιν ὅτε μορφὴν τοῦ ὑποκειμένου καὶ εἶδος λέγομεν, διὰ τοῦτο αὐτὸ τοῦτο ἐπεσημήνατο.
“然而形态与本性以两种方式被言说;因为缺乏在某种意义上也是形式。” 在表明了形式更是本性之后,他想要说明形式以多少种方式被言说,并且说它是以两种方式被言说的;因为他说,缺乏在某种意义上也被称为形式,这或者是指他将对立者中较差的一方称为缺乏(因为在许多地方,乃至在本篇论著中,他都将对立者中较优的一方称为形式,将较差的一方称为缺乏;因此他也把从黑到白的变化单纯地称为生成而在某种意义上称为毁灭,而把从白到黑的变化单纯地称为毁灭而在某种意义上称为生成)——或者他是指这个,或者他也是由于缺乏是底层的某种态势,而把严格意义上的缺乏也称为形式与形态。因为如果并非一切存在者都是形式,而是也存在某些无形式之物,那么显然缺乏不是形式;但若我们把任何以某种方式存在之物都称为形式,把形式与存在者归为同一,那么显然,既然缺乏并不属于在任何方面绝不存在之物,而是属于在某种意义上存在之物,它在某种意义上也就是形式。因为底层依照它也被置于某种态势,并且在某种意义上成型了;因为盲目以及任何缺乏都以某种方式使底层处于某种态势。因此,既然我们有时将底层的任何态势都称为底层的形态和形式,他正是由于这个原因而附带指出了这一点。
"Εἰ δέ ἐστιν ἡ στέρησις καὶ ἐναντίον τι περὶ τὴν ἁπλῆν γένεσιν ἢ μὴ ἔστιν, ὕστερον ἐπισκεπτέον." Περὶ τὴν ἁπλῆν γένεσίν φησιν ἀντὶ τοῦ τὴν οὐσιώδη. ἐν μὲν γὰρ τῷ πρώτῳ λόγῳ, ὅτι ἐξ ἀντικειμένων ἡ γένεσις ἔδειξεν, ἡ οὐσιώδης· ἐξ ἀσυνθεσίας γάρ φησι τὴν σύνθετον οὐσίαν καὶ ἐξ ἀναρμοστίας, ἅπερ στέρησις οὐκ ἐναντίον ἐστίν. εἰ τοίνυν αἱ στερήσεις, ἐξ ὧν αἱ οὐσίαι γίνονται, ἐναντίαι εἰσὶ τοῖς γινομένοις, ὕστερον ἐπισκεψόμεθα· καὶ ὑπερτίθεται τοῦτο ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς βιβλίῳ, ἐν ᾧ δείκνυσιν ὅτι πάντως πᾶσα γένεσις ἐξ ἐναντίων, καὶ τίνα τὰ ἐναντία καὶ πόσα ἐξ ὧν αἱ γενέσεις. ὡς οὖν ἢ μὴ ἀποδείξας ἐν τούτοις ὅτι ἐξ ἐναντίων, ἀλλὰ μόνον ἐξ ἀντικειμένων, ἢ μὴ ἱκανῶς ἀποδείξας, ὑπερτίθεται3 τοῦτο ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς βιβλίῳ.
“然而关于单纯的生成,缺乏是否也是某种对立者,抑或不是,必须在稍后进行考察。” 他说“关于单纯的生成”,是代替“实体的[生成]”。因为在第一卷的论证中,他表明生成来自相对置之物,那是关于实体的生成;因为他说复合实体来自非结合与不协调,而这些乃是缺乏,并不是对立者。因此,实体据以生成的诸缺乏是否与生成物互为对立者,我们将在稍后进行考察;他把这一点推迟到了《论生成与毁灭》一书中,在该书中他表明了一切生成毫无例外都来自对立者,以及生成所由来的对立者是什么、有多少。因此,由于他在目前的内容中或者没有证明[生成]来自对立者,而只证明了来自相对置之物,或者没有充分地证明,他才把这个问题推迟到《论生成与毁灭》一书中。
- 2.20Τὸ ἢ δύναται καὶ παραδιαζευκτικὸς εἶναι... δύναται δὲ καὶ ἐπίρρημα εἶναι προσγραφομένου τοῦ ι ἀντὶ τοῦ καθὸ φύεται
关于引文中的“ἢ”,斐洛庞诺斯提出了两种句法解释:第一,作为并列/解释性连接词(παραδιαζευκτικός,相当于ἤγουν即“也就是说”),连接ἔρχεται与φύεται;第二,加写iota作为关系副词“ᾗ”(相当于καθὸ φύεται,意为“就其生长而言”),从而修饰主句εἴς τι ἔρχεται。
- 2.21ἤτοι στέρησιν λέγων τὸ χεῖρον τῶν ἐναντίων... ἢ οὖν τοῦτό φησιν, ἢ καὶ τὴν κυρίως στέρησιν εἶδος καὶ μορφὴν ἐκάλεσε
该句的句法框架为 ἤτοι ... ἢ οὖν τοῦτό φησιν, ἢ καὶ ... ἐκάλεσε,引出了对亚里士多德“缺乏在某种意义上也是形式”这一说法的两种并列解释:要么是指对立项中较劣的一方(如相对白而言的黑)在宽泛意义上被称为缺乏;要么是指本义上的缺乏(如盲目)因其构成底层的一定态势(διάθεσις)而类比地被称为形式。
- 2.22ὡς οὖν ἢ μὴ ἀποδείξας ἐν τούτοις ὅτι ἐξ ἐναντίων, ἀλλὰ μόνον ἐξ ἀντικειμένων, ἢ μὴ ἱκανῶς ἀποδείξας, ὑπερτίθεται
主句谓语为 ὑπερτίθεται,修饰它的分词短语 ὡς ... ἀποδείξας 带有连词 ὡς,用以说明亚里士多德推迟该问题的缘由。分词内部由 ἢ μὴ ἀποδείξας ... ἢ μὴ ἱκανῶς ἀποδείξας 构成两项并列,指明亚里士多德在《物理学》第一卷中或者只是证明了生成来自相对置之物(缺乏)而非相反对立者,或者证明尚不充分。
