← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§215.24-217.6

从生成过程与目标论形式本性

注解亚里士多德《物理学》193b8–193b15,依据“人产生人”这一事实以及作为生成过程的“本性(生长)”依其所趋向的“本性(形式)”而得名(对比医治与痊愈),论证了形式比质料更真正是本性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.17

" Ἔτι γίνεται ἄνθρωπος ἐξ ἀνθρώπου, ἀλλ’ οὐ κλίνη ἐκ κλίνης." Τὸ τρίτον ἐπιχείρημα. δι’ ὧν κατεσκεύασαν αὐτοὶ ὅτι ἡ ὕλη1 φύσις, διὰ τούτων αὐτὸς κατασκευάζει ὅτι μᾶλλον τὸ εἶδος ἢ ἡ ὕλη, ὥσπερ εἰρήκαμεν. ἔτι ἡ φύσις ἡ λεγομένη ὡς γένεσις ὁδός ἐστιν εἰς φύσιν. ὅτι καὶ ἐκ τοῦ τρίτου σημαινομένου τῆς φύσεως, τοῦ ἐπὶ τῆς ἐκφύσεως, δείκνυται μᾶλλον κυριώτερον τὸ εἶδος φύσις ὂν ἢ ἡ ὕλη.

“此外,人生人,但床并不生床。” 第三条论证:正如我们所说,正是通过他们据以确立质料是本性的那些论据,他自己确立了形式比质料更是[本性]。 “此外,作为生成被言说的本性,是通向本性的道路。”从本性的第三种涵义,即就生长而言的涵义出发,同样表明了形式比质料更本来地是本性。

§2.18

"Οὐ γὰρ ὥσπερ ἡ ἰάτρευσις λέγεται οὐκ εἰς ἰατρικὴν ὁδός, ἀλλ’ εἰς ὑγείαν." Οὐχ ὥσπερ, φησίν, ἡ ἰάτρευσις ὁδὸς μέν ἐστιν εἰς ὑγείαν, καλεῖται δὲ οὐκ ἀπὸ τοῦ τέλους ἀλλ’ ἀπὸ τοῦ ποιοῦντος τῆς ἰατρικῆς, οὕτω καὶ ἐπὶ τῆς γενέσεως τῆς ἐπὶ τὸ εἶδος ἔχει, ἀλλ’ ὥσπερ ἡ ὑγίανσις ἐκ τοῦ τέλους ὀνομάζεται, οὕτω δὲ καὶ ἡ φύσις ἀπὸ τοῦ εἰς φύσιν ἄγειν ὠνομάσθη. ἄγει δὲ εἰς εἶδος· τὸ εἶδος ἄρα φύσις. ἀλλ’ οὐδὲ τὸ τὴν ὑγίανσιν καλεῖσθαι καὶ ἀπὸ τοῦ ποιοῦντος ἰάτρευσιν ἐναντίον τι ἔχει τοῖς παρ’ αὐτοῦ λεγομένοις, ἁρμόζει δὲ μᾶλλον·2 ἐπὶ μὲν γὰρ τῶν κατὰ τέχνην, ἐπειδὴ ἄλλο ἐστὶ τὸ ἀποτελοῦν καὶ ἄλλο τὸ ἀποτελούμενον, εἰκότως ἐξ ἑκατέρου ἐκλήθη ἡ γένεσις καὶ ἡ ὁδὸς ἡ ἐπὶ τὸ εἶδος (οἷον ἡ ἐπὶ ὑγείαν ὁδὸς καὶ ἀπὸ τοῦ ποιοῦντος ἰάτρευσις καὶ ἀπὸ τοῦ τέλους ὑγίανσις), ἐπὶ δὲ τῶν φυσικῶν πραγμάτων, ἐπειδὴ ταὐτόν ἐστιν ὡς ἐπὶ τὸ πολὺ τὸ ποιοῦν τῷ γινομένῳ (ὡς καὶ αὐτὸς ἐφεξῆς ἐρεῖ ‘πολλάκις τὸ ποιητικὸν καὶ τὸ εἰδικὸν καὶ τὸ τελικὸν εἰς ταὐτὸν ἔρχεται· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ’), εἰκότως μίαν ἔσχεν τὴν ἐπωνυμίαν ἡ γένεσις. εἴτε οὖν ἐκ τοῦ ποιοῦντος ἐκλήθη εἴτε ἐκ τοῦ γινομένου, ἐπειδὴ ταὐτὸν τὸ ποιοῦν τῷ γινομένῳ, πλὴν τῶν ἐκ σήψεως καὶ ὅσα ἐπινοίᾳ ἀνθρώπων νοθεύεται, ὡς ἐπὶ ἡμιόνων ἔχει (κἀπὶ τούτων δὲ τοῖς ποιοῦσι ταὐτόν πως τὸ γινόμενον), οὐδὲν ἧττον δείκνυται ὅτι ἐπὶ τοῦ εἴδους φέρεται μᾶλλον τὸ ὄνομα ἢ ἐπὶ τῆς ὕλης.

“因为并非像医治被言说为不是通向医术的道路、而是通向健康的道路那样。” 他说,并非像医治虽是通向健康的道路,却不是依目的而是依作为施动者的医术得名那样,通向形式的生成也是如此;而是恰如痊愈依目的得名那样,本性也是由于导向本性而得名。而它导向形式;因此形式就是本性。但痊愈也可以依施动者而被称为医治,这一事实也绝不违背他所说的观点,反而更为切合。因为在依技术的事物中,既然施成者是一回事,而成型者是另一回事,那么生成即通向形式的道路依双方得名便是合情合理的(例如通向健康的道路既依施动者被称为医治,又依目的被称为痊愈);然而在自然事物中,既然施动者在大多数情况下与生成物是同一的(正如他自己紧接着所要说的:“能动因、形式因与目的因往往归结为同一事物;因为人生人”),生成拥有单一的名称便是合情合理的。因此,无论它是依施动者得名还是依生成物得名,既然施动者与生成物是同一的——除了由腐败生成之物以及一切依人的设想而杂交的事物,如骡子的情况(而且即便是这些事物,生成物在某种程度上也与施动者相同)——都同样表明,这一名称更是施于形式而非质料。

§2.19

"Ἀνάγκη μὲν γὰρ ἀπὸ ἰατρικῆς οὐκ εἰς ἰατρικὴν εἶναι τὴν ἰάτρευσιν." Ὃ λέγει τοιοῦτόν ἐστιν· ἐπειδὴ αἱ γενέσεις καὶ αἱ ὁδοὶ καὶ ἀπὸ τῶν τελῶν καλοῦνται καὶ ἀπὸ τῶν ἀφ’ οὗ γίνονται ὡς ποιητικοῦ αἰτίου, τὴν μὲν ἰάτρευσιν ἀπὸ ἰατρικῆς φαμεν ὁδόν, οὐκ εἰς ἰατρικήν· οὐ γὰρ τὴν ἐπὶ τὴν ἀρχὴν ὁδὸν σημαίνει, ἀλλὰ τὴν ἀπὸ τῆς ἀρχῆς· ὥστε καὶ ἡ ἰάτρευσις τὴν ἀπό τινος μὲν ἐπί τι ὁδὸν σημαίνει καλουμένην ἀπὸ τοῦ ἀφ’ οὗ, ὥσπερ καὶ ἡ φύσις. ἀλλ’ οὐχ οὕτως ἡ φύσις, λέγω δὴ τὴν ἔκφυσιν· καὶ αὐτὴ γὰρ ὁδὸς οὖσα ἀπό τινος εἰς τι, οὐκ ἐκ τοῦ ἀφ’ οὗ ἔσχε τὴν ἐπωνυμίαν, ἀλλ’ ἐκ τοῦ εἰς ὅ. οὐχ οὕτως δ’ ἡ φύσις ἔχει πρὸς τὴν φύσιν.3 οὐχ ὥσπερ ἡ ἰάτρευσις ἔχει πρὸς τὴν ἰατρικήν, οὕτως ἡ φύσις, λέγω δὴ τὴν ἔκφυσιν, πρὸς τὴν φύσιν· ἡ μὲν γὰρ ἰάτρευσις οὐ τὴν ἐπὶ ἰατρικήν, ἀλλὰ τὴν ἀπὸ ἰατρικῆς σημαίνει ὁδόν, ἡ μέντοι φύσις οὐ τὴν ἀπὸ φύσεως, ἀλλὰ τὴν ἐπὶ φύσιν σημαίνει ὁδόν.

“因为医治必然是来自医术,而不是通向医术。” 他所说的是这样的意思:既然诸生成与诸道路既依终点得名,又依作为能动因的生成起点得名,我们便说医治是来自医术的道路,而不是通向医术的道路;因为它指的不是通向本原的道路,而是来自本原的道路;以至于医治也指一条从某物通向某物的道路,同时依起点得名,恰如本性也是如此。但本性并不如此,我说的乃是生长;因为生长自身虽然也是一条从某物通向某物的道路,却不是从其起点获得称呼,而是从其终点获得称呼。 “然而本性对本性并非如此关联。”并非如医治对医术那样,本性(我说的乃是生长)对本性如此关联;因为医治指的不是通向医术的道路,而是来自医术的道路;然而本性指的不是来自本性的道路,而是通向本性的道路。

语法注3 条
  1. 2.17δι’ ὧν κατεσκεύασαν αὐτοὶ ὅτι ἡ ὕλη φύσις, διὰ τούτων αὐτὸς κατασκευάζει ὅτι μᾶλλον τὸ εἶδος ἢ ἡ ὕλη

    关系从句 δι' ὧν... 与指示代词短语 διὰ τούτων... 的对应句式。在由主动词 κατασκευάζει 引出的从属宾语从句 ὅτι μᾶλλον τὸ εἶδος ἢ ἡ ὕλη 中,依据前面的 ὅτι ἡ ὕλη φύσις 省略了谓语 φύσις(或 φύσις ἐστίν)。

  2. 2.18ἀλλ’ οὐδὲ τὸ τὴν ὑγίανσιν καλεῖσθαι καὶ ἀπὸ τοῦ ποιοῦντος ἰάτρευσιν ἐναντίον τι ἔχει τοῖς παρ’ αὐτοῦ λεγομένοις, ἁρμόζει δὲ μᾶλλον

    带冠词不定式短语 τὸ τὴν ὑγίανσιν καλεῖσθαι... 用作主语。其内部为双宾语/双宾格结构(τὴν ὑγίανσιν 为主语宾格,ἰάτρευσιν 为谓语宾格),表示“痊愈被称为医治(这一事实)”。谓语动词为 ἔχει 和 ἁρμόζει,介词短语 ἀπὸ τοῦ ποιοῦντος 修饰 καλεῖσθαι。

  3. 2.19οὐχ οὕτως δ’ ἡ φύσις ἔχει πρὸς τὴν φύσιν

    引用亚里士多德的原句(词元)。前一个主语 ἡ φύσις 指作为生成或生长的本性(ἔκφυσις),而介词宾语 πρὸς τὴν φύσιν 指作为终点或形式的本性。注解者紧接着添加“λέγω δὴ τὴν ἔκφυσιν”明确指出了这一句法与概念上的区分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:215.24-217.6