← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§214.11-215.23

通过技术类比确立形式为更根本的本性

斐洛波诺斯总结了将质料视作本性的规定,进而注解亚里士多德的论述:依循与技术的类比(唯有获得形式时方具其本性)以及完全实现相对潜在的优先性,形式才是严格意义上的本性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.14

" Ἕνα μὲν οὖν τρόπον ἡ φύσις οὕτω λέγεται, ἡ πρώτη ἑκάστῳ ὑποκειμένη ὕλη τῶν ἐχόντων ἐν αὑτοῖς ἀρχὴν κινήσεως καὶ μεταβολῆς." Συμπεραίνεται τὰ εἰρημένα, ὅτι καθ’ ἕνα τρόπον φύσις λέγεται εἶναι ἡ πρώτη ἑκάστῳ τῶν φυσικῶν ὑποκειμένη ὕλη. τὸ γὰρ τῶν ἐχόντων ἐν αὑτοῖς ἀρχὴν κινήσεως καὶ μεταβολῆς σημαίνει τῶν φυσικῶν· ταῦτα γάρ ἐστι τὰ ἔχοντα ἐν αὑτοῖς ἀρχὴν κινήσεως καὶ μεταβολῆς. τίθησι δὲ ἐφεξῆς καὶ τὸ δεύτερον σημαινόμενον, τὸ κατὰ τὸ εἶδος, ὅπερ καὶ κυρίως ἐστὶ φύσις.

“因此依一种方式,本性被如此言说,即作为在自身中具有运动与变化本原的事物各自最初的底层质料。” 前述之言在此被总结为:依一种方式,本性被称为是各自然物最初的底层质料。因为“在自身中具有运动与变化本原的事物”指的就是自然物;因为这些事物正是在自身中具有运动与变化本原的事物。接着,他也提出了第二种涵义,即依形式而言的涵义,这正是严格意义上的本性。

§2.15

"Ὥσπερ γὰρ τέχνη λέγεται τὸ κατὰ τέχνην καὶ τὸ τεχνητόν." Τὸ πρῶτον ἐπιχείρημα, ὅτι ὥσπερ ἐπὶ τῶν τεχνητῶν τότε λέγεται ἕκαστον ἀπολαβεῖν τὴν ἑαυτοῦ τέχνην, ὅταν ἀπολάβῃ τὸ τεχνητὸν εἶδος, οὕτω καὶ ἐπὶ τῶν φυσικῶν τότε ἔχει ἕκαστον τὴν ἑαυτοῦ φύσιν, ὅταν ἀπολάβῃ τὸ φυσικὸν εἶδος· οὐ γὰρ τὰ ξύλα τὰ ἀρρύθμιστα καὶ ὁ χαλκός, ἐπειδὴ δυνάμει πλοῖόν εἰσιν ἢ ἀνδριάς, ἔχει πω τὸ τοῦ ἀνδριάντος ἢ τὸ τῆς κλίνης εἶδος, ἀλλὰ τὸ σχῆμα καὶ ἡ μορφή· τοῦτο γάρ ἐστι τὸ κατὰ τέχνην γενόμενον. ὥσπερ οὖν ἐπὶ τούτων ἔχει, οὕτω καὶ ἐπὶ τῶν φυσικῶν ἔχει· οὐ γὰρ τὸ δυνάμει σὰρξ τοῦτο ἔχει τὴν φύσιν τῆς σαρκός, ἀλλὰ τὸ ἐνεργείᾳ γενόμενον σάρξ, εἰ δὲ ἅμα τῷ τὸ εἶδος λαβεῖν καὶ τὴν ἑαυτοῦ φύσιν ἕκαστον λαμβάνει, τὸ εἶδος ἄν εἴη σάρξ. πρὶν ἂν λάβῃ τὸ εἶδος τὸ κατὰ τὸν λόγον. ἐπειδὴ λέγομεν εἶδος τὸ ἐπὶ τῆς μορφῆς, καθ’ ὃ δυσειδεῖς ἢ εὐειδεῖς τινάς φαμεν, διὰ τοῦτο προσέθηκε τὸ κατὰ τὸν λόγον, καθ’ ὃν ὁριζόμενοι ἀποδιδόαμεν τὸ τί ἐστιν ἕκαστον. ἡ μορφὴ καὶ τὸ εἶδος, οὐ χωριστὸν ὂν ἀλλ’ ἢ κατὰ τὸν λόγον.1 τοῦτο τὸ εἶδος, φησίν, ὅπερ φαμὲν φύσιν εἶναι, οὔ φαμεν χωριστὸν τῇ ὑποστάσει εἶναι, ἀλλὰ μόνον τῷ ὁριστικῷ λόγῳ καὶ τῇ ἐπινοίᾳ. τὸ δὲ ἐκ τούτων φύσις μὲν οὐκ ἔστι, φύσει δέ,2 οἷον ἄνθρωπος. τὸ ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους συγκείμενον οὐκέτι λέγεται φύσις, ὥσπερ ἑκάτερον τῶν ἁπλῶν, ἀλλὰ φύσει.

“因为正如合乎技术之物与人工物被称为技术。” 第一条论证:正如在人工物的情形下,每样事物恰在获得人工形式时才被说成获得了自身的技术,同样在自然物的情形下,每样事物也是恰在获得自然形式时才具有自身的本性。因为未加修整的木材与青铜,并不因其潜在地是船或雕像就已具有雕像或床的形式,而是形状即形式才具有;因为这才是依技术生成的东西。因此正如在这些事物中那样,在自然物中也是如此;因为潜在的肉并不具有肉的本性,而是现实地生成为肉的东西才具有。而如果每样事物在接受形式的同时也就接受了自身的本性,那么形式就当是肉[的本性]。“在它接受合乎定义的这一形式之前。”既然我们对外貌也称形式——依此外貌我们称某些人丑陋或端庄——正因如此他加上了“合乎定义”,依据这一定义我们在界定时便给出了各事物究竟是什么。“形状即形式,除依定义外并非可分离存在。”他说,我们称之为本性的这一形式,我们并不主张它在实体存在上是可分离的,而仅仅在定义表述和设想中是可分离的。“由这些构成的则不是本性,而是依本性,例如人。”由质料与形式组合而成者,不再像单纯者中的每一方那样被称为本性,而是被称为依本性。

§2.16

"Καὶ μᾶλλον αὕτη φύσις τῆς ὕλης· ἕκαστον γὰρ τότε λέγεται ὅταν ἐντελεχείᾳ ᾖ, μᾶλλον ἢ ὅταν δυνάμει." Τὸ δεύτερον ἐπιχείρημα. ἕκαστον τότε λέγεται εἶναι, ὅταν ἀπολάβῃ τὸ ἑαυτοῦ εἶδος· ἕκαστον τότε λέγεται εἶναι, ὅταν ἀπολάβῃ τὴν ἑαυτοῦ φύσιν· τὸ ἀπειληφὸς ἄρα τὸ ἑαυτοῦ εἶδος ἀπείληφε τὴν ἑαυτοῦ φύσιν. ἔστι δὲ τὸ ῥητὸν τοῦτο πρὸς τὸ ἀνωτέρω συνεχές· εἰπὼν γὰρ ὅτι ‘ἡ μορφὴ καὶ τὸ εἶδος φύσις’, ἐπήγαγε καὶ μᾶλλον αὕτη φύσις τῆς ὕλης, τουτέστιν ἡ μορφή. τὰ δὲ ἄλλα διὰ μέσου3 “τὸ δὲ ἐκ τούτων φύσις μὲν οὐκ ἔστι, φύσει δέ, οἷον ἄνθρωπος”.

“并且这比质料更是本性;因为各事物在其处于完全实现时比起处于潜在时,才更是被如此言说。” 第二条论证:各事物恰在获得自身的形式时,才被说成存在;各事物恰在获得自身的本性时,才被说成存在;因此,获得了自身形式的事物便获得了自身的本性。这一语句与上文是连续的;因为他在说了“形状即形式是本性”之后,又接着加上了“并且这比质料更是本性”,也就是形状。至于中间的其他话则是插入的:“由这些构成的则不是本性,而是依本性,例如人”。

语法注3 条
  1. 2.15οὐ χωριστὸν ὂν ἀλλ’ ἢ κατὰ τὸν λόγον

    成语短语 ἀλλ’ ἢ 在否定词 οὐ 之后用作表示例外的限定词,意为“除……之外”。此处表明形式并非在实体上脱离质料而独立存在,而仅仅在定义表述与概念把握中得以分离。

  2. 2.15τὸ δὲ ἐκ τούτων φύσις μὲν οὐκ ἔστι, φύσει δέ

    在 μέν...δέ 对举结构的后半部分 φύσει δέ 中,系动词 ἔστι 被省略。针对主语 τὸ ἐκ τούτων(由质料与形式构成的复合实体),前半句配置了作表语的名词 φύσις(本性本身),后半句则配置了与格短语 φύσει(依本性、因本性而存在者)。

  3. 2.16τὰ δὲ ἄλλα διὰ μέσου

    此句为说明文本脉络构造的省略句,省略了系动词(如 ἐστί)。它指出了从“形式是本性”到“并且这比质料更是本性”的主线论述的连续性,表明夹在二者之间关于复合物的论述属于插入语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:214.11-215.23