- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:212.28-214.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯阐述了将质料视作本性的学说,解释了人工物的形式不过是偶性的配置,木材或青铜等直接质料亦可进一步还原为底层的元素质料,并且指明此种原初的物质本原被假定为永恒且不可变化的(193a14–26)。
" Ὡς τὸ μὲν κατὰ συμβεβηκὸς ὑπάρχον, τὴν κατὰ νόμον διάθεσιν καὶ τὴν τέχνην." Οὔ φησι τὸ σχῆμα εἶναι φύσιν· κατὰ συμβεβηκὸς γὰρ ὑπάρχειν τὸ σχῆμα, καὶ πάθος τι εἶναι τοῦ ὑποκειμένου καὶ τῆς ὕλης γινόμενον καὶ ἀπογινόμενον καὶ ἄλλοτε ἄλλο ὑπάρχον, τὴν δ’ ὕλην εἶναι τὴν φύσιν διὰ τὸ διαμένειν ἀεὶ ταῦτα πάσχουσαν καὶ ἄλλοτε ἄλλο σχῆμα καὶ πάθος δεχομένην. εἰπὼν δὲ ὡς τὸ μὲν κατὰ συμβεβηκὸς ὑπάρχον, τί τοῦτο φήσας ἐπήγαγε τὴν κατὰ νόμον διάθεσιν καὶ τὴν τέχνην,1 τὸ εἶδος λέγω τῆς κλίνης; ὅτι διατίθεται ὡς ἂν τοῖς τῆς τέχνης νόμοις δοκῇ. γράφεται δὲ καὶ τὴν κατὰ ῥυθμὸν διάθεσιν· κατά τινα γὰρ συμμετρίαν τῆς τῶν μερῶν πρὸς ἄλληλα ἀναλογίας τὸ εἶδος ἀποτελεῖται τῆς κλίνης. εἰ δὲ εἴη τὴν κατὰ νόμον, σημαίνει τὴν θέσει καὶ μὴ φύσει διάθεσιν· ὡς γὰρ δοκεῖ τῷ τεχνίτῃ, διατίθησι τῶν τεχνητῶν τὰ σχήματα οὐ φύσει ὄντα, ἀλλ’ ἐπινοίᾳ καὶ νόμῳ προαιρέσεως γινόμενα.
“作为偶性而属于的东西,[指的便是]依规则的配置与技术。” 他说形状不是本性;因为形状是作为偶性而属于的,是底层承载者即质料的一种生成又消逝、时而作为这一种时而作为另一种而属于的情状,而质料则是本性,这是由于它在始终承受这些情状并时而接受这一形状与情状、时而接受另一形状与情状的过程中常驻长存。然而,在说了“作为偶性而属于的东西”之后,他究竟是出于何意又附加上“依规则的配置与技术”——我指的是床的形式——呢?这是因为它是按照技术规则所认为合适的方式来配置的。不过也有文本写作“依节律的配置”;因为床的形式乃是依诸部分相互之间比例的某种相称而被造就出来的。但若是“依规则”,它指的便是依约定而非依本性的配置;因为正如工匠所认为合适的那样,他配置了人工物的形状,这些形状并非依本性而存在,而是依设想和抉择的规则生成的。
"Εἰ δὲ καὶ τούτων ἕκαστον πρὸς ἕτερόν τι τὸ αὐτὸ τοῦτο πέπονθεν." Ὃ ἄν τις ἠπόρησε πρὸς τοὺς λέγοντας τὴν ὕλην εἶναι τὴν φύσιν, τοῦτο καὶ ἀπορεῖ καὶ ἐπιλύεται. εἶπε γὰρ ἄν τις ‘εἰ τοῦτό φατε ὕλην τὸ ἐπιδιαμένον, καὶ διὰ τοῦτο τὰ μὲν ξύλα ὡς ἐπιδιαμένοντα φύσις τὸ δ’ εἶδος ὡς φθειρόμενον οὐκέτι, οὐδὲ τὰ ξύλα φύσις ἂν εἴη τῆς κλίνης οὐδ’ ὁ χαλκὸς τοῦ ἀνδριάντος· καὶ γὰρ τὰ ξύλα φθειρόμενα εἰς γῆν τυχὸν ἀναλύεται κἀκεῖνο ἐπιδιαμένει, τὸ δ’ εἶδος τοῦ ξύλου ἀφανίζεται, οἷον ἐν τῇ καύσει, καὶ ὑπολιμπάνεται ἡ τέφρα ἥτις γῆ ἐστιν. ὁμοίως καὶ ὁ χαλκὸς φθειρόμενος εἰς ὕδωρ ἀναλύεται, ἐπεὶ καὶ τηκόμενος ὑγρὸς γίνεται. ὥστε οὐδ’ ὁ χαλκὸς τοῦ ἀνδριάντος ὕλη, οὐδὲ τῆς κλίνης τὰ ξύλα.’ φησὶν οὖν ὅτι τοῦτο ἀληθές ἐστι· τοῦ μὲν γὰρ ἀνδριάντος ἢ τῆς κλίνης ὕλη τὸ ξύλον ἢ ὁ χαλκός, αὐτῶν δὲ πάλιν τούτων ἑτέρα τίς ἐστιν ὕλη. ὥστε τῆς μὲν κλίνης καὶ τοῦ ἀνδριάντος φύσις τὸ ξύλον καὶ ὁ χαλκός, τούτων δ’ αὐτῶν πάλιν ἕτερόν τί ἐστι φύσις· διό, φησί, τῶν φυσικῶν οἱ μὲν τὴν γῆν ἐνόμισαν εἶναι φύσιν τῶν ὄντων, οἱ δὲ τὸ ὕδωρ, οἱ δὲ ἄλλο τι τῶν στοιχείων ἢ ἓν ἢ πλείονα, ὅπερ ἄν τις ὡς ὕλην ὑποκεῖσθαι τοῖς γινομένοις ἐνόμισε.
“如果这些事物中的每一件相对于另一事物也承受着这同一状态。” 凡有人原本会对那些主张质料是本性的人所提出的疑难,他既提出了又加以解决。因为原本有人会说:“如果你们把那常驻之物称为质料,并因此认为木材作为常驻之物是本性,而形式作为消逝之物则不再是本性,那么木材也不会是床的本性,青铜也不会是雕像的本性;因为木材在毁灭时或许会被分解为土,而那[土]常驻长存,木材的形式却消失不见了,正如在燃烧中一样,留下来的是作为土的灰烬。同样,青铜在毁灭时也被分解为水,因为熔化时它便成了液体。因此,青铜既不是雕像的质料,木材也不是床的质料。”于是他说,这是真的;因为木材或青铜固然是雕像或床的质料,但对于它们自身而言,反过来又有某种其他的质料。所以,床和雕像的本性是木材和青铜,而对于它们自身而言,反过来又有某种别的东西是其本性;正因如此,他说,在自然哲学家中,有些人认为土是存在物的本性,有些人认为是水,另一些人则认为是诸元素中的其他某种东西,或为一种,或为多种,即各人所认为作为质料在底层承载生成之物的那个东西。
"Καὶ τούτων μὲν ὁτιοῦν ἀίδιον· οὐ γὰρ εἶναι μεταβολὴν αὐτοῖς ἐξ αὑτῶν." Ὅπερ ἄν τις ἐνόμισεν ὑποκεῖσθαι ὡς ὕλην τοῖς ἄλλοις, τοῦτο καὶ ἀίδιον εἶναι ὑπέθετο ἐξ ἀνάγκης· δεῖ γὰρ τὴν πρώτην ἀρχὴν ἀίδιον εἶναι καὶ ἀμετάβλητον, τὰ δὲ ἄλλα πάντα τὰ ἐκ ταύτης γενητὰ εἶναι καὶ φθαρτά. καὶ οἱ πλείους δὲ τὰς ὑλικὰς ἀρχὰς ὑποτιθέμενοι, ἀιδίους καὶ αὐτοὶ ταύτας ὑπέθεντο· καὶ μεταβάλλειν μὲν καὶ τὰ πάθη καὶ τὰς διαθέσεις εἰς τὰ ἐξ αὐτῶν συγκείμενα, αὐτὰ μέντοι ἀμετάβλητα εἶναι εἰς ἄλληλα.2 οὐδὲν γὰρ τῶν τεσσάρων στοιχείων Ἐμπεδοκλῆς, ἅπερ πρώτας ἀρχὰς ὑπετίθετο, μεταβάλλειν ἔλεγεν εἰς ἄλληλα· ἀμετάβλητα γὰρ εἶναι.
“并且这些[本原]中的任何一个都是永恒的;因为它们并不会从自身发生变化。” 凡有人曾认为作为质料在底层承载其他事物的那个东西,他也必然假定了这东西是永恒的;因为第一本原必须是永恒且不可变化的,而来自它的所有其他事物则必须是可生成且可毁灭的。而那些假定有多种质料本原的人,他们自己也假定了这些本原是永恒的;并且虽然情状与配置变化为由它们合成的事物,但它们自身彼此之间却是不可变化的。因为恩培多克勒曾说,被他假定为第一本原的四种元素中的任何一种,都不会彼此发生变化;因为它们是不可变化的。
- 2.11τί τοῦτο φήσας ἐπήγαγε τὴν κατὰ νόμον διάθεσιν καὶ τὴν τέχνην
短语 τί τοῦτο φήσας 直译为“说到这究竟是什么意思”,疑问代词 τί 与分词 φήσας 修饰主要动词 ἐπήγαγε(“附加了”),询问亚里士多德出于何种意图补充了这一表述。随后的 τὸ εἶδος λέγω τῆς κλίνης 是注疏者自身的解释性插入语(“我指的是床的形式”),与所附加的对象构成同位语关系。
- 2.13καὶ μεταβάλλειν μὲν καὶ τὰ πάθη καὶ τὰς διαθέσεις εἰς τὰ ἐξ αὐτῶν συγκείμενα, αὐτὰ μέντοι ἀμετάβλητα εἶναι εἰς ἄλληλα
这是间接引语中的“宾格加不定式”结构,承接前述主张多数质料本原者的论点。两组不定式的逻辑主语分别为 τὰ πάθη καὶ τὰς διαθέσεις(情状与配置)以及 αὐτά(诸本原自身),不定式 μεταβάλλειν 和 εἶναι 通过 μέν... μέντοι 形成对照。
