← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§211.16-212.27

本性定义的三种应用与实体的多重含义

斐洛波诺阐明了本性的定义(运动与静止的本原)如何分别适用于形式、质料与生成这三重含义,随后针对193a9讨论了质料自身的无规度性,并通过区分实体的三重含义(质料、形式与复合体)解决了将本性称作实体的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.10#4

οὕτως οὖν εἰ τὴν τῶν φυτῶν γένεσιν φύσιν φαμέν, δῆλον δήπου ὅτι τὸ εἶδος φύσις ἐστίν, εἴ γε ἐκ τοῦ τέλους πᾶσαι αἱ γενέσεις προσαγορεύονται. Τριχῶς οὖν τῆς φύσεως λεγομένης, τῆς μὲν πρώτης καὶ κυριώτατα τοῦ εἴδους, κατὰ δεύτερον δὲ λόγον τῆς ὕλης, καὶ τρίτον τῆς γενέσεως τῆς ἐπὶ τὸ εἶδος, δυνατὸν οὖν ἐπὶ ἑκάστου τούτων τὸν ὁρισμὸν τῆς φύσεως ἀποδοῦναι. ἔστι γὰρ καὶ ἡ ὕλη ἀρχὴ κινήσεως καὶ ἠρεμίας τὸν τρόπον τοῦτον. τοῦ γὰρ εἴδους ἀδιαιρέτου ὄντος κατὰ τὸν ἑαυτοῦ λόγον ἡ ὕλη διαιρέσεως αὐτῷ καὶ διαστάσεως αἰτία γίνεται, ἡ δὲ διάστασις κίνησίς ἐστιν, ἐπειδὴ δὲ διίστησι μὲν τὸ εἶδος, οὐκ ἐπ’ ἄπειρον δὲ διίστησιν ἀλλὰ μέχρι τινός, διὰ τοῦτο καὶ στάσεώς ἐστιν ἀρχή. καὶ τὸ εἶδος δὲ ἀρχή ἐστι κινήσεως καὶ ἠρεμίας. ἐπεὶ γὰρ οὐ πάντα τὰς αὐτὰς κινεῖται κινήσεις, ἀλλὰ ἄλλα ἄλλας (τὰ μὲν γὰρ πάσας κινεῖται τὰ δέ τινας, καὶ τὰ μὲν ταύτας τὰ δὲ ἄλλας), τούτου δὲ οὐχ ἡ ὕλη αἰτία (κοινὴ γὰρ πάντων ἡ ὕλη), εὔδηλον δήπου ὅτι τῆς διαφορᾶς τῶν κινήσεων τὸ εἶδός ἐστιν αἴτιον. εἰ δὲ κινήσεως αἴτιον τὸ εἶδος, καὶ στάσεως δηλονότι· οὐκ ἔστι γὰρ κίνησις ἄπειρος μία καὶ ἡ αὐτὴ τῷ ἀριθμῷ. καὶ ἡ ὁδὸς δ’ ἡ ἐπὶ τὸ εἶδος δύναται λέγεσθαι ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ἀρχὴ δ’ οὐχ ὡς αἰτία κινήσεως (αὐτὸ γὰρ κίνησίς ἐστιν), ἀλλὰ κατὰ μέρη,1 ὡς ἔχουσα ἐν ἑαυτῇ καὶ τὸ πρῶτον τῆς κινήσεως μόριον, αὐτὴν λέγω τὴν πρώτην βλάστην, καὶ τὸ τέλος τῆς κινήσεως, ἐν ᾗ τὸ φυτὸν ἀπολαβὸν τὸ τέλειον ἑαυτοῦ εἶδος ἠρέμησε λοιπὸν καὶ οὐκέτι ὡς γινόμενον ἐκινήθη. Δοκεῖ δὲ ἡ φύσις καὶ ἡ οὐσία τῶν φύσει ὄντων ἐνίοις εἶναι τὸ πρῶτον ἐνυπάρχον ἀρρύθμιστον καθ’ αὑτό, τουτέστιν ἡ ὕλη· τοῦτο γάρ ἐστι τὸ κατὰ τὸν ἑαυτοῦ λόγον ἀρρύθμιστον. ἡ γὰρ ὑποκειμένη ἑκάστῳ ὕλη, κἂν προσεχὴς ᾖ καὶ εἰδοπεποιημένη, ἀλλ’ οὖν ἀρρύθμιστός ἐστιν, ὡς πρὸς τὸ ἐπιγινόμενον εἶδος, οἷον τὰ ξύλα ὡς πρὸς τὸ τοῦ ἀβακίου καὶ τὸ τῆς κλίνης ἀρρύθμιστόν ἐστιν. ζητῆσαι δ’ ἄξιον πῶς ἀνωτέρω εἰπὼν ὅτι φύσιν ἔχειν ἐκεῖνα λέγεται “ὅσα τοιαύτην ἀρχὴν ἔχει, καὶ εἰσὶ ταῦτα πάντα οὐσίαι” (διὰ γὰρ τούτων οὐσίας μὲν δηλονότι τὰ τῇ φύσει ὑποκείμενα εἶναι λέγει, τὴν δὲ φύσιν οὐκ οὐσίαν, ἀλλ’ ἐν ὑποκειμένῳ τῇ οὐσίᾳ τὸ εἶναι ἔχειν), νῦν φησι δοκεῖ δ’ ἡ φύσις καὶ ἡ οὐσία τῶν φύσει ὄντων, ὡς εἰς ταὐτὸν ἄγων τῇ φύσει τὴν οὐσίαν. λέγω οὖν ὅτι ἄνω μὲν οὐσίαν ἐκάλει αὐτὸ τὸ αὐθυπόστατον σῶμα, νῦν δὲ τὸ εἶδος καθ’ ὃ ἑκάστη τῶν μερικῶν οὐσιῶν τὸ εἶναι ἔχει· τὸ γὰρ εἶναι ὕδατι οὐ καθό ἐστι σῶμα ὑπάρχει,2 ἀλλὰ καθὸ τοιάνδε ἰδέαν ἤγουν φύσιν ἔχει. οἶδε γὰρ αὐτὸς ὁ Ἀριστοτέλης πολλαχῶς τὸ τῆς οὐσίας ὄνομα· τριττὴν γὰρ εἶναί φησι τὴν μὲν κατὰ τὴν ὕλην, ὡς εἴ τις λέγοι οὐσίαν κλίνης τὰ ξύλα καὶ χαλκὸν τοῦ ἀνδριάντος, τὴν δὲ κατ’ εἶδος, ὡς ὅταν εἴπωμεν οὐσιῶσθαι τὸ πῦρ κατὰ τὸ θερμὸν καὶ ξηρόν, ἢ τὸ συναμφότερον, ὡς ὅταν εἴπωμεν σύνθετον εἶναι τὴν οὐσίαν τοῦ ἀνθρώπου ἐκ ψυχῆς καὶ σώματος. ἐνταῦθα γοῦν τὴν φύσιν οὐσίαν εἶπε τὴν κατὰ τὸ εἶδος, καθ’ ἣν ἕκαστον τὸ εἶναι ἔχει, πρότερον δὲ τὸ αὐθυπόστατον, τουτέστι τὸ σῶμα τὸ ἁπλῶς ὕλης λόγον ἔχον πρὸς τὰ τῶν στοιχείων εἴδη, ἢ καὶ τὸ εἰδοπεποιημένον σῶμα καὶ σύνθετον· ἐν τούτῳ γὰρ ἡ φύσις ἵδρυται.

因此,如果我们把植物的生成称为本性,那么既然一切生成都由其目的来称呼,形式显然就是本性。因此,在本性被以三种方式言说的情形下——第一种且最本原的含义指的是形式,在第二种说明中指的是质料,第三种指的是通向形式的生成——,把本性的定义赋予它们之中的每一个都是可能的。因为质料也是运动与静止的本原,其方式如下:形式在其自身的定义上是不可分割的,而质料则成为形式之分割与延伸的原因,而延伸乃是运动;但由于质料虽然延伸了形式,却并非无限制地延伸而是达到一定限度,因此它也是静止的本原。形式也是运动与静止的本原。因为既然并非所有事物都作同样的运动,而是不同的事物作不同的运动(有些事物作所有的运动,有些事物作某些运动,而有些事物作这些运动,有些事物作另一些运动),而质料并非这方面的原因(因为质料对于万物是共通的),显然,诸运动的差异的原因乃是形式。如果形式是运动的原因,显然它也是静止的原因;因为并不存在在数量上为一且同一的无限运动。通向形式的道路也可以被称为运动与静止的本原,但称其为本原并非作为运动的原因(因为其自身就是运动),而是按部分而言的,因为它自身包含着运动的最初部分(我指的是最初的萌芽本身),也包含着运动的终点,在其中植物获得了自身完满的形式,随后便静止下来,不再作为生成之物而运动。“在某些人看来,本性以及自然存在物的实体乃是原初内在的、就其自身而言无规度之物”,也就是说,是质料;因为这正是依其自身说明而言是无规度的。因为作为底层承载着每一事物的质料,即使它是直接的且已被赋予形式的,然而相对于后生的形式而言,它仍然是无规度的,正如木材相对于算盘的形式和床的形式而言是无规度的一样。然而值得探究的是,既然他在上面曾说,凡“具有这样一种本原的事物,便被说成是具有本性,并且这些全都是实体”(因为通过这些话,他显然是说在底层承载本性之物是实体,而本性并不是实体,而是在实体这底层中具有其存在),现在却说“然而本性以及自然存在物的实体似乎〔……〕”,仿佛把实体等同于本性一样,这究竟是怎么回事呢?对此我说,上面他是将那自立的物体自身称为实体,而现在则是将每一特定实体依之获得其存在的形式称为实体;因为对于水而言,其作为水而存在并非在于它是物体,而是在于它具有这样一种相,即本性。因为亚里士多德自己也知道实体这个名称有多重含义;因为他说实体有三种:一种是依质料而言的,正如有人说床的实体是木材、雕像的实体是青铜;另一种是依形式而言的,正如当我们说火是依干热而成为实体时那样;再或者是由二者结合而成的复合体,正如当我们说人的实体是由灵魂与肉体复合而成时那样。无论如何,在这里他把本性称为依形式而言的实体,每一事物都依这种实体而具有其存在;而在先前,他则是把自立之物,即相对于各元素形式而言纯粹具有质料地位的物体,或者也即被赋予形式的复合体物体称为实体;因为本性正是安立于这复合体之中的。

语法注2 条
  1. 2.10ἀρχὴ δ’ οὐχ ὡς αἰτία κινήσεως (αὐτὸ γὰρ κίνησίς ἐστιν), ἀλλὰ κατὰ μέρη

    在解释通向形式的“道路”(即生成)何以被称为运动与静止的本原时,οὐχ ὡς αἰτία κινήσεως(并非作为运动的原因)与 ἀλλὰ κατὰ μέρη(而是按部分而言)形成对比。生成本身就是运动,因而不能作为自身运动的原因,它被称为本原乃是因为其自身的过程涵盖了起始部分(萌芽)和终点部分(形式圆满导致的静止)。

  2. 2.10τὸ γὰρ εἶναι ὕδατι οὐ καθό ἐστι σῶμα ὑπάρχει

    主语为带有与格的本质表达 τὸ εἶναι ὕδατι(对水而言的存在/作为水而存在),相当于亚里士多德式的本质定义构型(类似于 τὸ τί ἦν εἶναι)。谓语动词为 ὑπάρχει,全句结构为“[作为水而存在]并不在于它是物体”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:211.16-212.27