- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:210.5-211.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺反用安提丰关于生成中留存之物的论证来表明形式才是本性,并进而从本性的第三种含义——即生成过程乃是由作为其目的之形式来命名的——论证了形式是本性。
εἰ γὰρ ἐπειδὴ μὴ τὸ γινόμενον ἐκ τῆς κλίνης κλίνη ἐστὶν ἀλλ’ ἦν τῆς κλίνης ὕλη τὸ ξύλον, διὰ τοῦτο ἡ ὕλη φύσις ἐστίν, ἐπειδὴ καὶ τὸ ἐξ ἀνθρώπου γινόμενον ἄνθρωπός ἐστι καὶ οὐχ ἡ τοῦ ἀνθρώπου ὕλη, δῆλον ἄρα ὅτι τὸ εἶδός ἐστιν ἡ φύσις· τοῦτο γάρ ἐστι τὸ γινόμενον, ὥσπερ ἐπὶ τῆς κλίνης ἡ ὕλη. συμβαίνει οὖν ὅσον ἐκ τῶν λόγων τούτων ἢ ἀμφότερα εἶναι φύσιν, καὶ τὸ εἶδος καὶ τὴν ὕλην, ἢ μηδὲ ἕτερον· ὥστε ἢ καὶ ἡμῖν συγχωρησάτωσαν τὸ εἶδος φύσιν δεικνύουσιν, ἢ μηδὲ αὐτοὶ τὴν ὕλην φύσιν λεγέτωσαν· διὰ τῶν αὐτῶν γὰρ ἀμφοτέροις ἡ ἐπιχείρησις. ἀμφότερα μὲν οὖν φύσιν λέγειν ἀδύνατον· οὐ γὰρ δὴ ἐπ’ ἄλλων μὲν ἡ ὕλη φύσις ἂν εἴη, ἐπ’ ἄλλων δὲ τὸ εἶδος· δεῖ γὰρ καθ’ ἓν καὶ τὸ αὐτὸ ἐπὶ πάντων εἶναι τὴν φύσιν· τίς γὰρ ἡ ἀποκλήρωσις τούτοις μὲν τὴν ὕλην φύσιν εἶναι, ἄλλοις δὲ τὸ εἶδος;1 ἔοικεν οὖν ὅσον ἐπὶ τούτοις μηδέτερον εἶναι φύσις· οὔτε γὰρ ἄμφω δυνατὸν διὰ τὰ νῦν εἰρημένα, οὔτε θάτερον μόνον διὰ τὴν ἐπιχείρησιν· ὅσον γὰρ ἐπ’ αὐτῇ, ἀμφότερα ἔσται, τοῦτο δὲ ἀδύνατον· οὐδὲν ἄρα τούτων φύσις. ἀλλ’ ἡμεῖς φαμεν ὅτι τῷ ὄντι οὐκ ἔστι φύσις τὸ τεχνητὸν εἶδος, καὶ διὰ τοῦτο, ἐπεὶ μὴ φύσις ἐστίν, οὐδὲ γίνεται ἐκ τῆς κλίνης κλίνη, τὸ μέντοι ξύλον εἶδος ὂν φυσικὸν καὶ οὐχ ὕλη εἰκότως ξύλον ποιεῖ· ὥστε εἰ ἐκ τούτου στοχάζονται ὅτι ἡ ὕλη φύσις, ἐκ τοῦ τὸ γινόμενον μὴ τὸ εἶδος εἶναι ἀλλὰ τὴν ὕλην, ὡς ἐπὶ τῶν τεχνητῶν ἔχει, ἐπειδὴ δέδεικται καὶ ἡμῖν ὅτι τὸ εἶδός ἐστι τὸ γινόμενον ἐξ εἴδους (εἶδος γὰρ ὁ ἄνθρωπος καὶ ὁ ἵππος καὶ οἱ καρποὶ πάντες, γίνεται δὲ ἄνθρωπος ἐξ ἀνθρώπου καὶ σῖτος ἐκ σίτου καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως), τὸ εἶδος ἂν εἴη φύσις καὶ οὐχ ἡ ὕλη· τοῦτο γάρ ἐστι τὸ γεννητικὸν καὶ τὸ γεννώμενον. ὥστε τοῦτο μόνον ἂν εἴη φύσις καὶ ἐξ ὧν ἐκεῖνοι κατασκευάζειν ἐπεχείρησαν, ὅτι ἡ ὕλη φύσις· διὰ τοῦτο γὰρ καὶ ἡ κλίνη οὐ γεννᾷ κλίνην ἀλλὰ ξύλον, ἐπειδὴ ἡ μὲν κλίνη οὐκ ἔστι φυσικὸν εἶδος ἀλλὰ τεχνητόν, τὸ δὲ ξύλον τῆς μὲν κλίνης ὕλη ἐστὶν ὡς τεχνητή, αὐτὸ δὲ καθ’ αὑτὸ φυσικόν ἐστιν εἶδος, ὥσπερ ἄνθρωπος καὶ σῖτος καὶ τὰ λοιπά. Τρίτον τῆς φύσεώς ἐστι σημαινόμενον τὸ ἐπὶ τῆς γενέσεως καὶ τῆς ὁδοῦ τῆς ἐπὶ τὸ εἶδος (τὴν γὰρ βλάστην καὶ ἔκφυσιν τῶν καρπῶν φύσιν καλεῖν εἰώθαμεν), ἐξ οὗ πάλιν δείκνυται, ὅτι τὸ εἶδός ἐστι φύσις, οὐχ ἡ ὕλη. πᾶσα γὰρ γένεσις παρωνύμως ἀπὸ τοῦ εἴδους ἐφ’ ὃ κινεῖται τὴν ἐπωνυμίαν ἔχει· λεύκανσιν γὰρ λέγομεν τὴν ἐπὶ λευκότητα ὁδόν, ἐκ τοῦ τέλους ἐφ’ ὃ ἡ κίνησις ὀνομάζοντες τὴν ὁδόν, καὶ οὐκ ἐξ οὗ κεκίνηται μέλανσιν. ὁμοίως δὲ καὶ τὴν ἐπὶ θερμότητα ὁδὸν θέρμανσιν. καὶ ἐπὶ τῆς γενέσεως οὖν τῶν φυτῶν ἀπὸ τοῦ τέλους ἡ γένεσις κληθήσεται. ἐπεὶ οὖν ἐπὶ φύσιν σπεύδει, οὐκ ἠδυνήθη δὲ παρωνύμως ὠνομάσθαι φύσανσις διὰ τὴν κακοφωνίαν, ὁμωνύμως τῷ τέλει φύσις ἐκλήθη.2 δῆλον οὖν καὶ ἐντεῦθεν, ὅτι τὸ εἶδος φύσις· εἰ γὰρ ἐπὶ εἶδος κινεῖται, αἱ δὲ κινήσεις ἐκ τῶν τελῶν καλοῦνται, καλεῖται δ’ ἡ κίνησις αὕτη φύσις, δῆλον ὅτι ἐπειδὴ εἰς φύσιν ὁδεύει, ὁδεύει δὲ ἐπὶ εἶδος, τὸ εἶδος ἄρα φύσις. καθόλου γάρ, ὡς εἶπον, πᾶν τὸ γινόμενον τοῦτο καλεῖται ἐφ’ ὃ τὴν γένεσιν ἔχει, καὶ οὐκ ἀφ’ οὗ· βάθρον γὰρ λέγεται ὑπὸ τοῦ τέκτονος γενέσθαι καὶ οὐ ξύλον, ὅταν σχηματίζηται εἰς βάθρον, καὶ ὅταν τὸ ὕδωρ μεταβάλλῃ εἰς ἀέρα, ἀέρα φαμὲν γίνεσθαι καὶ οὐχ ὕδωρ, καὶ ἐξαέρωσιν τὸ τοιοῦτον παρωνύμως λέγομεν.
因为如果说,由于从床中所产生出来的不是床,而木材曾是床的质料,因此质料就是本性;那么既然由人所产生出来的也是人而不是人的质料,显然形式就是本性;因为这正是所产生出来的东西,正如质料在床的情形中那样。由此推论,就这些论据而言,结果要么二者都是本性——即形式与质料都是——要么二者都不是。因此,要么让他们向证明形式是本性的我们让步,要么他们自己也不要称质料为本性;因为对双方而言,论证依据的是同样的前提。称二者都是本性固然是不可能的;因为质料绝不可能在某些事物上是本性,而在另一些事物上形式是本性;因为在一切事物上,本性必须依循同一且不可分的事理;因为有什么根据去武断判定质料对于这些事物是本性,而形式对于另一些事物是本性呢?因此看来,就这些而言,二者都不是本性;因为由于刚才所说的理由,二者皆是乃是不可能的,而由于论证的缘故,仅有其中之一也是不可能的;因为就论证而言,二者都将是,但这是不可能的;因此这些中没有一个是本性。然而我们说,实际上人工的形式并不是本性,因此,既然它不是本性,从床中也就不会产生出床,然而木材由于是自然形式而非质料,自然会产生出木材;因此,即使他们根据这一点——即根据所产生出来的不是形式而是质料,正如在人工制品中所表现的那样——来推测质料是本性,既然我们也已经证明由形式所产生出来的是形式(因为人、马以及一切果实都是形式,而人由人生出,谷物由谷物生出,在其余事物上也是同样),那么应当是形式而非质料才是本性;因为这正是生育者以及所生育出的东西。因此,即使根据他们试图确立质料是本性的那些理由,也唯有这[形式]才会是本性;因为正是为此,床不生床而生木材,乃是因为床并不是自然形式而是人工形式,而木材虽作为人工〔质料〕是床的质料,其自身而言却是一个自然形式,正如人、谷物及其余事物一样。 本性的第三种含义是关乎生成以及通向形式之道路的含义(因为我们惯常把果实的萌生和抽芽称为本性),由这一点也再次表明,形式是本性,而不是质料。因为一切生成都派生地从它向之运动的形式那里获得名称;因为我们把通向白色的道路称为变白,乃是从运动所朝向的目的来命名这条道路,而不是从运动所离开的起点称为变黑。同样,通向热的道路也被称为加热。因此,在植物的生成上,生成也将由目的来命名。那么,既然它急迫地奔向本性,却因音调不协而无法派生地被称为“本性化”,便与目的同名地被称为了“本性”。由此也显然可知,形式就是本性;因为如果它是向形式运动,而诸运动由其目的来命名,且这一运动被称为本性,那么显然,既然它走向本性,并且走向形式,因此形式就是本性。因为正如我所说的,总的来说,一切生成之物都是依据它生成所朝向之物来称呼的,而不是依据它所由之物;因为由木匠所生成的被说成是长凳而不是木材,当它被塑造成为长凳时;而当水转化为空气时,我们说是空气生成而不是水生成,并且我们派生地将这一过程称为气化。
- 2.10τίς γὰρ ἡ ἀποκλήρωσις τούτοις μὲν τὴν ὕλην φύσιν εἶναι, ἄλλοις δὲ τὸ εἶδος;
ἀποκλήρωσις 指抽签式的决定,引申为缺乏合理解释的武断选择或分配。随后的与格 τούτοις μὲν ... ἄλλοις δὲ ... 表示对比性的受词对象,与带不定词的宾格结构(τὴν ὕλην φύσιν εἶναι 以及省略的[τὸ εἶδος φύσιν εἶναι])相连。
- 2.10οὐκ ἠδυνήθη δὲ παρωνύμως ὠνομάσθαι φύσανσις διὰ τὴν κακοφωνίαν, ὁμωνύμως τῷ τέλει φύσις ἐκλήθη
此处对比了 παρωνύμως(派生地,即通过派生词缀构词)与 ὁμωνύμως(同名地,即共用同一名称)。变白(λεύκανσις)和加热(θέρμανσις)由白色与热派生而来,而本性本应派生出 φύσανσις(本性化),但因音调拗口(κακοφωνία),遂与目的共用同一名称 φύσις。
