- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:208.29-210.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯对亚里士多德关于形式相较于质料更是本性的论述进行注释,将其梳理为三条论证:技艺的类比、获得形式时事物的命名结构,以及对安提丰反向利用的代际生成论证(人由人所生)。
Ὅτι μὲν οὖν ἡ ὕλη φύσις, οὕτω δεδείχθω, ὅτι δὲ τὸ εἶδος φύσις μᾶλλον τῆς ὕλης, διὰ πλειόνων ἐπιχειρημάτων ἀποδείκνυσι, καὶ πρῶτον μὲν ἐκ τοῦ κατὰ τὰς τέχνας παραδείγματος. τότε, φησίν, ἕκαστον τῶν τεχνητῶν λέγεται εἶναι καὶ ἔχειν τὴν ἑαυτοῦ τέχνην, ὅταν ἐνεργείᾳ ᾖ τοιοῦ- τον οἷον καὶ λέγεται, οὐχ ὅταν δυνάμει. λέγεται γὰρ τὴν τέχνην τοῦ ἀνδριάντος ἔχειν ἢ τῆς κλίνης οὐ τὸ δυνάμει ἀνδριὰς ἢ τὸ δυνάμει κλίνη, οἷον ὁ χαλκὸς ὅς ἐστιν ὕλη τοῦ ἀνδριάντος, ἢ τὸ ξύλον ὅπερ ἐστὶν ὕλη τῆς κλίνης· οὐ γὰρ ἐπειδὴ τὸ ξύλον δυνάμει ἐστὶ κλίνη, τὴν τέχνην φαμὲν αὐτὸ ἔχειν τὴν τῆς κλίνης, ἀλλ’ ὅταν ἀπολάβῃ τὸ τῆς κλίνης εἶδος, τότε λέγεται ἔχειν τὴν τῆς κλίνης τέχνην. ὡσαύτως καὶ ὁ χαλκὸς ὅταν ἀπολάβῃ τὸ εἶδος τοῦ ἀνδριάντος, τότε ἔχει τὴν τέχνην τὴν ἀνδριάντος, οὐχ ὅταν δυνάμει ᾖ ἀνδριάς, καὶ τὴν γραμματικὴν δὲ τέχνην ἀπειληφέναι λέγεται οὐχ ὁ δυνάμει γραμματικὸς ὤν, ἀλλ’ ὁ ἐνεργείᾳ. ὥσπερ οὖν ἐπὶ τῶν τεχνητῶν οὐ τῆς ὕλης κατηγορεῖται ἡ τέχνη (τὸ γὰρ δυνάμει ὕλη ἐστὶ τοῦ ἐνεργείᾳ), ἀλλὰ τοῦ εἴδους, οὕτω δήπου καὶ ἐπὶ τῶν φυσικῶν οὐ τῆς ὕλης κατηγορηθήσεται ἡ φύσις, ἀλλὰ τοῦ εἴδους· εἰ γὰρ λέγεται ἀνθρώπου φύσις καὶ ἵππου φύσις, οὐ δήπου τὸ δυνάμει ἄνθρωπος ἢ τὸ δυνάμει ἵππος ἔχοι ἂν τὴν τοῦ ἀνθρώπου ἢ τοῦ ἵππου φύσιν, ἀλλ’ ὁ ἐνεργείᾳ ἄνθρωπος καὶ ἀπειληφὼς τὸ τοῦ ἀνθρώπου εἶδος. καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. εἰ δὲ τοῦτο, τὸ εἶδος ἂν εἴη ἡ φύσις ἡ ἑκάστου. δεύτερον ἐπιχείρημα τίθησι τοιοῦτον. τότε, φησίν, ἕκαστον λέγεται εἶναι τοιοῦτον, ὅταν ἀπολάβῃ τὴν ἑαυτοῦ φύσιν, λέγεται δὲ ἄνθρωπος εἶναι ὁ ἀπειληφὼς τὸ τοῦ ἀνθρώπου εἶδος· ἔοικεν ἄρα τὸ εἶδος φύσις εἶναι ἑκάστου. καὶ ἔστιν ὁ συλλογισμὸς ἐν τρίτῳ σχήματι οὕτω· τότε λέγεται ἕκαστον εἶναι, ὅταν ἔχῃ τὸ ἑαυτοῦ εἶδος· τότε λέγεται ἕκαστον εἶναι, ὅταν ἔχῃ τὴν ἑαυτοῦ φύσιν· τὶ ἄρα εἶδος φύσις ἐστί. καὶ ἔστιν ἐνταῦθα τὸ μερικὸν οὐ δι’ ἑαυτό, ἀλλὰ διὰ τὸ καθόλου ἀληθεῦον.1 συλλογίσαιο δ’ ἂν καὶ οὕτως· οὗ τῇ παρουσίᾳ τὰ φύσει ὄντα ἐστὶ τοῦτό ἐστι φύσις, τῇ δὲ τοῦ εἴδους παρουσίᾳ τὰ φύσει ὄντα ἐστί, τὸ εἶδος ἄρα φύσις ἐστί. τοῦτο δὲ τὸ ἐπιχείρημα τῷ πρώτῳ ταὐτόν ἐστι· κἀκεῖ γὰρ ἔλεγεν ὅτι, ὥσπερ τὸ τεχνητὸν ὅταν ἀπολάβῃ τὸ ἑαυτοῦ εἶδος τότε ἔχει τὴν ἑαυτοῦ τέχνην, οὕτω καὶ τὸ φυσικὸν ὅταν ἀπολάβῃ τὸ ἑαυτοῦ εἶδος τότε ἔχει τὴν φύσιν, καὶ ἐνταῦθα δὲ τὸ αὐτὸ λέγεται, ὅτι ἕκαστον λέγεται τοιοῦτον εἶναι, ὅταν ἀπολάβῃ τὸ ἑαυτοῦ εἶδος. ἀλλ’ οἱ ἐξηγηταὶ διαιροῦσι τὰ ἐπιχειρήματα, καίτοι οὐδ’ αὐτὸς ὁ Ἀριστοτέλης φαίνεται σαφῶς διαιρῶν ταῦτα, ἀλλ’ ὡς ἓν προάγων. τὸ δὲ τρίτον ἐπιχείρημα, ὃ τίθησιν, ἀπάντησίς ἐστι τοῦ ἐπιχειρήματος, δι’ οὗ τὴν ὕλην φύσιν λέγουσι· δι’ ὧν γὰρ κατεσκεύασαν ὅτι ἡ ὕλη φύσις, διὰ τῶν αὐτῶν καὶ αὐτὸς κατασκευάζει, ὅτι τὸ εἶδος φύσις. ὅσον γάρ, φησίν, ἐπὶ τῷ ἐπιχειρήματι, δι’ οὗ ἐδείξατε τὴν ὕλην φύσιν,2 δειχθήσεται καὶ τὸ εἶδος οὐδὲν ἧττον φύσις· εἰ γὰρ διότι ἐκ κλίνης οὐ γέγονε κλίνη ἀλλὰ ξύλον, ὅπερ ἦν ὕλη τῆς κλίνης, διὰ τοῦτο, ὡς ὑπομένουσαν τὴν ὕλην τῆς κλίνης ἐν τῷ γινομένῳ, τὴν ὕλην φύσιν εἶναί φασιν, ἐπειδὴ γίνεται καὶ ἄνθρωπος ἐξ ἀνθρώπου, καὶ ἔστι τὸ εἶδος ὁ ἄνθρωπος, τοῦτο ἂν εἴη φύσις.
那么,质料是本性这一点就算作这样被证明了吧;但是形式比质料毋宁更是本性,这一点他通过多条论证来证明,首先是从基于诸技艺的例证来证明。他说,每一件人工制品,乃是在它现实上就是所被称作的那样的事物时,才被说成是并且具有它自身的技艺,而不是在它潜在上是的时候。因为被说成具有铜像的技艺或床的技艺的,并不是潜在的铜像或潜在的床,例如作为铜像质料的青铜,或作为床之质料的木材;因为我们并不是由于木材潜在地是床,就说它具有床的技艺,而是在它获得了床的形式时,那时才被说成具有床的技艺。同样,青铜也是在获得了铜像的形式时,那时才具有铜像的技艺,而不是在它潜在地是铜像的时候;被说成掌握了语法技艺的,也不是潜在的文法家,而是现实中的文法家。因此,正如在人工制品上,技艺不是被述谓于质料(因为潜在者就是现实者的质料),而是被述谓于形式,同样,毫无疑问在自然物上,本性也将不是被述谓于质料,而是被述谓于形式;因为如果人们说到人的本性和马的本性,那么具有人的本性或马的本性的,绝不应当是潜在的人或潜在的马,而是现实的人以及获得了人的形式者。而在其他事物上也是同样。如果这是真的,形式就应当是每一事物的本性。他提出的第二条论证是这样的。他说,每一事物都是在获得了它自身的本性时,才被说成是如此这般的;但是被称为人的是获得了人的形式者;因此看来形式就是每一事物的本性。而其三段论在第三格中是这样的:每一事物在具有其自身的形式时,被说成存在;每一事物在具有其自身的本性时,被说成存在;因此,某种形式是本性。在这里,特称结论之所以为真并不是由于其自身,而是由于全称命题。人们也可以这样来进行推论:凡因其临在而使得依本性存在之物得以存在者,这就是本性;然而依本性存在之物是因形式的临在而存在的;因此形式是本性。但是这一论证与第一条论证是相同的;因为在那里他也曾说过,正如人工制品在获得了它自身的形式时才具有它自身的技艺,同样自然物也是在获得了它自身的形式时才具有本性;而在这里所说的也是同一回事,即每一事物在获得了它自身的形式时才被说成是如此这般的。然而注解家们却区分了这些论证,尽管亚里士多德本人似乎并未明确区分它们,而是作为一条来推进的。他所提出的第三条论证,是对他们借以将质料称为本性的那条论证的回应;因为借着他们确立质料是本性的那些理由,他自己也同样确立形式是本性。他说,因为就你们借以表明质料是本性的那条论证而言,形式也将同样被表明是本性;因为,如果他们由于从床中所产生出来的不是床而是木材(这曾是床的质料),就因此主张质料是本性,理由是床的质料在生成物中持久留存,那么,既然人也是由人所生成的,并且形式就是人,这〔形式〕就应当是本性。
- 2.10καὶ ἔστιν ἐνταῦθα τὸ μερικὸν οὐ δι’ ἑαυτό, ἀλλὰ διὰ τὸ καθόλου ἀληθεῦον.
第三格三段论(Darapti)在形式上只能得出特称命题(τὸ μερικόν)结论,即“某种形式是本性”(τὶ ἄρα εἶδος φύσις ἐστί)。注解者在此说明,这一特称结论之所以为真(ἔστιν ... ἀληθεῦον),并不单纯由于其自身的个别性(οὐ δι’ ἑαυτό),而是由于其背后的关于形式的全称命题(διὰ τὸ καθόλου)。
- 2.10ὅσον γάρ, φησίν, ἐπὶ τῷ ἐπιχειρήματι, δι’ οὗ ἐδείξατε τὴν ὕλην φύσιν
短语“ὅσον ἐπί + 与格”为常见惯用表达,意为“就……而言”或“依据……的基准”。在此处表示“就你们用以证明质料是本性的那条论证而言”。
