← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§207.15-208.29

安提丰的论证与作为本性的质料

菲洛波庞论述了将质料视作本性的观点,重构了安提丰关于埋藏床榻的思考实验以及技艺与本性的类比,阐明在变化中持久留存的基底性质料相较于形式毋宁更是本性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.10#1

" Δοκεῖ δὲ ἡ φύσις καὶ ἡ οὐσία τῶν φύσει ὄντων ἐνίοις εἶναι τὸ πρῶτον ἐνυπάρχον ἑκάστῳ ἀρρύθμιστον καθ’ αὑτό.1" Εἰπὼν τί ποτέ ἐστιν ἡ φύσις, διαλεχθεὶς δὲ καὶ περὶ τῶν παρωνύμως ἀπὸ τῆς φύσεως λεγομένων τί τὸ ἔχον φύσιν τί τὸ φύσει τί τὸ κατὰ φύσιν, ἐντεῦθεν ζητεῖ πότερον μοναχῶς ἡ φύσις λέγεται ἢ πλεοναχῶς. καί φησιν ὅτι τριχῶς λέγεται ἡ φύσις· λέγεται γὰρ καὶ τὸ πρῶτον ἑκάστῳ ὑποκείμενον φύσις, ὡς τοῖς περὶ Ἀντιφῶντα δοκεῖ καὶ τοῖς παλαιοτέροις τῶν φυσικῶν, οἵτινες τὴν ὕλην ἑκάστου φύσιν ἑκάστου εἶναι ἔλεγον· λέγεται καὶ τὸ εἶδος ἑκάστου φύσις, ὡς τῷ Ἀριστοτέλει καὶ τῷ ὀρθῷ λόγῳ δοκεῖ· λέγεται δὲ κατὰ τρίτον σημαινόμενον καὶ ἡ γένεσις καὶ ἡ ὁδὸς ἡ ἐπὶ τὸ εἶδος φύσις. δοκεῖ οὖν, φησίν, ἡ ὕλη τισὶ μᾶλλον εἶναι φύσις· κατεσκεύαζε γοῦν Ἀντιφῶν τοῦτο τοῦτον τὸν τρόπον, ὅτι τὸ ἐν ἑκάστῳ ὑποκείμενον καὶ μὴ ἄλλοτε εἰς ἄλλο μεταβάλλον τοῦτό ἐστιν ἡ ἑκάστου φύσις, τὰ δὲ ἄλλα καθ’ ἃ μεταβάλλει γινόμενα καὶ φθειρόμενα πάθη τούτου εἰσὶ καὶ οὐ φύσις. οὕτως οὖν τοῦ μὲν ἀνδριάντος φύσις οὐ τὸ σχῆμα, ἀλλ’ ὁ χαλκός, καὶ τῆς κλίνης τὸ ξύλον, διότι τὸ μὲν σχῆμα πάθος τί ἐστι γινόμενον καὶ ἀπογινόμενον, ὁ δὲ χαλκὸς καὶ τὸ ξύλον ἀεὶ μένει. σημεῖον δὲ τοῦ τὸ ξύλον φύσιν εἶναι τῆς κλίνης ὁ Ἀντιφῶν ἔλεγεν, ὅτι ἐὰν κατορύξῃς κλίνην καὶ σαπῇ, εἶτα τὴν γεννητικὴν δύναμιν ἡ σηπεδὼν λάβοι, οὐκ ἂν βλαστήσειε κλίνην, ἀλλὰ ξύλον,2 ὡς δὴ τοῦ μὲν σχήματος τῆς κλίνης πάθους τινὸς ὄντος, φύσεως δὲ τοῦ ξύλου, ὅπερ ἐστὶν ἡ ὕλη τῆς κλίνης· τὸ γὰρ ἐν ἑκάστῳ γεννητικὸν καὶ κινητικὸν τοῦτό ἐστιν ἡ φύσις ἑκάστου. ὃ δὲ ἐπὶ τῶν τεχνητῶν συμβαίνει, τοῦτο καὶ ἐπὶ τῶν φυσικῶν, ἐπειδὴ μιμεῖται τὴν φύσιν ἡ τέχνη. ὥσπερ οὖν ἐπὶ τῶν τεχνητῶν εὕρομεν ὅτι φύσις ἑκάστου ἐστὶν οὐ τὸ εἶδος, ἀλλ’ ἡ ὕλη, διὰ τὸ τὴν μὲν ὑπομένειν, τὴν ὕλην, τὸ δὲ εἶδος οὔ, οὕτω δήπου καὶ ἐπὶ τῶν φυσικῶν ἂν εἴη ἡ μὲν ἑκάστου ὕλη φύσις, πάθος δὲ τὸ εἶδος. ὥστε εἰ καὶ ἡ τῆς κλίνης ὕλη, τὸ ξύλον λέγω, μὴ ἔστιν ἁπλοῦν τι πρᾶγμα, ἀλλὰ σύγκειται ἐξ ὑποκειμένου καὶ εἴδους, καὶ πέπονθε τὸν αὐτὸν λόγον ὅνπερ τὸ ξύλον πρὸς τὴν κλίνην,3 τὸ μὲν ὑποκείμενον καὶ ἡ ὕλη τοῦ ξύλου φύσις αὐτοῦ ἂν εἴη, εἴτε ὕδωρ εἴη τοῦτο εἴτε γῆ εἴτε ὁτιδήποτε ἄλλο, τὸ δὲ τοῦ ξύλου εἶδος πάθος τι τῶν γινομένων καὶ ἀπογινομένων, διότι μεταβάλλοι ἂν τὸ ὑποκείμενον, τὸ ξύλον, εἰς ἕτερον εἶδος, οἷον ἡ γῆ. ὥστε εἰ τὸ μὲν ὑπομένει, τὰ δ’ εἴδη μεταβάλλουσιν εἰς ἄλληλα, τὸ δὲ ὑπομένον φύσις ἂν εἴη μᾶλλον ἢ τὸ μεταβάλλον, ἔοικε καὶ τῶν φυσικῶν ἡ ὕλη μᾶλλον εἶναι φύσις ἢ τὸ εἶδος. διὰ τοῦτο γοῦν, φησίν, ὅπερ ἑκάστῳ ἔδοξεν ὑλικὸν εἶναι αἴτιον τῶν πραγμάτων, εἴτε ἓν εἴτε πλείω, τοῦτο τὴν φύσιν εἶναι τῶν ὄντων ἔθετο, καὶ τοῦτο μὲν ὑπομένειν, τὰ δ’ εἴδη ἄλλοτε ἄλλο ἐπιγίνεσθαι. εἰ οὖν καέντος τοῦ ξύλου ὑπομένει ἡ τέφρα ἥτις ἐστὶ γῆ, ἔοικεν ἡ γῆ φύσις εἶναι τῶν ξύλων, καὶ τῶν τηκτῶν μετάλλων τὸ ὕδωρ, διότι ἐν τῇ τήξει ὑπομένει τὸ ὕδωρ. καὶ τὸ ὕδωρ δ’ εἰ μὴ ἔστιν ἁπλοῦν, ἀλλ’ εἰ τυχὸν ὑποκείμενον ἔχει τὸν ἀέρα, οὗτος ἂν αὐτοῦ εἴη φύσις, διότι ἐν τῇ φθορᾷ τοῦ ὕδατος οὗτος ὑπομένει. ὥστε ὅσοι μὲν ἓν τὸ ὑλικὸν αἴτιον εἰρήκασιν, εἴτε ἀέρα εἴτε ὕδωρ εἴτε ὁτιδηποτοῦν οὖν ἄλλο, τοῦτο εἶναι καὶ τὴν φύσιν τῶν ὄντων ἀπεφήναντο, ὅσοι δὲ πλείω, πλείονα.

“在某些人看来,依本性存在之物的本性和实体,乃是内在存在于每一事物之中的第一者,依其自身而言是没有形状的。” 在说明了本性究竟是什么,并且讨论了依本性同源衍生地被言说的事物——什么是具有本性者,什么是依本性者,什么是顺应本性者——之后,他从这里开始探究,本性是以单一方式被言说,还是以多种方式被言说。他说本性有三种言说方式:因为每一事物中最初的基底层也被称为本性,正如安提丰一派以及较早的自然哲学家所认为的,他们主张每一事物的质料就是每一事物的本性;每一事物的形式也被称为本性,正如亚里士多德和正确的理性所认为的;而按照第三种意义,生成以及通往形式的道路也被称为本性。因此他说,在某些人看来,质料毋宁更是本性。安提丰至少曾以此种方式确立这一点:在每一事物中处于基底且不会在不同时间转变成另一事物的东西,这才是每一事物的本性;而它据以变化的、处于生成与毁灭之中的其他事物,则是这基底者的受动状态,而非本性。因此照此说来,铜像的本性不是外形,而是青铜;床的[本性]则是木材;因为外形是一种生成与消逝的受动状态,而青铜和木材则始终保持着。作为木材是床之本性的证据,安提丰曾说,如果你把一张床埋入土中,让它腐烂,接着腐烂物获得了生殖能力,它萌发出来的不会是床,而是木材;其理由在于,床的外形是一种受动状态,而本性则是木材,即床的质料;因为每一事物中具有生殖和运动能力的东西,这才是每一事物的本性。而在人工制品上发生的事情,在自然物上也同样发生,因为技艺模仿本性。正如在人工制品上我们发现每一事物的本性不是形式而是质料,因为质料这一方持久留存,而形式并不留存,同样,毫无疑问在自然物上也应当是每一事物的质料为本性,而形式则是受动状态。因此,即使床的质料——我指的是木材——并非某种单纯的事物,而是由基底层和形式复合而成,并且承受着木材相对于床所具有的同一关系,那么处于基底者即木材的质料也应当是它的本性,无论这是水、土还是其他任何东西;而木材的形式则是那些生成与消逝的受动状态之一,因为基底层即木材能够转变成另一种形式,例如土。因此,如果一方持久留存,而诸形式相互转变,且持久留存者相较于转变者毋宁更是本性,那么看来在自然物上,质料也比形式毋宁更是本性。他说,正因如此,凡在每个人看来是事物的质料因的东西,无论是一种还是多种,他们就把它设定为存在者的本性,并认为这一方持久留存,而诸形式则在不同时间相继发生。因此,如果木材燃烧后留存下来的是灰烬即土,看来土就是木材的本性;而在可熔金属中则是水,因为在熔化中留存下来的是水。而水如果也不是单纯的,而是碰巧以空气为基底层,这空气就应当是它的本性,因为在水的毁灭中留存下来的是它。因此,凡是将质料因说成是一个的人,无论是空气、水还是其他任何东西,都断言这也是存在者的本性;而凡是将质料因说成是多个的人,就断言多个事物是本性。

语法注3 条
  1. 2.10ἀρρύθμιστον καθ’ αὑτό

    在引文(lemma)中,ἀρρύθμιστον 为宾格中性单数,作先行名词短语 τὸ πρῶτον ἐνυπάρχον ἑκάστῳ 的同位修饰或谓词性修饰(意为“依其自身未被赋形的/没有形状的”)。

  2. 2.10ἐὰν κατορύξῃς κλίνην καὶ σαπῇ, εἶτα τὴν γεννητικὴν δύναμιν ἡ σηπεδὼν λάβοι, οὐκ ἂν βλαστήσειε κλίνην, ἀλλὰ ξύλον

    该句以间接引语转述安提丰的假想论证。从句前半部分以 ἐάν 搭配连接式(κατορύξῃς, σαπῇ)开始,随后通过 εἶτα ... λάβοι 转入祈愿式,与主句中的可能祈愿式(οὐκ ἂν βλαστήσειε)相协调,构成虚拟/潜在条件的假定句结构。动词 βλαστάνω 在此作及物动词用(意为“萌发出/产生”),后接直接宾语 κλίνην 和 ξύλον。

  3. 2.10πέπονθε τὸν αὐτὸν λόγον ὅνπερ τὸ ξύλον πρὸς τὴν κλίνην

    动词 πάσχω 带有内宾格名词 λόγος(“比例”、“关系”)的习语结构,意为“处于/承受着木材相对于床所具有的同一关系”。在关系从句 ὅνπερ ... πρὸς τὴν κλίνην 中,省略了动词(ἔχει 或 πέπονθε),用于陈述一种比例或类比关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:207.15-208.29