← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§205.24-207.14

本性存在的自明性与无需证明

针对亚里士多德在《物理学》193a3中关于“试图证明本性存在是可笑的”这一论断,斐洛庞奴斯注解指出,存在本身昭然自明的事物应当无需证明即予以确立,而对一切事物都寻求证明不仅是不可能的,而且体现了理智判定标准的错乱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.9

" Ὡς δὲ ἔστιν ἡ φύσις, πειρᾶσθαι δεικνύναι γελοῖον." Αὐτὸς εἶπεν ἐν τοῖς Ἀποδεικτικοῖς, ὅτι τεσσάρων ὄντων προβλημάτων τῶν περὶ ἑκάστου πράγματος ζητεῖσθαι ὀφειλόντων, τοῦ εἰ ἔστι τοῦ τί ἐστι τοῦ ὁποῖόν τι ἐστι τοῦ διὰ τί ἐστι, προηγεῖται πάντων τὸ εἰ ἔστιν· ἐπεὶ οὖν ἔδειξε τί ἐστιν ἡ φύσις μὴ πρότερον δείξας εἰ ἔστιν ὅλως, τοῦτο αὐτὸ ἀπολογεῖται διὰ τούτων, ὅτι τὸ πειρᾶσθαι δεικνύναι ὅτι ἔστιν ἡ φύσις γελοῖόν ἐστιν, οὕτως ἐναργοῦς οὔσης αὐτῆς τῆς ὑποστάσεως, ἐν οἷς δὲ τὸ εἶναι φανερὸν οὐ δεῖ πειρᾶσθαι δεικνύναι ὅτι ἔστιν, ἀλλὰ περὶ τὸ τί ἐστι καὶ τὰ λοιπὰ κατατείνειν τοὺς λόγους. οὕτω γοῦν καὶ ὅτι ἔστιν ὁ χρόνος καὶ ὁ τόπος ἐναργὲς πᾶσι, τί ποτε μέντοι ταῦτά ἐστιν ἔργον εὑρεῖν. ὥσπερ οὖν ὁ πειρώμενος ἀποδεικνύναι ὅτι τὸ πῦρ καίει αἰσθήσεως δεῖται,1 οὕτως ὁ ἀποδεικνὺς ὅτι ἔστιν ἡ φύσις λογισμοῦ δεῖται· φανερὸν γὰρ ὅτι πολλά ἐστι τὰ ὑπὸ φύσεως διοικούμενα ἐν τοῖς οὖσιν, οὐ δεῖ δὲ τὰ φανερὰ ἀποδεικνύειν, οὐδὲ ὅλως πάντων ζητεῖν ἀπόδειξιν, εἰ μὴ τῶν ἀμφιβόλων. ὡς γὰρ αὐτὸς ἔδειξεν ἐν τοῖς Ἀποδεικτικοῖς, ἀδύνατον πάντων εἶναι ἀπόδειξιν· εἰ γὰρ ἦν πάντων ἀπόδειξις, οὐδενὸς ἂν ἦν ἀπόδειξις· ἀεὶ γὰρ τὰς ἀρχὰς δι’ ὧν ἀπεδείξαμεν ἀποδεικνύναι σπουδάζοντες ἐπ’ ἄπειρον ἥξομεν, καὶ ἐπεὶ τὸ ἄπειρον ἀδιεξίτητον, οὐδὲν ἀποδειχθήσεται τῶν ἀρχῶν μὴ ἀποδειχθεισῶν τῶν πρώτων. οὐκ ἄρα παντὸς ζητητέον ἀπόδειξιν· εἰσὶ γὰρ πολλὰ ἅπερ κρείττονα πάσης ἀποδείξεως τὴν πίστιν ἐκ τῆς ἐναργείας παρέχεται, οἷον τὰ χρώματα ὅτι ἔστι καὶ τὰ σώματα. τοιοῦτον καὶ τὸ κατὰ τὴν φύσιν ἐστί, καὶ ὁ τῶν τοιούτων ἀποδείξεις παρέχειν βουλόμενος τοῦ ἐσφάλθαι αὐτῷ τὸ κριτήριον τῆς διανοίας ἔλεγχον παρέχεται,2 μὴ δυνάμενος διακρῖναι τί μέν ἐστιν ἀσαφέστερον, τί δὲ σαφέστερον, καὶ τὶ μὲν οἴκοθεν ἔχει τὴν πίστιν, τί δ’ οὐκ οἴκοθεν ἀλλ’ ἐξ ἑτέρων ἀρχῶν τὰς ἀποδείξεις ἔχει. ἀνάγκη γὰρ τὸν τοιοῦτον διὰ τῶν ἀσαφῶν τὰ σαφῆ κατασκευάζειν, οἷος ἦν Ἀντιφῶν πειραθεὶς δι’ ἀποδείξεως δεῖξαι, ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, ὃς καὶ ἐν τῷ τετραγωνισμῷ τοῦ κύκλου ἑαυτὸν παρελογίσατο· τὰ γὰρ τῷ αὐτῷ, φησίν, ἴσα τὸν αὐτὸν τόπον κατέχει, τὰ τὸν αὐτὸν τόπον κατέχοντα καὶ ἀλλήλοις ἴσα, τὰ τῷ αὐτῷ ἄρα ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα. οὕτω γὰρ σαφὲς πρᾶγμα δι’ ἀσαφεστέρων πολλῶν ἐπειράθη δεικνύναι· τί ποτε γάρ ἐστιν ὁ τόπος καὶ ὁποίαν σχέσιν ἔχει πρὸς τὰ ἐν τόπῳ, πολλῶν καὶ μακρῶν χρεία ἐστὶν εἰς τὸ μαθεῖν ἀποδείξεων. ἐοίκασιν οὖν οὗτοι, φησί, τυφλοῖς ἐκ γενετῆς πειρωμένοις ἀποδεικνύναι ὅτι ἔστι τὰ χρώματα· ὥσπερ γὰρ οὗτοι, εἰ ἑώρων, οὐκ ἂν ἐδεήθησαν τῆς διὰ λόγων ἀποδείξεως, κρείττονα πάσης ἀποδείξεως τὴν δι’ αἰσθήσεως πίστιν ἔχοντες (οὐ γὰρ λόγῳ, ἀλλ’ αἰσθήσει τῶν χρωμάτων τὸ εἶναι κρίνεται), οὕτω καὶ οἱ τὰ φανερὰ ἀποδεικνύειν σπουδάζοντες, εἰ τὸ κριτήριον τῆς διανοίας ἐρρωμένον εἶχον, οὐκ ἄν τὰ φανερὰ διὰ τῶν ἀφανῶν κατεσκεύαζον. καὶ ὥσπερ τοῖς τυφλοῖς λόγους μὲν συμβαίνει λέγειν, πρᾶγμα δὲ νοεῖν μηδέν (οὐδέποτε γὰρ ἐπιστήσεται ἡ διάνοια αὐτῶν τῇ τῶν χρωμάτων φύσει), οὕτως καὶ τοὺς πηροὺς καὶ διεστραμμένους τὸ κριτήριον τῆς ψυχῆς εἰ πειραθείημεν διὰ τῶν συλλογισμῶν πείθειν, λόγους μὲν αὐτοὺς διδάξομεν, πράγματα δὲ οὐδαμῶς. ὥστε ἀκολουθοῦντας ἡμᾶς τῇ φύσει τῶν πραγμάτων δεῖ θέσθαι τοῦτο ἄνευ λόγου, μᾶλλον δὲ κρεῖττον παντὸς λόγου, ὅτι ἔστιν ἡ φύσις. φανερὸν γὰρ ὅτι τοιαῦτα τῶν ὄντων ἐστὶ πολλά. τοιαῦτα, ἃ φύσει ἐστίν. ὅτι δὲ ἐνδέχεται τοῦτο πάσχειν, τουτέστιν ὅτι ἐνδέχεται τινα διεστραμμένον ἢ τὰς αἰσθήσεις ἢ τὸν λογισμὸν μὴ γινώσκειν3 τίνα τῶν πραγμάτων ἐστὶν αὐτόπιστα καὶ τίνα δεόμενα ἀποδείξεως. τούτου οὖν παράδειγμα ἐκτίθεται ἐκ γενετῆς τυφλὸν λόγοις ἀποδεικνύειν πειρώμενον, ὅτι ἔστι τὰ χρώματα. ὁ οὖν τοιοῦτος περὶ ὀνομάτων μὲν διαλέξεται, νοήσει δ’ οὐδέν· οὐ γὰρ λόγοις γινώσκεσθαι τὰ χρώματα, ἀλλ’ αἰσθήσει πέφυκε.

“试图证明本性存在是可笑的。” 他本人在《后分析篇》中说过,在关于每一事物应当探究的四个问题——“是否存在”、“是什么”、“是怎样的”以及“为什么”——之中,“是否存在”先于所有其他问题。因此,既然他展示了本性是什么,却没有预先展示本性究竟是否存在,他就借着这些话为这一点辩解:试图证明本性存在是可笑的,因为它的实存本身是如此昭然自明,而在其存在显而易见的事物上,不应当试图证明它存在,而应当把论述致力于“是什么”及其余问题。因此无论如何,时间和空间的存在对所有人来说都是昭然自明的,然而它们究竟是什么,要弄清楚却是一项艰巨的任务。因此,正如试图证明火能燃烧的人缺乏感觉一样,证明本性存在的人则缺乏思考能力;因为显而易见,在存在者中有许多事物受本性治理,而人们不应当证明显而易见的事物,也根本不应就所有事物寻求证明,除非是可疑的事物。因为正如他本人在《后分析篇》中所展示的,不可能有对所有事物的证明;因为如果对所有事物都有证明,就根本不会有对任何事物的证明;因为我们若不断致力于证明我们赖以证明的那些本原,就会陷入无穷,而既然无穷不可穷尽,在最初的本原未被证明的情况下,就没有任何东西能够被证明。因此,不应就一切事物寻求证明;因为有许多事物凭借其自明性提供了优于任何证明的坚信,例如颜色存在和物体存在。关于本性的事也是如此,而试图为此类事物提供证明的人,提供了自身理智的判定标准已被败坏的证据,因为他无法分辨什么是较不清晰的,什么是较清晰的,以及什么是依自身具有坚信,什么是并非依自身而是从其他本原获得证明。因为这样的人必然要通过不清晰的事物来确立清晰的事物,正如安提丰曾试图通过证明来展示“与同一事物相等者彼此也相等”一样;他在化圆为方的问题中也陷入了谬误推理。他说,与同一事物相等者占据同一场所,而占据同一场所者彼此也相等,因此与同一事物相等者彼此也相等。因为他以这种方式试图通过许多较不清晰的事物来展示一件清晰的事情;因为场所究竟是什么,以及它对场所中的事物具有怎样的关系,需要许多冗长的证明才能得知。因此他说,这些人类似于生来盲目却试图证明颜色存在的人;因为正如他们如果能看,就会拥有优于一切证明的通过感觉而来的坚信,因而不至于需要通过论辩的证明(因为颜色的存在不是由论辩判定,而是由感觉判定的),同样,那些致力于证明显而易见之物的人,如果他们的理智判定标准是健全的,就不会通过隐微之事来确立显而易见之物。而且正如盲人可能说出言辞,却丝毫构想不出实在的事物(因为他们的理智绝不会通达颜色的本性),同样,那些灵魂的判定标准残缺且扭曲的人,如果我们试图通过推论去说服他们,我们将教会他们言辞,却绝教不会他们实在的事物。因此,遵循事物的本性,我们必须无需论辩——或者说优于一切论辩地——设定本性存在。因为显而易见,存在者中有许多这样的事物;“这样的事物”即依本性存在的事物。而〔这展示出〕有可能遭受这种状况,也就是有可能某个感觉或思考能力扭曲的人,不知道事物中哪些是自明的,哪些是需要证明的。因此,他把生来盲目而试图通过论辩证明颜色存在的人作为此事的例子提了出来。因此,这样的人虽将讨论语词,却不会构想任何事物;因为颜色按本性不是通过论辩被认识的,而是通过感觉被认识的。

语法注3 条
  1. 2.9ὥσπερ οὖν ὁ πειρώμενος ἀποδεικνύναι ὅτι τὸ πῦρ καίει αἰσθήσεως δεῖται, οὕτως ὁ ἀποδεικνὺς ὅτι ἔστιν ἡ φύσις λογισμοῦ δεῖται

    动词 δεῖται 加属格通常可表示“需要”,但此处在对比认知机能的残缺状况,因此取其“缺乏/短缺”之意,即试图证明火能烧人的人缺乏感觉,证明本性存在的人则缺乏思考能力。

  2. 2.9τοῦ ἐσφάλθαι αὐτῷ τὸ κριτήριον τῆς διανοίας ἔλεγχον παρέχεται

    属格冠词引导的不定式短语 τοῦ ἐσφάλθαι αὐτῷ τὸ κριτήριον τῆς διανοίας 作 ἔλεγχον παρέχεται(“提供证据/反驳”)的修饰语。αὐτῷ 为关涉与格(相当于所有与格),结构为“提供了自身理智的判定标准已被败坏的证据”。

  3. 2.9ὅτι δὲ ἐνδέχεται τοῦτο πάσχειν, τουτέστιν ὅτι ἐνδέχεται τινα διεστραμμένον ἢ τὰς αἰσθήσεις ἢ τὸν λογισμὸν μὴ γινώσκειν

    句首的 ὅτι 引导一个说明性分句(可能省略了支配动词如 ἔδειξε,或承接上文解释“展示出……这一情况”),紧接着由 τουτέστιν ὅτι 引申复述其内容(即感觉或思考能力扭曲的人无法辨识),并通过 τούτου οὖν παράδειγμα 引出盲人的例证。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:205.24-207.14