- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:204.12-205.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯根据亚里士多德对本性的定义,论证了“具有本性之物”是作为基底的实体,并进而梳理了实体及其依自身的活动被称为“顺应本性”与“依本性”的用语范围。
" Ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον τῶν ποιουμένων." Ποιουμένων φησὶν ἀντὶ τοῦ δημιουργουμένων ἀπὸ τέχνης.
“被制作的其他事物中的每一者也同样如此。” 他说“被制作的”,是用来代替“依技术被造作的”。
"Φύσιν δ’ ἔχει ὅσα τοιαύτην ἀρχὴν ἔχει, καὶ εἰσὶ ταῦτα πάντα οὐσίαι." Εἰπὼν τί ἐστι φύσις λέγει τί τὸ φύσιν ἔχον, καί φησιν ὅτι ὅσα ἐν ἑαυτοῖς ἀρχὴν τοιαύτην ἔχει οἵαν εἰρήκαμεν, λέγω δὴ κινήσεως καὶ ἠρεμίας, τίνα δὲ ταῦτά ἐστιν ἐπήγαγεν εἰπὼν ὅτι οὐσίαι. πόθεν δ’ ὅτι οὐσίαι, διὰ τῆς προσθήκης ὑπέμνησεν εἰπὼν ὅτι ὑποκείμενόν τί ἐστι τούτων ἕκαστον, οὐδὲν δὲ τῶν συμβεβηκότων ἐστὶν ὑποκείμενον, ἀλλὰ μόνον ἡ οὐσία. εἶτα πόθεν ὅτι ὑποκείμενον, δείκνυσιν εἰπὼν ὅτι ἐν ὑποκειμένῳ ἡ φύσις ἐστίν. εἰ τοίνυν ἡ φύσις ἐν ὑποκειμένῳ, ὑπόκειται δὲ τὸ ἔχον φύσιν, τὸ δὲ ὑποκείμενον οὐσία ἐστί, τὸ ἔχον ἄρα φύσιν οὐσία ἐστίν. ὅτι δὲ ἐν ὑποκειμένῳ ἡ φύσις, ἐκ τοῦ ὁρισμοῦ ἔχει δεδειγμένον· ἀρχὴ γὰρ κινήσεως καὶ ἠρεμίας ἐν ᾧ ὑπάρχει πρώτως καὶ καθ’ αὑτό. εἰ δὲ ἔν τινι πάντως ὑπάρχει ὅπερ καὶ τῆς κινήσεως ἀρχή ἐστι καὶ τῆς ἠρεμίας, δῆλον ὅτι ἐν ὑποκειμένῳ ἐστίν, οὐχ οὕτως δὲ ὡς τὰ συμβεβηκότα λέγεται ἐν ὑποκειμένῳ εἶναι, ἀλλ’ ὡς εἶδος ἐν ὕλῃ συμπληροῦν μίαν οὐσίαν μετὰ τοῦ ὑποκειμένου. κατὰ φύσιν δὲ ταῦτά τε καὶ ὅσα τούτοις ὑπάρχει καθ’ αὑτά. λοιπὸν τί τὸ κατὰ φύσιν, ὅτι1 τά τε ἔχοντα τὴν φύσιν, τουτέστιν αἱ οὐσίαι, καὶ ὅσαι αὐτῶν τῶν οὐσιῶν εἰσι καθ’ αὑτὸ ἐνέργειαι, οἷον τοῦ πυρὸς ἡ ἐπὶ τὸ ἄνω φορὰ τὸ θερμαίνειν τὸ φωτίζειν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.
“凡具有这样本原的事物都具有本性,并且这些全都是实体。” 在说明了什么是本性之后,他说明了什么是“具有本性之物”,并说凡在自身中具有如我们所述的本原(我指的是运动与静止的本原)者皆是如此;至于这些是什么,他接着补充说它们是“实体”。至于凭什么说它们是实体,他通过附加的话提醒道,他说“这些之中的每一者都是某种基底”;而偶性没有一个是基底,唯独实体才是。接着,凭什么说它是基底,他通过说“本性是在基底之中”加以展示。因此,如果本性是在基底之中,而具有本性之物作为基底,且基底是实体,那么具有本性之物也就是实体。而本性是在基底之中,这已由定义展示出来;因为它是原初地且依自身从属于其中的事物内部的运动与静止的本原。如果既作为运动本原又作为静止本原的东西必定从属于某物之中,显而易见它是在基底之中;但并不是像偶性被称为在基底之中那样,而是像质料中的形式一样,与基底一起完满构成单一的实体。“而这些事物以及凡依自身从属于这些事物者,都是顺应本性的。”至于其余所问何为“顺应本性”,就是指既包括具有本性之物(即诸实体),也包括属于这些实体本身的凡依自身的活动,例如火的向上移动、发热、照亮,在其他事物上也是如此。
"Τοῦτο γὰρ φύσις μὲν οὐκ ἔστιν, 〈οὐδ’ ἔχει φύσιν〉, φύσει δὲ καὶ κατὰ φύσιν ἐστίν." Εἰπὼν τί ἐστι τὸ κατὰ φύσιν, ἵνα μή τις εἴπῃ ‘διὰ τί γὰρ μὴ καὶ τοῦτο φύσις ἐστί;’ δείκνυσιν ὅτι οὐκ ἔστιν οὔτε φύσις οὔτε φύσιν ἔχον. ὅτι μὲν φύσις οὐκ ἔστι, δῆλον ἐντεῦθεν· ἡ φύσις ἀρχή ἐστι κινήσεως καὶ ἠρεμίας, ταῦτα δὲ πάντα κινήσεις τινές εἰσιν, οὐκ ἀρχαὶ κινήσεως οὐδ’ ἠρεμίας, οὐκ ἄρα φύσις τὰ τοιαῦτα. ἀλλὰ μὴν οὐδὲ φύσιν ἔχει· τὰ γὰρ φύσιν ἔχοντα ὑποκείμενά εἰσι καὶ οὐσίαι, ταῦτα δὲ ἐν ὑποκειμένῳ, οὐκ ἄρα οὐδὲ φύσιν ἔχει, ἀλλ’ ἔστι κατὰ φύσιν καὶ φύσει. * * * δεικνὺς ὅτι2 καὶ τὸ φύσει λέγεται καὶ ἐπὶ τοῦ κατὰ φύσιν· φαμὲν γὰρ φύσει τὸ πῦρ φωτίζειν· ὅτι δὲ καὶ ἐπὶ τῶν ἐχόντων φύσιν λέγεται τὸ φύσει, ἔδειξεν ἐν ἀρχῇ εἰπὼν “τῶν ὄντων τὰ μέν ἐστι φύσει”, περὶ τῶν ἐνυποστάτων πραγμάτων λέγων, ἅπερ ἐστὶ τὰ φύσιν ἔχοντα, καὶ πάλιν “φύσει φαμὲν εἶναι τά τε ζῷα καὶ τὰ μέρη αὐτῶν.” εἴπομεν δ’ ὅτι κυρίως τὸ κατὰ φύσιν ἐπὶ τῶν φυσικῶν ἐνεργειῶν λέγεται, τὸ δὲ φύσει καὶ ἐπὶ τούτων καὶ ἐπὶ τῶν ἐχόντων φύσιν.
“因为这并不是本性,〈也不具有本性〉,而是依本性且顺应本性的。” 在说明了什么是“顺应本性”之后,为了不让人说“为什么这不也是本性呢?”,他证明了它既不是本性,也不是具有本性之物。它不是本性,由以下各点显而易见:本性是运动与静止的本原,而这些全都是某种运动,并非运动的本原,亦非静止的本原;因此这类事物不是本性。然而它也绝不具有本性;因为具有本性之物是基底和实体,而这些则是在基底之中的事物;因此它也不具有本性,而是顺应本性且依本性的。[……]展示出“依本性”也被用来指称顺应本性之物;因为我们说火照亮是“依本性”的。而“依本性”也用来指称具有本性之物,他在开头说“在存在者中,有些是依本性的”时就已经表明,他指的是独立实存的事物,而这正是具有本性之物,并且他又说“我们说动物及其部分都是依本性的”。而我们曾说过,严格意义上的“顺应本性”是指自然活动,而“依本性”则既指这些活动,也指具有本性之物。
- 2.7λοιπὸν τί τὸ κατὰ φύσιν, ὅτι
注解文本中特有的省略结构。主动词及提出主题的表达(如 λοιπόν ἐστι δεῖξαι τί ἐστι τὸ κατὰ φύσιν 等)被省略;副词性用法的名词 λοιπόν(“剩下的问题是”、“接下来”)后接间接疑问短语(或主语短语)τί τὸ κατὰ φύσιν,进而由 ὅτι 从句展开具体内容。
- 2.8δεικνὺς ὅτι
由于紧接其前的文本脱落( *),该分词短语失去了原本依附的主动词而孤立悬置。联系上下文可知,它承接亚里士多德阐明用法的文脉,解作“[他说……]展示出……”。
