- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:202.22-204.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯注解了亚里士多德《物理学》卷二第1章(192b9–192b26),阐明自然事物从整体到其部分和元素都具有内在的运动与静止本原,而人工物仅在其质料层面上附随地具有该本原,并通过医生为自身医病的例子说明了自身原因与偶性原因的区别。
" Φύσει δέ φαμεν εἶναι τά τε ζῷα καὶ τὰ μέρη αὐτῶν." Τὰ μέρη προσέθηκε, διότι οὐχ ὡς ἔχει ἐπὶ τῶν τεχνητῶν, οὕτως ἔχει καὶ ἐπὶ τῶν φυσικῶν. ἐπὶ μὲν γὰρ τῶν φυσικῶν πάντως καὶ τὰ ὅλα καὶ τὰ μέρη φύσει (καὶ γὰρ καὶ ἔστι τὸ ὅλον ζῷον φύσει καὶ χεῖρες καὶ πόδες ὁμοίως, καὶ οὐ μόνον τὰ ἀνομοιομερῆ ἀλλὰ καὶ τὰ ὁμοιομερῆ, καὶ οὐ μόνον ταῦτα ἀλλὰ καὶ τὰ στοιχεῖα ἐξ ὧν ταῦτα συνέστηκε, καὶ ἁπλῶς τῶν φύσει ὅ τι ποτέ ἐστιν εἴτε μέρος εἴτε στοιχεῖον πάντως φύσει ἐστίν), ἐπὶ δὲ τῶν τεχνητῶν εἰ καὶ τὰ ὅλα τέχνῃ ἐστίν, οἷον οἰκία κλίνη ἀβάκιον, ἀλλ’ οὐχὶ καὶ τὰ τυχόντα μέρη ἤτοι στοιχεῖα· οὐ γὰρ δὴ ξύλα καὶ λίθοι μέρη ὄντα τῆς οἰκίας, μᾶλλον δὲ στοιχεῖα, τέχνῃ εἰσίν, ἀλλὰ φύσει. τούτων μὲν γὰρ ἕκαστον ἐν ἑαυτῷ ἔχει ἀρχὴν κινήσεως καὶ στάσεως· τῶν φυσικῶν δηλονότι,1 κινήσεως μὲν τῆς ἐπὶ τὸ εἶδος εἰς ὃ κινεῖται, στάσεως δὲ τῆς εἰς τὸ εἶδος ἐφ’ ὃ ἐκινήθη. καὶ τὰ μὲν ζῷα φανερῶς πάσης κινήσεως ἐν αὑτοῖς τὴν ἀρχὴν ἔχει (καὶ γὰρ γενέσεως καὶ αὐξήσεως καὶ τῆς κατὰ τόπον μεταβολῆς), τὰ δὲ φυτὰ τὰς μὲν ἄλλας ἔχει, τῆς δὲ μεταβατικῆς τῆς κατὰ τόπον ἐστέρηται, ὥσπερ τὰ ἁπλᾶ τῶν σωμάτων μόνην ἐξ ἑαυτῶν ἔχει τὴν μεταβατικήν. οὐ μόνον δὲ κινήσεως αἰτίαν ἐν ἑαυτοῖς ἔχει τὰ φυσικά, ἀλλὰ καὶ στάσεως, πλὴν τῶν οὐρανίων· ταῦτα γὰρ κινήσεως μὲν ἐν ἑαυτοῖς ἀρχὴν ἔχει, στάσεως δ’ οὔ, εἰ μὴ τὸν εἰρημένον τρόπον.
“我们说动物及其部分都是依自然的。” 他加上“部分”,是因为在自然事物上的情形并不像在人工物上的情形那样。因为在自然事物上,整体与部分完全都是依自然的(实际上,整个动物既是依自然的,手与足同样也是,不仅非同质的部分是,而且同质的部分也是,不仅这些是,而且这些所由构成的元素也是,并且简单来说,凡属依自然之物者,无论是部分还是元素,都完全是依自然的),但在人工物上,即便整体是依技术的,例如房屋、床、案几,却并非任何碰巧的部分或元素也[是依技术的];因为木材与石块作为房屋的部分、或者更确切地说是元素,确实不是依技术的,而是依自然的。“因为这些之中的每一者自身中都具有运动与静止的本原”——显然指的是自然事物;运动是朝向它向之被运动的形式的运动,而静止是在它已向之被运动的形式中的静止。并且动物显而易见自身中具有一切运动的本原(因为既具有生成、生长的本原,也具有空间位移的本原),植物虽具有其他的运动,却被剥夺了空间上的位移运动,正像单纯物体凭自身仅具有位移运动一样。自然事物自身中不仅具有运动的原因,而且也具有静止的原因,唯独天体例外;因为天体自身中虽具有运动的本原,却不具有静止的本原,除非是以已述及的方式。
"Κλίνη δὲ καὶ ἱμάτιον καὶ εἴ τι τοιοῦτον ἄλλο γένος ἐστίν." Γένος φησὶ πάλιν αὐτὴν τὴν οὐσίαν ὡς ὑποκείμενον, οὐχ ὡς κατὰ πλειόνων κατηγορούμενον.2 τὰ οὖν τεχνητὰ πάντα εἴδη, οἷον οἰκία ἀβάκιον, καθὸ μὲν ἕκαστον τοιοῦτόν τι λέγεται, οἷον οἰκία ἢ κλίνη, ὅπερ αὐτῷ συμβέβηκεν ἀπὸ τέχνης οὐκ ἀπὸ φύσεως, οὐδεμίαν ἔμφυτον ὁρμὴν ἔχει μεταβολῆς· ἔχει μὲν γὰρ καὶ αὐτὰ αἰτίαν τῆς μεταβολῆς, ἀλλ’ οὐκ ἔμφυτον, ἀλλ’ ἔξωθεν τὸν ἐργασάμενον τεχνίτην, ἐν αὑτοῖς δὲ οὐδεμίαν ἔχει τῆς κατὰ τὸ εἶδος κινήσεως αἰτίαν. ἠρεμεῖ γὰρ ἀεὶ τὸ εἶδος τὸ ἐκ τῆς τέχνης ἐπιτεθέν, ᾗ δὲ τούτων ἕκαστον συμβέβηκε φυσικόν τι ἔχειν τὸ ὑποκείμενον, ἢ λίθους ἢ ξύλα ἤ τι τοιοῦτον, κατὰ τοῦτο ἀρχὴν ἔχει κινήσεως ἐν αὑτοῖς· φέροιτο γὰρ ἂν ἐπὶ τὸ κάτω ὑπὸ τῆς ἐν αὐτοῖς φυσικῆς αἰτίας καὶ σήποιτο.
“床与外衣,以及若有任何其他这类的属。” 他在此再次将“属”称为作为基底的实体本身,而不是作为就多者被述说的属。因此,一切人工形式,例如房屋、案几,就每一者被称为如此这般之物(如房屋或床)而言——这是由技术而非由自然附随于它的——都不具有任何内在的变化冲动;因为它们自身固然也具有变化的原因,但不是内在的,而是来自外部的,即制作它的工匠,在自身内部则不具有任何依照形式的运动的原因。因为由技术赋予的形式总是静止的,但就这些事物中的每一者碰巧具有某种自然物作为基底(或石块、或木材、或某种此类事物)而言,依此它在自身中具有运动的本原;因为它会因其内部的自然原因而向下移动并腐朽。
"Ἧι δὲ συμβέβηκεν αὐτοῖς λιθίνοις ἢ γηΐνοις ἢ μικτοῖς ἐκ τούτων." Μικτοῖς φησιν ἐκ τῶν ἁπλῶν, πυρὸς γῆς καὶ τῶν λοιπῶν. τῷ δὲ ἔχει κατὰ τοσοῦτον προσυπακουστέον κατὰ κοινοῦ τὸ ὁρμὴν μεταβολῆς ἔμφυτον.3
“然而就它们碰巧是石造的、泥土的、或由这些混合而成的而言。” 他说“混合而成的”,是指由单纯物体,即火、土及其他元素[混合而成的]。而在“在如此程度上具有”之中,必须共同补充理解“内在的变化冲动”。
"Διὸ καὶ χωρίζεταί ποτε ἀλλήλων." Συντόμως κατεσκεύασεν ὅτι κατὰ συμβεβηκὸς ὁ νοσῶν ἰατρὸς αἴτιος ἑαυτῷ τῆς ὑγείας γίνεται· εἰ γὰρ καθ’ αὑτὸ ὁ νοσῶν ἑαυτὸν ὑγίαζεν, οὐδέποτε ἂν ἐχωρίσθη τοῦ νοσοῦντος τὸ ὑγιάζον (τοιοῦτον γάρ ἐστι τὸ καθ’ αὑτό), νῦν δὲ χωρίζεται ταῦτα ἀπ’ ἀλλήλων· οὐ γὰρ πᾶς νοσῶν ὑγιάζει ἑαυτόν.
“因此它们有时也彼此分离。” 他简要地论证了患病的医生成为自身健康的原因乃是偶性的;因为如果患病者是依自身医治自己,实施医治者便绝不会与患病者分离(因为依自身之物就是如此),但现在这两者彼此分离;因为并非每个患病者都能医治自己。
- 2.2τῶν φυσικῶν δηλονότι
作为插入性的解释短语,用于补足并限定所引亚里士多德原句(192b13–14)中代词 τούτων 的指代对象(“显然指的是自然事物”)。
- 2.3Γένος φησὶ πάλιν αὐτὴν τὴν οὐσίαν ὡς ὑποκείμενον, οὐχ ὡς κατὰ πλειόνων κατηγορούμενον.
对亚里士多德用语 γένος 进行语境界定,指出它在此并非逻辑学上“就多者被述说的属”,而是指作为基底的“实体本身”。
- 2.4τῷ δὲ ἔχει κατὰ τοσοῦτον προσυπακουστέον κατὰ κοινοῦ τὸ ὁρμὴν μεταβολῆς ἔμφυτον.
动形容词 προσυπακουστέον(“应当补充理解”)带与格短语 τῷ ἔχει κατὰ τοσοῦτον(“针对‘在如此程度上具有’这一句式”)与带冠词的宾格短语 τὸ ὁρμὴν μεταβολῆς ἔμφυτον(“‘内在的变化冲动’这一成分”),指明亚里士多德原文中省略的宾语补足成分。
