- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:200.31-202.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘(菲洛波诺斯)借助技术与人工物的类比,论证反自然之物对个别自然而言是反自然的,但对宇宙的整体自然而言则是合乎自然的,并用失调的竖琴之喻解释质料不适宜所导致的偏离,随后开始注疏亚里士多德关于“有些事物是依自然的,另一些则是通过其他原因的”(192b8)之划分。
ἔπειτα ἐπειδὴ μιμεῖται ἀεὶ τὴν φύσιν ἡ τέχνη, ἴδωμεν ἐπὶ τῶν τεχνητῶν τὸ τέχνῃ καὶ τὸ παρὰ τέχνην ὅπως ἔχει, καὶ ὡς ἂν εὕρωμεν ἐπὶ τῶν τεχνητῶν, οὕτως ἀποφαινώμεθα καὶ ἐπὶ τῶν φυσικῶν. φημὶ οὖν ὅτι τέχνην καλεῖν εἰώθαμεν τήν τε ἐπιστήμην αὐτήν, οἷον τεκτονικὴν ἢ ἄλλην τινά, καὶ τὸ ἀποτέλεσμα τῆς τέχνης· φαμὲν γὰρ πολλάκις θεασάμενοι καλῶς εἰργασμένην εἰκόνα, ὅτι πολλὴν ἔχει τὴν τέχνην. ἐπεὶ οὖν τὸ κατὰ τέχνην εἰργασμένον τέχνην καλοῦμεν, δῆλον ὅτι τὸ μὴ κατὰ τέχνην εἰργασθέν, ἀλλ’ ὡς ἔτυχεν οὐχ ὑπὸ τεχνίτου, παρὰ τέχνην καλοῦμεν. εἰ τοίνυν τὸ παρὰ τέχνην οὐ τέχνῃ γέγονεν, ὡς δ’ ἔχει ἐπὶ τῆς τέχνης οὕτως ἔχει καὶ ἐπὶ τῆς φύσεως, καὶ τὸ παρὰ φύσιν ἄρα οὐ φύσει ἔσται. οὕτω μὲν οὖν δόξει εὐλόγως τὰ παρὰ φύσιν μὴ εἶναι φύσει. Μήποτε δὲ μηδὲ ταῦτα ἁπλῶς παρὰ φύσιν εἰσίν,1 ἀλλὰ τῇ μὲν μερικῇ φύσει οὐ φύσει ἀλλὰ παρὰ φύσιν, τῇ δὲ καθόλου καὶ φύσει καὶ κατὰ φύσιν· ἡ μὲν γὰρ μερικὴ φύσις ἑνὸς εἴδους στοχάζεται καὶ μίαν στέρησιν φεύγει, ἡ δ’ ὁλικὴ φύσις καὶ παντὸς εἴδους στοχάζεται καὶ πᾶσαν στέρησιν φεύγει. διὰ τοῦτο τῇ μὲν τοῦ ἀνθρώπου φύσει τὸ τέρας οὔτε φύσει ἐστὶν οὔτε κατὰ φύσιν, τῇ δ’ ὅλῃ φύσει, ἐπεὶ μηδὲν ἐν τῷ παντὶ παρὰ φύσιν (οὐδὲν γὰρ κακὸν ἐν τῷ παντί), οὐκ ἔστι παρὰ φύσιν, ἀλλὰ φύσει καὶ κατὰ φύσιν· γίνεται γὰρ καὶ ταῦτα ὑπὸ τῆς ὁλικῆς φύσεως μεταβαλλούσης τὴν ὑποκειμένην ὕλην καὶ ἀνεπιτήδειον ποιούσης πρὸς τὸ καταδέξασθαι τῆς μερικῆς φύσεως τὸ εἶδος. οἷόν τι λέγω· εἰ τὸ περιέχον τοιῶσδε κραθὲν ὑπὸ τῆς κυκλοφορίας τῶν οὐρανίων δράσειέ τι εἰς τὴν ὕλην τοῦ γινομένου ἀνθρώπου, ὥστε ἀνάρμοστον γενέσθαι πρὸς τὸ καταδέξασθαι τὸ εἶδος ὅπερ ἡ φύσις ἐπιτιθέναι πέφυκεν, ἀποτεύξεται μὲν ἡ ἀνθρωπεία φύσις τοῦ σκοποῦ διὰ τὴν τῆς ὕλης ἀνεπιτηδειότητα, ἕτερον δὲ γενήσεται εἶδος, ὅπερ παρὰ φύσιν μέν ἐστι τῇ μερικῇ φύσει, ὡς δὲ πρὸς τὴν ὅλην φύσιν κατὰ φύσιν καὶ φύσει· οὐδὲν γὰρ αὐτῇ παρὰ φύσιν, ἐπειδὴ μηδὲ ἡ φθορὰ παρὰ φύσιν, εἴ γε ἡ γένεσις κατὰ φύσιν, τῆς δὲ γενέσεως κατὰ φύσιν οὔσης, καὶ ἡ φθορὰ ἐξ ἀνάγκης κατὰ φύσιν ἔσται, εἴ γε ἡ ἄλλου γένεσις ἄλλου ἐστὶ φθορά. παραδείγματι δέ τινι χρήσομαι, ἐξ οὗ σαφὲς ἡμῖν ἔσται τὸ συμβαῖνον ἐπὶ τῶν παρὰ φύσιν γινομένων· ὑποκείσθω γάρ τις κιθαρῳδὸς ἁρμόσας λύραν κατά τινα τῶν ἁρμονιῶν, εἶτα ἀνακρουέσθω τι μέλος, ἔξωθεν δέ τις ἐπιχαυνούτω τινὰς ἢ πάσας τὰς χορδάς, ἢ γοῦν, ἵνα ἐγγυτέρω γενώμεθα τοῦ παραδείγματος, ὑγρότητι ἢ ξηρότητι τοῦ περιέχοντος παθοῦσαι μεθαρμοζέσθωσαν αἱ χορδαί, εἶτα ὁ κιθαρῳδὸς κινείτω τὰς χορδὰς τοῖς δακτύλοις οὕτως, ὡς μέλος τι τεχνικὸν ἀποτελέσαι ἄν, εἴ γε ἦσαν ἡρμοσμέναι κατὰ λόγον αἱ χορδαί. ὥσπερ οὖν ἐνταῦθα ὁ μὲν κιθαρῳδὸς κρούει ὡς πέφυκε τὴν λύραν, ἡ μέντοι ὑποκειμένη τῶν χορδῶν ὕλη τὸ μὲν μέλος ὃ προὔθετο ὁ κιθαρῳδὸς οὐκ ἀποτελεῖ, ἄτεχνον δέ τινα καὶ ἀρρύθμιστον καὶ ἀόριστον ἦχον, οὕτως ἔχει καὶ ἐπὶ τῆς φύσεως· τῆς γὰρ ὑποκειμένης ὕλης τῷ εἴδει τῷ ἀνθρωπείῳ ἢ ἄλλῳ τινὶ ζῴῳ ὑπὸ τῆς περιφορᾶς καὶ συμπλοκῆς τῶν οὐρανίων ἀνεπιτηδείου γινομένης, συμβαίνει τὴν γινομένην περὶ αὐτὴν ὑπὸ τῆς φύσεως ἐνέργειαν ἡμαρτημένην γενέσθαι, καὶ ὥσπερ τὸν ἦχον τὸν γινόμενον ὑπὸ τοῦ κιθαρῳδοῦ ἐκ τῆς ἀναρμόστου κιθάρας οὔ φαμεν τέχνῃ γενέσθαι οὐδὲ κατὰ τέχνην, καίτοι ὑπὸ τεχνίτου γενόμενον, οὕτω καὶ ἐπὶ τῆς φύσεως οὔ φαμεν φύσει γενέσθαι, ἐπεὶ μηδὲ κατὰ τὸν ὡρισμένον τῆς φύσεως λόγον γέγονε, πρὸς μέντοι τὴν τοῦ παντὸς φύσιν φύσει φαμὲν γενέσθαι, διότι κατὰ φύσιν τῷ παντὶ τὸ ἄλλα φθείρειν ἐν τῷ γεννᾶν ἄλλα. οὕτως οὖν διὰ τὴν τοῦ ὅλου κίνησιν ἔφθειρε μὲν τὴν ὑποκειμένην ἁρμονίαν τῆς κράσεως τῆς ὕλης τοῦ ζῴου, ἄλλην δ’ ἐποίησεν, ἥτις διὰ τὴν ἀνεπιτηδειότητα ἑαυτῆς οὐ κατεδέξατο τὸ εἶδος τὸ φυσικόν, ἀλλ’ ἕτερόν τι ἀρρύθμιστον καὶ ἀόριστον, ὡς ἂν ἔτυχεν ἐπιτηδειότητος ἔχουσα ἡ ὕλη.2 Τῶν ὄντων τὰ μέν ἐστι φύσει, τὰ δὲ δι’ ἄλλας αἰτίας. οὐχ ἁπλῶς πάντων τῶν ὄντων, ἀλλ’ ἤτοι τῶν γινομένων καὶ φθειρομένων, ἢ καὶ πάντων τῶν φυσικῶν τε καὶ περὶ τὰ φυσικὰ γινομένων· καὶ γὰρ τὰ ἀπὸ τέχνης καὶ ἀπὸ ταὐτομάτου περὶ τὰ φυσικὰ συνίσταται. δι’ ἄλλας δὲ αἰτίας εἶπεν, οἷον τέχνην τύχην προαίρεσιν αὐτόματον λογισμὸν νοῦν.
其次,既然技术总是模仿自然,那么就让我们来看看在人工物中,“依技术”与“反技术”是怎样的情形,并且正如我们在人工物中所发现的那样,我们在自然事物上也同样作出断言。因此我认为,我们习惯于将知识本身(例如木工术或某种其他的术)以及技术的结果[产物]都称为技术;因为我们常常在瞻仰了一尊制作精良的雕像之后说,它蕴含着许多技术。那么,既然我们把依照技术所制作出来的东西称为技术,显而易见,凡非依照技术制作、而是偶然且非由工匠制作出来的东西,我们就称为反技术的。因此,如果反技术之物不是依技术而形成的,并且技术上的情形如何,自然上的情形也同样如何,那么反自然之物也就不是依自然的。于是,按这种方式,认为反自然之物不是依自然的似乎就是合乎情理的。 然而,或许甚至这些事物也并非单纯是反自然的,而是对个别自然而言不是依自然的而是反自然的,对普遍自然而言则既是依自然的也是合乎自然的。因为个别自然瞄准单一的形式而逃避单一的匮乏,而整体自然则既瞄准一切形式又逃避一切匮乏。为此缘故,对人的自然而言,畸形既不是依自然的也不是合乎自然的;但对全体自然而言,既然宇宙中没有任何东西是反自然的(因为宇宙中没有任何恶),它就不是反自然的,而是依自然的且合乎自然的;因为这些也是由整体自然形成的,整体自然改变了作为基底的质料,使其不适宜于接受个别自然的形式。我的意思犹如:如果环绕的大气因天体的周行而被调和成如此这般,以致作用于正在生成的人的质料,使其变得不适调于接受自然本适于赋予的形式,那么人类的自然固然会由于质料的不适宜而达不到目标,但另一种形式将会生成,这种形式对个别自然而言是反自然的,然而相对于全体自然而言则是合乎自然且依自然的;因为对于它而言没有任何东西是反自然的,既然连毁灭都不是反自然的(假定生成是合乎自然的),而既然生成是合乎自然的,毁灭也必然是合乎自然的,因为一物的生成正是另一物的毁灭。我将使用一个例子,通过这个例子,反自然生成之物中所发生的情形对我们而言将变得清晰。让我们假设某位齐特拉琴演奏者按某种调式调好了竖琴;接着让他弹奏某种旋律,而从外部有某人将某些或所有的琴弦弄松,或者至少(为了让我们更贴近这个例子),琴弦因周围大气的湿润或干燥而发生质变并不再协调;接着让琴演奏者用手指弹动琴弦,其方式本可制作出某种具有技艺的旋律(假若琴弦确实已被合理调准的话)。因此,正如此处弹琴者虽按其本性弹奏竖琴,但琴弦作为基底的质料却没有制作出弹琴者所预设的旋律,反而产生出某种无技艺的、不协调的和无限定的声响,在自然上也同样如此。因为当作为人类或某种其他动物形式之基底的质料,因天体的周转与交织而变得不适宜时,围绕着它由自然所产生的活动便碰巧成了失误的;正如我们不说弹琴者从失调的竖琴所产生的声响是依技术或合乎技术而生成的(尽管它是由工匠生成的),同样在自然上,既然它不是依照自然的确定理路生成的,我们也不说它是依自然生成的;然而相对于宇宙的自然而言,我们说是依自然生成的,因为对于宇宙而言,在生成某些事物的同时毁灭另一些事物乃是合乎自然的。因此,通过整体的运动,它毁灭了动物质料之混合的原有协调,而造就了另一种协调,这种协调由于自身的不可适性而没有接受自然的形式,反而接受了某种其他的、不协调且无限定的形式,视该质料碰巧具有怎样的适宜性状态而定。 “在存在物中,有些是依自然的,另一些则是通过其他原因的。” 他并非单纯指一切存在物,而是要么指那些生成与毁灭的存在物,要么也指一切自然事物以及围绕自然事物生成的事物;因为来自技术与来自偶发的事物也是围绕自然事物而成立的。他说“通过其他原因”,例如技术、运气、抉择、偶发、推论、理智。
- 2.1Μήποτε δὲ μηδὲ ταῦτα ἁπλῶς παρὰ φύσιν εἰσίν
μήποτε 与现在时直陈式连用,并非表示直接疑问或担忧,而是引导注疏者审慎的断言或推测性见解(“或许……”)。
- 2.1ὡς ἂν ἔτυχεν ἐπιτηδειότητος ἔχουσα ἡ ὕλη
ἔχουσα 支配属格 ἐπιτηδειότητος,表示状态(ἔχω 加属格意为“处于某种状态”)。与插入语 ὡς ἂν ἔτυχεν(“碰巧如此,无论怎样”)结合,意为“视该质料碰巧处于怎样的适宜性状态而定”。
